← 爱比克泰德

谈话录

§4.13.1-4.13.12

轻率吐露秘密的危险

通过罗马士兵设下诱骗圈套的例子,揭示了因他人坦白而诱使自己吐露秘密的心理误区与危险,并以漏水坛子的比喻说明为何不可向缺乏自制的人托付秘密。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.1

ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυτοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόρρητα καὶ τοῦτο ἁπλοῦν οἰόμεθα εἶναι· πρῶτον μὲν ὅτι ἄνισον εἶναι δοκεῖ αὐτὸν μὲν ἀκηκοέναι τὰ τοῦ πλησίον, μὴ μέντοι μεταδιδόναι κἀκείνῳ ἐν τῷ μέρει τῶν ἡμετέρων. εἶθʼ ὅτι οἰόμεθα οὐχ ἁπλῶν ἀνθρώπων παρέξειν αὐτοῖς φαντασίαν σιωπῶντες τὰ ἴδια.

当有人看起来对我们坦诚谈论了他自己的事情时,不知怎的,我们自己也被引诱去向他吐露自己的秘密,并认为这就是坦诚: 首先是因为,似乎觉得自顾听了邻人的事情,却不按次序与对方分担自己的一些事情是不公道的;其次是因为我们认为,对自己私事保持沉默,会向他们显出自己不是坦诚之人的印象。

§4.13.3

ἀμέλει πολλάκις εἰώθασιν λέγειν ἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα, σύ μοι οὐδὲν τῶν σῶν εἰπεῖν θέλεις; ποῦ γίνεται τοῦτο;

确实,人们往往习惯于说: “我把我的一切都告诉你了,你却不愿告诉我你的任何事情吗?哪有这种道理?”

§4.13.4

πρόσεστι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι· ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι1 οὐκ ἄν ποτε οὗτος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος, μήποτε καὶ ἡμεῖς ἐξείπωμεν τὰ ἐκείνου.

此外,还加上了这样一种想法:认为可以安全地信任那个已经向自己托付了自身秘密的人。因为这种念头会悄悄袭来:此人决不会泄露我们的秘密,因为他防备着我们也有可能泄露他的秘密。

§4.13.5

οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρʼ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι2 λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ.

在罗马,轻率之人就是以这种方式被士兵们捕获的。一名士兵穿着平民服装坐在你身边,率先开口辱骂凯撒;于是你,就好像把他首倡辱骂当作他守信的抵押品一样,自己也把所有的想法都说了出来,接着就被捆绑押走了。

§4.13.6

τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι·3

在一般生活事务中,我们遭受的也与此类似。因为并不是那个人安全地把自己的事情托付给我,我也同样就能[安全地托付给]任何一个路人。

§4.13.7

ἀλλʼ ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε ὦ τοιοῦτος, ὁ δʼ ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτʼ ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν ὦ καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι.4

相反,我听了之后虽然保持沉默(只要我是这样的人),但他走出门去却向所有人泄露。接着,如果我知道了发生的事情,如果我自身也和他一样,为了报复,我便泄露他的秘密,互相攻讦,两败俱伤。

§4.13.8

ἂν δὲ μνημονεύω, ὅτι ἄλλος ἄλλον οὐ βλάπτει, ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ, τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ,5 ὅμως δʼ ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα ἃ πέπονθα.

但如果我牢记:他人不会损害另一个人,唯有各自的行为才会害及或有益于自身,那么我就能克制住这一点,不去做同他类似的事;然而由于我自己的喋喋不休,我却已然承受了自己所承受的恶果。

§4.13.9

ναί· ἀλλʼ ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον ἀπόρρητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ.

“对啊,可是听了邻人的秘密,自己却不依次回报以分担任何事情,这是不公道的。”

§4.13.10

— μὴ γάρ σε παρεκάλουν, ἄνθρωπε; μὴ γὰρ ἐπὶ συνθήκαις τισὶν ἐξήνεγκας τὰ σαυτοῦ, ἵνʼ ἀκούσῃς ἐν τῷ μέρει καὶ τὰ ἐμά;

——老兄,难道是我央求你的吗?难道你是根据某种契约才吐露自己的事情,好依次回过来听取我的事情吗?

§4.13.11

εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δʼ, εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δʼ οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με προπεσεῖν;

如果你是个多嘴多舌的人,以为每个迎面相遇的人都是朋友,难道你也要我变得和你一样吗?要是你把自己的事情托付给我是妥当的,而要把事情托付给你却是不妥当的,难道你还要我轻率行事吗?

§4.13.12

οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτʼ ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον· σὺ γὰρ τετρυπημένον ἔχεις τὸν πίθον.

这就像是我有一只不漏水的坛子,而你却有一只破了孔的坛子;你走来把你的酒托付给我,让我倒进我的坛子里,然后你却对我为什么不把我的酒也托付给你而愤愤不平一样。因为你拥有的那只坛子是有孔的啊。

语法注5 条
  1. 4.13.4ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι

    动词 ὑπέρχομαι 接宾格 ἡμᾶς 作为宾语,由 ὅτι 从句充当真正主语,构成无人称句式,意为“……的念头悄悄袭上我们心头”。

  2. 4.13.5τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι

    由中性单数定冠词 τὸ 引导的带不定式的宾格从句。它与前置词短语 ὥσπερ ἐνέχυρον παρʼ αὐτοῦ λαβὼν τῆς πίστεως(“宛如从他那里取得了守信的抵押一样”)中的名词 ἐνέχυρον(抵押品)构成同位语,说明该抵押的具体内容(即对方亲自带头发起辱骂这一事实)。

  3. 4.13.6οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι

    省略主动词的句式。在 ὡς... οὕτως...(“正如……同样也……”)的相关结构后半部 οὕτως κἀγὼ τῷ ἐπιτυχόντι 中,承接前句省略了动词 πεπίστευκα 或不定式短语 ἀσφαλῶς πιστεῦσαι,骨架为“并非像他安全地将自己的事情托付给我那样,我也能[安全地托付给]偶然遇见的任何人”。

  4. 4.13.7φύρω καὶ φύρομαι

    主动态与被动态对置的成语化表达。字面意思是“我弄脏别人,我也被弄脏”,比喻性地指彼此卷入混乱、互泼脏水、两败俱伤的泥潭。

  5. 4.13.8τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ

    动词 κρατέω 支配属格 τούτου,后接带冠词的属格不定式短语 τοῦ μὴ ὅμοιόν τι ποιῆσαι 作为同位语说明其具体内容,意为“关于不做与他类似之事这一点,我尚能自制”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.13.1-4.13.12