- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.12.1-4.12.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德告诫人们切勿哪怕稍微放松或推延注意力(prosoche),强调无论在娱乐还是日常生活的各方面,都必须依据普遍原则和自身意志保持持续不断的警醒。
ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλʼ ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρτηθὲν1 εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν.
当你哪怕稍微放松注意力时,不要以为只要你愿意就能随时将它重新收回,而应当把这一条常备于心:正是由于今天所犯的过错,在其他所有事情上你的处境必然会变得更糟。
πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν· ἀεὶ δʼ εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύσιν ἔχειν καὶ διεξάγειν.
因为首先,会滋生出最难以对付的“不注意的习惯”,接着便产生“推延注意的习惯”;于是你习惯于总是把顺畅的生活、得体的举止、顺应自然的状态和度日一再推迟到另一个又另一个时间。
εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρθεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτελεστέρα· εἰ δʼ οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσοχὴν φυλάσσεις;
因此,如果推延是有益的,那么彻底放弃注意就更是有益的了;但如果这并无益处,你为什么不保持持续不断的注意呢?
σήμερον παῖξαι θέλω. τί οὖν κωλύει προσέχοντα; ᾆσαι. τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφʼ ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον δὲ μὴ προσέχων;
“我今天想游玩。”——那么,有什么能妨碍你在保持注意的同时去游玩呢? “我想唱歌。”——那么,有什么能妨碍你在保持注意的同时去唱歌呢?难道生活中有哪个部分是被排除在外、不需要注意延伸过去的吗?难道你保持注意就会把事情做得更差,不注意反而会做得更好吗?
καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσέχων;2 ὁ κυβερνήτης μὴ προσέχων κυβερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον;
人生中还有什么别的事情在不注意的人手里能做得更好呢?木匠不注意[难道能做得更好吗]?舵手不注意难道能更安全地掌舵吗?或者任何更微小的工作能因不注意而完成得更出色吗?
οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακαλέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰδῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς.
难道你没有察觉到,一旦你放任心意,就不再由你说了算能把它重新唤回,既不能唤回到得体,也不能唤回到端正,更不能唤回到庄重沉稳了吗?相反,任何浮上心头的事你都会去做,你只会随波逐流于自己的欲望。
τίσιν οὖν δεῖ με προσέχειν;— πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν.
“那么,我究竟应当对什么保持注意呢?”——首先,应当注意那些普遍的原则,并将它们常备于心,离开它们就不要入睡,不要起床,不要饮水,不要进食,也不要与人交往:那就是,没有人是他人意志(抉择)的主宰,而唯有在这意志之中才存在着善与恶。
οὐδεὶς οὖν κύριος οὔτʼ ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλʼ ἐγὼ αὐτὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος.
因此,没有任何人有权为我谋得善,也没有人能将我陷于恶,唯有我自己就这些方面单独拥有统辖自身的权柄。
ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα;
既然这些对我而言是确定无疑的,我为什么还要为外在的事物而心烦意乱呢?什么样的僭主是可怕的,什么样的疾病、什么样的贫穷、什么样的挫折是可怕的呢?
— ἀλλʼ οὐκ ἤρεσα τῷ δεῖνι. — μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; — οὔ. — τί οὖν ἔτι μοι μέλει; — ἀλλὰ δοκεῖ τις εἶναι. —
“可是我没有让某某人满意。”——难道那个人是我的作品吗?难道他是我的判断吗?——“不是。”——那我为什么还要在意呢?——“可是他被认为是一个人物。”
ὄψεται αὐτὸς καὶ οἷς δοκεῖ, ἐγὼ δʼ ἔχω, τίνι με δεῖ ἀρέσκειν, τίνι ὑποτετάχθαι, τίνι πείθεσθαι· τῷ θεῷ καὶ μετʼ ἐκεῖνον3 ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ καὶ τὴν ἐμὴν προαίρεσιν ὑπέταξεν ἐμοὶ μόνῳ δοὺς κανόνας εἰς χρῆσιν αὐτῆς τὴν ὀρθήν, οἷς ὅταν κατακολουθήσω, ἐν συλλογισμοῖς οὐκ ἐπιστρέφομαι οὐδενὸς τῶν ἄλλο τι λεγόντων, ἐν μεταπίπτουσιν οὐ φροντίζω οὐδενός. διὰ τί οὖν ἐν τοῖς μείζοσιν ἀνιῶσί με οἱ ψέγοντες;
——他自己以及那些如此认为的人自会看着办;但我知道我应当取悦谁,应当顺从谁,应当服从谁:那就是神,以及在神之后的[我自己]。神将我引荐给我自己,将我的意志唯独顺从于我自身,并赐予我正确运用它的准则;当我遵循这些准则时,在三段论推论中我决不理会任何持异见的人,在变化的命题中我也不在意任何人。那么,在更重大的事情上,指责我的人凭什么能使我痛苦呢?
τί τὸ αἴτιον ταύτης τῆς ταραχῆς; οὐδὲν ἄλλο ἢ ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀγύμναστός εἰμι.
这种骚乱的原因是什么?无非是因为在这个领域我缺乏操练。
ἐπεί τοι πᾶσα ἐπιστήμη καταφρονητική ἐστι τῆς ἀγνοίας καὶ τῶν ἀγνοούντων καὶ οὐ μόνον αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ αἱ τέχναι. φέρε ὃν θέλεις σκυτέα καὶ τῶν πολλῶν καταγελᾷ περὶ τὸ αὑτοῦ ἔργον· φέρε ὃν θέλεις τέκτονα.
事实上,一切知识都会蔑视无知以及无知之徒,不仅各门知识如此,技艺也是如此。随便找一个你想要的鞋匠,他在自己的行业方面都会嘲笑寻常大众;随便找一个你想要的木匠也是如此。
πρῶτον μὲν οὖν ταῦτα ἔχειν πρόχειρα καὶ μηδὲν δίχα τούτων ποιεῖν, ἀλλὰ τετάσθαι τὴν ψυχὴν ἐπὶ τοῦτον τὸν σκοπόν, μηδὲν τῶν ἔξω διώκειν, μηδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ὡς διέταξεν ὁ δυνάμενος, τὰ προαιρετικὰ ἐξ ἅπαντος, τὰ δʼ ἄλλα ὡς ἂν διδῶται.
因此,首先要把这些原则常备于心,没有它们什么都不要做,而要让灵魂紧绷在这一目标上:决不追求任何外在之物,决不追求属于他人的事物,而是按照那位拥有大能者的规定,竭尽全力追求属于意志的事物,而其他事物则随其所赐。
ἐπὶ τούτοις δὲ μεμνῆσθαι, τίνες ἐσμὲν καὶ τί ἡμῖν ὄνομα, καὶ πρὸς τὰς δυνάμεις τῶν σχέσεων πειρᾶσθαι τὰ καθήκοντα ἀπευθύνειν·
除此以外,还要牢记我们是谁,我们背负着怎样的名称,并努力依据社会关系的职能来端正应尽的职责:
τίς καιρὸς ᾠδῆς, τίς καιρὸς παιδιᾶς, τίνων παρόντων· τί ἔσται ἀπὸ τοῦ πράγματος· μή τι καταφρονήσωσιν ἡμῶν οἱ συνόντες, μή τι ἡμεῖς αὐτῶν· πότε σκῶψαι καὶ τίνας ποτὲ καταγελάσαι καὶ ἐπὶ τίνι ποτὲ συμπεριενεχθῆναι καὶ τίνι, καὶ λοιπὸν ἐν τῇ συμπεριφορᾷ πῶς τηρῆσαι τὸ αὑτοῦ. ὅπου δʼ ἂν ἀπονεύσῃς ἀπό τινος τούτων, εὐθὺς ζημία, οὐκ ἔξωθέν ποθεν, ἀλλʼ ἐξ αὐτῆς τῆς ἐνεργείας.
何时是唱歌的时机,何时是游玩的时机,在何人面前;该行为将产生何种后果;同处的人是否会轻视我们,我们是否会轻视他们;何时可以说笑,该嘲笑哪些人,为了何事、同何人合群交往,最后在交往中如何保持属于自己的操守。无论你在哪一点上偏离了这些,立刻就会遭受损害,这损害并非来自外界的某处,而是来自这一活动本身。
τί οὖν; δυνατὸν ἀναμάρτητον ἤδη εἶναι; ἀμήχανον, ἀλλʼ ἐκεῖνο δυνατὸν πρὸς τὸ μὴ ἁμαρτάνειν τετάσθαι διηνεκῶς. ἀγαπητὸν γάρ, εἰ4 μηδέποτʼ ἀνιέντες ταύτην τὴν προσοχὴν ὀλίγων γε ἁμαρτημάτων ἐκτὸς ἐσόμεθα. νῦν δʼ ὅταν εἴπῃς ἀπαύριον προσέξω, ἴσθι ὅτι τοῦτο λέγεις σήμερον ἔσομαι ἀναίσχυντος, ἄκαιρος, ταπεινός· ἐπʼ ἄλλοις ἔσται τὸ λυπεῖν με· ὀργισθήσομαι σήμερον, φθονήσω.
“那么怎么着?难道现在就有可能做到不犯任何过错吗?”——这是不可能的;但这一点是可能的:持续不断地紧绷着心弦去避免犯错。因为只要我们决不放松这种注意,哪怕只免除了少数的过错,也是值得庆幸的。然而现在,每当你说道: “我明天再注意吧,”你应当知道你是在说: “今天我就当个无耻之徒、不识时务者、卑微下贱者吧;让别人有权来使我悲伤吧;我今天偏要发怒,偏要嫉妒。”
βλέπε, ὅσα κακὰ σεαυτῷ ἐπιτρέπεις. ἀλλʼ εἴ σοι αὔριον καλῶς ἔχει, πόσῳ κρεῖττον σήμερον· εἰ αὔριον συμφέρει, πολὺ μᾶλλον σήμερον, ἵνα καὶ αὔριον δυνηθῇς καὶ μὴ πάλιν ἀναβάλῃ εἰς τρίτην.
看看你允许了自己陷入多少罪恶!但如果明天这样做对你来说是好的,今天做岂不更好得多;如果明天是有益的,今天做就更有益得多,好让你明天也能做得到,而不至于再次推迟到后天。
- 4.12.1παρὰ τὸ σήμερον ἁμαρτηθὲν
介词 παρά 接宾格在此表示因果关系(“由于……的结果”、“因为……”)。τὸ ἁμαρτηθὲν 是冠词加不定过去时被动分词中性单数作名词化使用,意为“今天所犯的过错”。
- 4.12.5ὁ τέκτων μὴ προσέχων ;
这是一个高度省略的短句,承接前一句(καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται;)而省略了谓语部分(如 τέκτων ἐστίν 或 κρεῖσσον ποιεῖ),与后文关于舵手的问句形成排比。
- 4.12.11τῷ θεῷ καὶ μετʼ ἐκεῖνον
与格 τῷ θεῷ 回答了前面的间接疑问句(τίνι με δεῖ ἀρέσκειν...);καὶ μετʼ ἐκεῖνον 则意指“在神之后[顺从我自己]”,随后句式发生转换(破格),顺接地开启了后面的主句(ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ...)。
- 4.12.19ἀγαπητὸν γάρ, εἰ
中性谓语形容词 ἀγαπητόν 与 εἰ 从句连用是一种习语表达,意为“如果……就是值得庆幸的/令人心满意足的”。随后的条件从句构成了该陈述的实质主语。
