← 爱比克泰德

谈话录

§4.13.13-4.13.24

托付秘密所需的忠诚原则及其稀缺

论述托付秘密需要忠诚和坚定的信念,指出与执着于身外之物的轻率之人互述秘密并非真正对等,并感叹具有真正信念之人的稀有。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.13

πῶς οὖν ἔτι ἴσον γίνεται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν δʼ ἐκτὸς οὐδέν· ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι,1 ἀνθρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἢ ἀρχῆς τινος ἢ προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς ἡ Μήδεια;

那么,这又怎么还能说是平等的呢?你是托付给了一个守信、自重的人,他认为唯有自己的意志活动才是有害的和有益的,而身外之物全非如此;难道你要我托付给你——一个贬低了自己的意志抉择、一心只想获得微薄钱财或某种官职或朝廷晋升的人,哪怕你可能像美狄亚那样去屠杀自己的亲生骨肉?

§4.13.15

ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται2 καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλʼ αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν.

这何来平等可言?相反,你要向我表明你自身是守信的、自重的、坚定的;表明你怀有友好的信念;表明你的器皿没有破损漏水,那你就会看到,我不仅不会等待你去向我托付你的事情,反而会亲自走来,央求你倾听我的事情。

§4.13.16

τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμβουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν;

因为谁不愿意使用一只优良的器皿?谁会轻视一位好心而守信的顾问?谁会不乐意接纳一个仿佛能分担其处境重负、并正因这种分担而使其自身得以轻松的人呢?

§4.13.17

ναί· ἀλλʼ ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. — πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον· νῦν δʼ ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγεις ἀδελφέ, οὐδένα σου ἔχω εὐνούστερον οὐδὲ φίλτερον, παρακαλῶ σε ἀκοῦσαι τὰ ἐμά· καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι ὀλίγον ἐγνωσμένους ποιεῖς.

“对啊,但我信任你,你却不信任我。”——首先,你甚至根本没有信任我,你不过是个多嘴多舌的人,因此什么都守不住。因为如果真是信任,你就单单托付给我一个人吧;可如今,你无论看到谁有空闲,便坐在他身边说: “兄弟,我没有比你更友善、更亲近的人了,我央求你听听我的事情”;——而且你是对那些哪怕稍微有点相识都不算的人做出这种事的。

§4.13.19

εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον.

退一步说,就算你确实信任我,显然也是因为我是守信和自重的,而不是因为我对你吐露了我自己的事情。

§4.13.20

ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν.

那么,也请容许我抱有同样的认定吧。你要向我证明:只要有人向某人吐露了自己的事情,那个人就是守信和自重的。因为如果真是这样的话,要是因此就能成为守信和自重的人,我早就四处奔走去向所有人倾诉我自己的事情了。然而事实并非如此,人需要的是信念,而且不是随随便便的信念。

§4.13.21

ἂν γοῦν τινα ἴδῃς περὶ τὰ ἀπροαίρετα ἐσπουδακότα καὶ τούτοις ὑποτεταχότα τὴν αὑτοῦ προαίρεσιν, ἴσθι ὅτι ὁ ἄνθρωπος οὗτος μυρίους ἔχει τοὺς ἀναγκάζοντας, τοὺς κωλύοντας.

总之,如果你看到有人热衷于意志抉择之外的事物,并将自己的意志抉择屈从于这些事物,你就应当知道,这个人有成千上万强迫他、阻碍他的人。

§4.13.22

οὐκ ἔστιν αὐτῷ χρεία πίσσης ἢ τροχοῦ πρὸς τὸ ἐξειπεῖν ἃ οἶδεν, ἀλλὰ παιδισκαρίου νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισμύρια.

要让他招出所知道的一切,根本不需要沥青或刑车;婢女的一个眼神(如果碰巧如此的话)就能让他动摇崩溃,或是凯撒臣仆的殷勤客套、对官职或遗产的渴望,以及其他成千上万件类似的事物。

§4.13.23

μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου,3 ὅτι οἱ ἀπόρρητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοιούτων· ταῦτα δὲ ποῦ νῦν εὑρεῖν ῥᾳδίως;

因此,在一般原则中应当牢记:秘密的倾诉需要忠诚以及诸如此类的信念;而如今到哪里能轻易找到这些呢?

§4.13.24

ἢ δειξάτω μοί τις τὸν οὕτως ἔχοντα, ὥστε λέγειν ἐμοὶ μόνων μέλει τῶν ἐμῶν, τῶν ἀκωλύτων, τῶν φύσει ἐλευθέρων. ταύτην οὐσίαν ἔχω τοῦ ἀγαθοῦ, τὰ δὲ ἄλλα γινέσθω ὡς ἂν διδῶται· οὐ διαφέρομαι.

或者,请谁向我指明一位怀有这般态度以至于能这样说的人吧: “我只关心我自己的事情,那些不受阻碍的、本性自由的事情。这就是我所持有的善的本质;至于其余的事情,就任凭怎样被给予便怎样发生吧:对我而言并无分别。”

语法注3 条
  1. 4.13.14θέλεις παρακαταθῶμαι

    这是由 θέλεις 直接接续第一人称单数拟议虚拟语气 παρακαταθῶμαι 的并列结构(parataxis),意为“你难道想要我托付吗?”。与古典时期的 βούλει + 虚拟语气结构用法相同。

  2. 4.13.15δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται

    此句为先取结构(prolepsis)。从属从句(ὅτι 从句)的主语 τὸ ἀγγεῖον 被提前至主句动词 δεῖξον 的直接宾语位置。句意上等同于 δεῖξον ὅτι τὸ ἀγγεῖόν σου οὐ τέτρηται(“证明你的器皿没有破损漏洞”)。

  3. 4.13.23μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου

    不定词 μεμνῆσθαι 在此具有命令祈使功能(命令式不定词)。在表达格言式或普遍戒律的语境中,用于不指明特定主语而提出一般性规则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.13.13-4.13.24