- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.11.19-4.11.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节引证苏格拉底和第欧根尼的整洁,阐明哲学家绝不可因污秽邋遢的外表而使人远离哲学。注重仪表、向往美丽的年轻人更容易被引向真正的理性之美;在摒弃过度修饰的同时,保持肉体与衣物的清洁是人之为人不可或缺的本分。
ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο.— ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλʼ ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστʼ ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύμουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορφοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν· καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερμῷ μὴ θέλῃς, ψυχρῷ.
“但苏格拉底很少洗澡。”——可是他的身体光洁发亮,而且如此讨人喜欢、令人愉悦,以至于最英俊、最高贵的年轻人都会爱慕他,比起那些最俊美的人,更渴望与他同榻而卧。若他愿意,他完全可以既不沐浴也不洗身;然而哪怕这很少的清洗也大有成效。即使你不想用温水洗,用冷水也罢。
— ἀλλὰ λέγει Ἀριστοφάνης "τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. — "Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια.
“可是阿里斯托芬说过: ‘我指的是那些脸色惨白、打着赤脚的家伙。’”——因为他还说过苏格拉底能在空中漫步,还从摔跤场里偷衣服呢!
ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν1 ἦν. πάλιν περὶ Διογένους ταὐτὰ γράφουσι.
事实上,凡是记述过苏格拉底的人,都对他作出了完全相反的见证,说他不仅听起来令人愉悦,看起来也同样使人欣悦。谈到第欧根尼时,他们写的也是一样。
δεῖ γὰρ μηδὲ κατὰ τὴν ἀπὸ τοῦ σώματος ἔμφασιν ἀπὸ φιλοσοφίας ἀποσοβεῖν τοὺς πολλούς, ἀλλʼ ὥσπερ τὰ ἄλλα εὔθυμον καὶ ἀτάραχον ἐπιδεικνύειν αὑτὸν οὕτως καὶ ἀπὸ τοῦ σώματος.
因为我们决不应当通过身体所展现的形象,把大众从哲学身边吓跑,而应当像在其他方面展现出心情愉快、心神宁静一样,在身体上也同样展现出这一点。
ἴδετε, ὦ ἄνθρωποι, ὅτι οὐδὲν ἔχω, οὐδενὸς δέομαι· ἴδετε, πῶς ἄοικος ὢν καὶ ἄπολις καὶ φυγάς, ἂν οὕτως τύχῃ, καὶ ἀνέστιος πάντων τῶν εὐπατριδῶν καὶ πλουσίων ἀταραχώτερον διάγω καὶ εὐρούστερον. ἀλλὰ καὶ τὸ σωμάτιον ὁρᾶτε ὅτι οὐ κακοῦται2 ὑπὸ τῆς αὐστηρᾶς διαίτης.
“看哪,诸位,我一无所有,一无所求;看哪,我无家、无城,哪怕偶然成了流亡者,失去了炉灶,我却比所有名门望族和富贵之人生活得更宁静、更顺畅。而且你们看我的身体,它也并没有被这清苦的生活方式所毁坏。”
ἂν δέ μοι ταῦτα λέγῃ τις ἀνθρώπου σχῆμα καταδίκου ἔχων καὶ πρόσωπον, τίς με πείσει θεῶν προσελθεῖν φιλοσοφίᾳ, ἥ γε τοιούτους ποιεῖ; μὴ γένοιτο· οὐδʼ, εἰ σοφὸς ἔμελλον εἶναι, ἤθελον.
但如果有人以罪犯的穿戴和面容来对我讲这些话,又有哪位神祇能说服我去接近能把人变成这副模样的哲学呢?绝不可能!哪怕我本该成为智者,我也不愿意。
ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινούμενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην3 ἢ κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐσχήμονος. ὅπου δʼ αὐτὸ εἶναι φαντάζεται, ἐκεῖ καὶ φιλοτεχνεῖ.
凭诸神起誓,对我而言,一个初次受到哲学触动的年轻人,我宁愿他梳理好头发来到我面前,也不愿他形容枯槁、满身污垢地走来。因为在前者身上,尚可看出对美的某种表象,对端庄的向往;凡是他想象美所在的地方,他就在那里精雕细琢。
λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις· ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς ἐκκλίσεις.
接下来只需向他指明并说道: “年轻人,你在寻求美,这是件好事。那么请你知晓,美就生长在你拥有理性的地方;在有冲动与拒斥、有欲求与回避的地方去寻找它吧。
τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σωμάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν.
因为你在自己身上具有这一卓越之物,而你的肉体在本质上不过是泥土。你何必徒劳地为它劳作呢?即使没有别的事,时间也会让你明白它什么都不是。”
ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐτὸν ὁμοιότητος ἐπαγαγεῖν;
但如果一个年轻人满身污秽、沾着粪便、胡须垂到膝盖来到我面前,我能对他说什么呢?我能从什么样的相似之处来引导他呢?
περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵνʼ αὐτὸν μεταθῶ καὶ εἴπω οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλʼ ἐνθάδε; θέλεις αὐτῷ λέγω οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλʼ ἐν τῷ λόγῳ; ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵνʼ ἐν βορβόρῳ μὴ κυλίηται.
他究竟热衷过什么与美相似的事物,好让我能将他转变过来,并对他说: “美不在这里,而是在这里”? 难道你希望我对他说: “美不在于沾满粪便,而在于理性”吗? 因为他究竟向往美吗?他心中有任何关于美的印象吗?走开,去跟一头猪讲理,让它别在烂泥里打滚吧!
διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δʼ αὐτὸ ζητῶν.
正因如此,瑟诺克拉底的话语才能打动波勒谟,因为他是个爱美的年轻人;因为他走进来时带着对美的追求的火种,只是在别处寻觅它罢了。
ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορβόρῳ, μή τι κύων γενναῖος; ἀλλʼ ὁ ὗς καὶ τὰ σαπρὰ χηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα.
其实,自然连那些与人类共同生活的动物都没有造成肮脏的。难道马会在烂泥里打滚吗?难道一条良犬会这样吗?只有猪、脏兮兮的小鹅、蛆虫和蜘蛛才会如此,它们是被驱逐到离人类社会交往最远的地方的生物。
σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδʼ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;
那么,你作为一个人类,难道连与人共同生活的动物都不想当,反而更想当蛆虫或蜘蛛吗?难道你不能按你喜欢的方式在某个地方洗个澡,把自己洗干净,干干净净地走来,好让与你相处的人为你感到欣悦吗?难道你还要带着满身的唾沫和鼻涕,以这副模样与我们一同进入那既不准吐痰也不准擤鼻涕的圣所吗?
τί οὖν; καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνεργείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ προσκόπτειν.
“那么怎么着?难道有人要求我们打扮修饰吗?”——绝非如此,除非是修饰我们本性上所是的东西,即理性、判断和行为;至于身体,只需达到清洁的程度,达到不冒犯人的程度即可。
ἀλλʼ ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκκινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάρρηξον. — ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; — ἄνθρωπε, ὕδωρ ἔχεις, πλῦνον αὐτόν.
然而你若是听说不该穿红衣服,就走开去把你的粗斗篷涂上粪便,或是撕得破破烂烂吧!——“但我从哪里弄一件好斗篷呢?”——人啊,你有水,洗洗它吧!
ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υἱὸν αὑτοῦ παραδῷ θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ τὰς σχολάς.
瞧瞧这个值得爱慕的年轻人,瞧瞧这个配得上受爱慕且予以回爱的老人吧!竟有人要把自己的儿子托付给他去受教,女儿们和年轻人们倘若碰巧如此也会到他那里去,好让他在粪堆里讲课!
μὴ γένοιτο. πᾶσα ἐκτροπὴ ἀπό τινος ἀνθρωπικοῦ γίνεται, αὕτη ἐγγύς ἐστι τῷ μὴ ἀνθρωπικὴ εἶναι.
绝不该如此!一切偏离都源于某种属于人性的东西,但这种偏离却已经逼近于非人的境地了。
- 4.11.21ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν
依赖于形容词 ἡδύς 的限制性不定式(说明性不定式),限定了他在哪些方面令人愉悦,即“不仅听起来,而且看起来”。
- 4.11.23ἀλλὰ καὶ τὸ σωμάτιον ὁρᾶτε ὅτι οὐ κακοῦται
先取句法(prolepsis)。从属从句的主语(τὸ σωμάτιον)被提前放置,充当了主句动词(ὁρᾶτε)的直接宾语。
- 4.11.25πεπλασμένον τὴν κόμην
与被动分词 πεπλασμένον 连用的关系宾格(或限制宾格),意为“就头发而言修饰整齐”或“梳理好头发”。
