← 爱比克泰德

谈话录

§4.11.1-4.11.18

灵魂的纯洁与保持身体洁净的义务

爱比克泰德论述了源于诸神的清洁乃是人的本质特征,指出最高的纯洁在于灵魂的正确判断,但为了人的尊严和对他人的体谅,人同样有义务保持身体的清洁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11.1

ἀμφισβητοῦσί τινες, εἰ ἐν τῇ φύσει τοῦ ἀνθρώπου περιέχεται τὸ κοινωνικόν· ὅμως δʼ αὐτοὶ οὗτοι οὐκ ἄν μοι δοκοῦσιν ἀμφισβητῆσαι, ὅτι τό γε καθάριον πάντως περιέχεται καὶ εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων χωρίζεται.1

有人争论人的本性中是否包含合群性;然而正是这些人,在我看来也不会争辩说至少清洁完全包含在其中,而且即使因其他特质,也同样因这一点,人与动物区分了开来。

§4.11.2

ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό, ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι ὡς ἄνθρωπος. καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ, εὐθὺς εἰώθαμεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι οὐ δήπου ἄνθρωπός ἐστιν.

因此,每当我们看到某种别的动物自我清理时,我们总习惯惊奇地加一句: “像人一样!” 反过来,如果有人责备某种动物,我们立刻就会像辩解似地说道: “它毕竟不是人嘛。”

§4.11.3

οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες. ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι, ἐφʼ ὅσον ἠγγίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον, ἐπὶ τοσοῦτον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτικοί.

我们就是这样认为这是人类的一种卓越特质,而我们最先是从诸神那里获得这一点的。因为诸神在本性上是纯洁且不受染污的,所以人类依据理性在多大程度上接近诸神,就在多大程度上执着于纯洁与清洁。

§4.11.4

ἐπεὶ δʼ ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην, ὁ λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀποτελεῖν πειρᾶται.

但由于人类的本质是由这样的质料混合而成,完全纯净是不可能的,因此被赋予的理性便尽其可能地尝试使这种本质达到清洁。

§4.11.5

πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἡ ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία. ψυχῆς δʼ ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις, ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις ἢ τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς τὰ ἔργα τὰ αὑτῆς;

因此,第一等的、最高的清洁乃是在灵魂中产生的,不洁也是同样。对于灵魂而言,你找不到像身体那样的不洁;但作为属于灵魂的不洁,除了使其自身的功能变得污秽的事物之外,你还能找到什么呢?

§4.11.6

ἔργα δὲ ψυχῆς ὁρμᾶν, ἀφορμᾶν, ὀρέγεσθαι, ἐκκλίνειν, παρασκευάζεσθαι, ἐπιβάλλεσθαι, συγκατατίθεσθαι.

而灵魂的功能乃是冲动、拒斥、欲求、回避、准备、企图和赞同。

§4.11.7

τί ποτʼ οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον; οὐδὲν ἄλλο ἢ τὰ μοχθηρὰ κρίματα αὐτῆς.

那么,究竟是什么在这些功能中使它变得污浊而不洁?无非是它那败坏的判断。

§4.11.8

ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά, κάθαρσις δʼ ἐμποίησις οἵων δεῖ δογμάτων. καθαρὰ δʼ ἡ ἔχουσα οἷα δεῖ δόγματα· μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ ἀμόλυντος.

所以,灵魂的不洁就是邪恶的判断,而净化则是植入应有的正确判断。拥有应有判断的灵魂才是纯洁的;因为唯有这样的灵魂在其自身的功能中才是清澈不乱且不受染污的。

§4.11.9

δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον. ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα· διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναρροφῇ τις αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν.

在身体方面,也必须在可能范围内精益求精地做出类似的事情。既然人拥有这样的体质配比,鼻涕不流出来是不可能的;正因如此,自然造就了双手,并将鼻子本身造作引流液体的管道。因此,如果有人把它倒吸回去,我说他并没有履行人的作为。

§4.11.10

ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους· διὰ τοῦτο ὕδωρ παρεσκεύασεν, διὰ τοῦτο χεῖρας.

行经这样的路途,脚不沾泥、完全不受弄脏,也是不可能的;正因如此,自然预备了水,预备了双手。

§4.11.11

ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι· διὰ τοῦτο πλῦνον, φησίν, τοὺς ὀδόντας. διὰ τί; ἵνʼ ἄνθρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον.

进食之后,牙齿上不留下污物,也是不可能的;正因如此,“去刷牙吧,”自然说道。 为了什么?为了让你成为一个人,而不是野兽,也不是小猪崽。

§4.11.12

ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως· διὰ τοῦτο ὕδωρ, ἔλαιον, χεῖρες, ὀθόνιον, ξύστρα, νίτρον, ἔσθʼ ὅθʼ ἡ ἄλλη πᾶσα παρασκευὴ πρὸς τὸ καθῆραι αὐτό.

从汗水和衣服的贴身包裹中,身体周围不留下污秽且需要清理的东西,同样是不可能的;正因如此,才有了水、油、双手、亚麻布、刮身板、碱液,以及有时为了清洁它所需要的一切其他装备。

§4.11.13

οὔ· ἀλλʼ ὁ μὲν χαλκεὺς ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατεσκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς, ὅταν μέλλῃς ἐσθίειν, ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυπαρός· τὸ σωμάτιον δʼ οὐ πλυνεῖς οὐδὲ καθαρὸν ποιήσεις;

不〔,并不这样做〕。然而,铁匠尚且会除去铁器上的锈迹,并备有为此制作的工具,你自己要在进餐时也会洗干净小盘子,除非你完全肮脏且不洁;难道你却不清洗自己的躯体,不让它保持清洁吗?

§4.11.14

— διὰ τί; φησίν. — πάλιν ἐρῶ σοι· πρῶτον μὲν ἵνα τὰ ἀνθρώπου ποιῇς, εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐντυγχάνοντας.

“为了什么?”他说。——我再告诉你一遍:首先是为了让你行人类之事,其次是为了让你不使遇见你的人感到苦恼。

§4.11.15

τοιοῦτόν τι καὶ ἐνθάδε ποιεῖς καὶ οὐκ αἰσθάνῃ. σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν· ἔστω, ἴσθι ἄξιος. μή τι καὶ τοὺς παρακαθίζοντας,2 μή τι καὶ τοὺς συγκατακλινομένους, μή τι καὶ τοὺς καταφιλοῦντας;

你在这里也在做着这样的事,自己却毫无察觉。你认为自己配得上发臭:随它去吧,你就配得上吧!难道你认为坐在你旁边的人、同你一起在宴席上侧卧的人、亲吻你的人,也配受这种折磨吗?

§4.11.16

ἢ ἄπελθʼ εἰς ἐρημίαν πού ποτε, ἧς ἄξιος εἶ, καὶ μόνος δίαγε κατόζων σεαυτοῦ. δίκαιον γάρ ἐστι τῆς σῆς ἀκαθαρσίας σὲ μόνον ἀπολαύειν. ἐν πόλει δʼ ὄντα οὕτως ἀπερισκέπτως καὶ ἀγνωμόνως ἀναστρέφεσθαι τίνος σοι φαίνεται;3

要不然你就去到某个你配待的荒野去,独自生活,散发着自己的恶臭吧。因为唯独你一个人享受你自己的不洁,才是合乎正义的。可是在城邦之中,如此鲁莽和缺乏体谅地生活,在你看来像是什么样的人的行为?

§4.11.17

εἰ δʼ ἵππον σοι πεπιστεύκει ἡ φύσις, περιεώρας αὐτὸν καὶ ἀτημέλητον; καὶ νῦν οἴου σου τὸ σῶμα ὡς ἵππον ἐγκεχειρίσθαι· πλῦνον αὐτό, ἀπόσμηξον, ποίησον, ἵνα σε μηδεὶς ἀποστρέφηται, μηδεὶς ἐκτρέπηται.

如果自然托付给你一匹马,你会坐视不理、任其疏于照料吗?现在就请你认为,你的身体就像一匹马一样托付给了你:清洗它,擦拭它,使没有人转过脸避开你,没有人绕开你走。

§4.11.18

τίς δʼ οὐκ ἐκτρέπεται ῥυπαρὸν ἄνθρωπον, ὄζοντα, κακόχρουν μᾶλλον ἢ τὸν κεκοπρωμένον; ἐκείνη ἡ ὀσμὴ ἔξωθέν ἐστιν ἐπίθετος, ἡ δʼ ἐξ ἀθεραπευσίας ἔσωθεν καὶ οἱονεὶ διασεσηπότος.

谁不会绕开一个肮脏、发臭、面色难看的人,甚至比绕开沾满粪便的人还要避之唯恐不及呢?后者的臭味是外在附着的,而因疏于照料而来的臭味则是从内而发的,宛如体内已经腐烂了一般。

语法注3 条
  1. 4.11.1εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων χωρίζεται

    在条件分句 εἴ τινι ἄλλῳ 中省略了谓语动词 χωρίζεται。整句构成让步对照结构:“即使凭借其他任何特质被区分,人也同样因这特质与动物区分开来”。句中第二个 καί 起副词性强调作用(“也”)。

  2. 4.11.15μή τι καὶ τοὺς παρακαθίζοντας

    承接前文的 σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν(你认为自己配得上发臭)而形成的省略反问句。省略了动词 ἡγῇ 以及谓语形容词 ἄξιον(或受难受害之意)。小词 μή τι 引出预期否定回答的疑问:“难道你认为坐在你旁边的人也配受此折磨吗?”

  3. 4.11.16τίνος σοι φαίνεται;

    属格 τίνος 用作表示归属或特征的谓语属格(predicate genitive of characteristic),意为“在你看来,这像是什么样的人的举止?”属格本身即可直接表达属于某种人、具有某种人的特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.11.1-4.11.18