- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.10.20-4.10.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过对比谋求显赫官职所付辛劳的空虚与内心宁静的价值,论证了放下外在之物以守持自身统御部的必要性。随后指出死亡是最终的避难港湾,并引阿基琉斯为帕特罗克洛斯悲痛的例子,阐明缺乏正确判断会使最卓越之人陷入极度的不幸。
καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθʼ ἡμέραν ἐνίοις· καὶ τί τὸ γινόμενόν ἐστιν;
这又有什么可奇怪的呢?如果你想担任执政官,你就必须彻夜不眠,四处奔走,亲吻别人的手,烂在别人的门前,说许多屈从下贱的话,做许多屈从下贱的事,给许多人送礼,每天还要给某些人送去应酬礼品。而最终所得的是什么呢?
δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα.
十二束法西斯权标,三四次坐在裁判席上,举办马车竞技,发放食盒宴请。要不然,就让谁向我指出,除了这些之外还有什么!
ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι;
那么,为了不动心,为了心灵宁静,为了睡时得安睡,醒时得清醒,无所畏惧,不为任何事焦虑——你难道不愿付出任何花费,不愿承受任何劳苦吗?
ἀλλʼ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς δηχθήσῃ ἐπὶ τῷ γενομένῳ;
然而,当你在专注于这些事情时,若是你的财物有所损失,或是被胡乱挥霍,抑或别人得到了你本该得到的东西,你立刻就会为所发生的事感到刺痛吗?
οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι;
你难道不该对比一下,是用什么换取了什么,以多大的代价换取了多少吗?难道你想平白无故得到如此伟大的东西吗?你又怎能做到呢?
ἔργον ἔργῳ.1 οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δʼ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτʼ ἐκεῖνα, περισπώμενος ἐπʼ ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ.
做一件事就有一件事的代价。你不可能既让外在事物得到照料,又保全你自己的统御部。如果你想要那些,就放弃这个;否则,在两者之间被拉扯,你既得不到这个,也得不到那些。如果你想要这个,你就必须放弃那些。
ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλʼ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλʼ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλʼ οὐχ ἕξω φαγεῖν.
“油会洒掉,小器具会损坏”——但我将保持不动心。“我不在时会发生火灾,书籍会被烧毁”——但我将按照自然来运用表象。“但我将无饭可吃”——。
εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δʼ ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χαλεπόν ἐστιν.
如果我是如此悲惨,死亡就是港湾。而这死亡乃是所有人的港湾,是所有人的避难所。正因如此,生活中的一切都不算严酷。
ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ.2 τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισάμενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι ἐπʼ ἐμοὶ ἀμφότερα· οὔτε τούτου τις ἀφελέσθαι με δύναται οὔτʼ ἐκείνῳ ἄκοντα περιβαλεῖν.
只要你愿意,你就走出去,不会被烟熏着。那么你为何焦虑,为何彻夜不眠?你为何不立刻省察你的善与恶究竟在何处,并说道: “两者都取决于我自身;谁也不能夺走这一个,也不能违背我的意愿将那一个加诸于我。”
τί οὖν οὐ ῥέγχω βαλών;3 τὰ ἐμὰ ἀσφαλῶς ἔχει· τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος ἐξουσίαν.
那我为何不倒头打鼾呢?我自身的事物安然无恙;至于属于他人的事物,谁承受它就由谁自己去照看,全凭拥有权柄者如何赐予。
τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐτῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δʼ ἄλλα ὡς ἂν θέλῃ ὁ ἐκείνων κύριος.
我是谁,竟想让那些事情这样或那样发生?难道对它们的挑选之权赐予我了吗?难道有人立我作它们的管理者了吗?凡我有权掌控的,对我便已足够。我必须将这些安排得至善至美;至于其余的,就随其主人的心意吧。
ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, καὶ στρέφεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πάτροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀποθανεῖν ἢ ἐκεῖνον;
一个将这些事情置于眼前的人,还会彻夜不眠、辗转反侧吗?他渴望什么,又企求什么?是帕特罗克洛斯,是安提洛科斯,还是墨涅拉俄斯?因为他何时曾认为朋友中有人是不朽的呢?他何时不曾将明天或后天要么是他自己要么是那个朋友必定会死这件事置于眼前呢?
ναί, φησίν, ἀλλʼ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν. μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια;
“是的,”他说,“但我曾以为他会比我活得长久,并替我抚育我的儿子。” 因为你是个蠢人,妄信了不确定的事!那你为何不责备自己,反而像小女孩一样坐着哭泣呢?
ἀλλʼ ἐκεῖνός μοι φαγεῖν παρετίθει. ἔζη γάρ, μωρέ· νῦν δʼ οὐ δύναται. ἀλλʼ Αὐτομέδων σοι παραθήσει· ἂν δὲ καὶ Αὐτομέδων ἀποθάνῃ, ἄλλον εὑρήσεις.
“但他曾为我端上饭菜。” 蠢人,因为他那时活着;可现在他做不到了。然而奥托墨冬会为你端上饭菜;要是奥托墨冬也死了,你会找到别人的。
ἂν δʼ ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις; "οὐ μὲν γάρ τι,"
如果煮肉的锅破了,难道你就必须因为没有惯用的锅而饿死吗?你难道不会派人再去买一口新的吗? “因为确实没有任何更坏的灾祸,”
φησίν, "κακώτερον ἄλλο πάθοιμι." τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτʼ ἀφεὶς τοῦτο ἐξελεῖν αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵνʼ ὀδυνώμενος ἐξ ἐκείνου διατελῇς;
他说,“能降临于我了。” 难道这对你来说算是一种恶吗?于是你不仅不去消除它,反而责怪你的母亲没有提前告诉你,好让你从那时起就一直痛苦下去?
τί δοκεῖτε; μὴ ἐπίτηδες ταῦτα συνθεῖναι Ὅμηρον,4 ἵνʼ ἴδωμεν, ὅτι οἱ εὐγενέστατοι, οἱ ἰσχυρότατοι, οἱ πλουσιώτατοι, οἱ εὐμορφότατοι, ὅταν οἷα δεῖ δόγματα μὴ ἔχωσιν, οὐδὲν κωλύονται ἀθλιώτατοι εἶναι καὶ δυστυχέστατοι;
你们以为如何?荷马虚构这些情节,难道不是有意为之,好让我们看到:哪怕是最尊贵、最强壮、最富有、最英俊的人,只要缺乏应有的正确判断,也丝毫不妨碍他们成为最悲惨、最不幸的人吗?
- 4.10.25ἔργον ἔργῳ
通过名词的并置构成的格言式省略表达,意为“一事有一事的代价”或“一项工作对应着另一项工作”。由此引出下文在“照料外在之物”与“保全统御部”之间非此即彼的选择。
- 4.10.28ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ
化用了斯多亚学派著名的“烟屋”比喻(即人随时拥有离场/自杀的自由)。主句中的过去时 ἐξῆλθες 属于瞬时过去(instantaneous aorist),强调只要意愿确立,离开的行为便立刻成立,因而免受烟熏。
- 4.10.29βαλών
作不及物用法或省略反身代词(ἑαυτὸν βαλών),意为“放倒身体”、“躺下”。与随后的 ῥέγχω(打鼾、安睡)连用,生动且通俗地表达从对外在事物的焦虑中彻底解脱、安然入睡的状态。
- 4.10.36μὴ ἐπίτηδες ταῦτα συνθεῖναι Ὅμηρον
承接前文的修辞性疑问 τί δοκεῖτε;(“你们以为如何?”),构成由 μὴ 带不定词构成的疑问句,带有强烈的反问意味:“难道你们以为荷马不是有意编撰这些……吗?”(暗示荷马正是出于此意而创作)。
