- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.84-4.1.99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述外在事物与他人本质上并不可怕,真正构成内心卫城与暴君的是内心的错误判断(信念)。如同谨慎的行路人加入受保护的队伍一样,唯有将自身的意志与冲动编入神的序列,与神的意旨完全一致,人才能免于一切伤害并获得真正的自由。
οὐκοῦν ἄφοβος μὲν οὕτως ἔσει καὶ ἀτάραχος. λύπη δὲ τί πρὸς σέ; ὧν γὰρ προσδοκωμένων φόβος γίνεται, καὶ λύπη παρόντων. ἐπιθυμήσεις δὲ τίνος ἔτι; τῶν μὲν γὰρ προαιρετικῶν ἅτε καλῶν ὄντων καὶ παρόντων σύμμετρον ἔχεις καὶ καθισταμένην τὴν ὄρεξιν, τῶν δʼ ἀπροαιρέτων οὐδενὸς ὀρέγῃ, ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον;1
因此,你便能如此免于恐惧、免于动摇。而悲哀与你又有何相干呢?因为恐惧因预期的事物而生,悲哀也因眼前的事物而生。那你还会渴望什么呢?因为对于那些取决于意志的事物,既然它们是美好且现存的,你便怀有适度而平稳的渴求;而对于那些不取决于意志的事物,你则一概不予渴求,从而叫那非理性的、推搡盲动的、逾越尺度的急切冲动无立足之地。
ὅταν οὖν πρὸς τὰ πράγματα οὕτως ἔχῃς, τίς ἔτι ἄνθρωπος δύναται φοβερὸς εἶναι; τί γὰρ ἔχει ἄνθρωπος ἀνθρώπῳ φοβερὸν ἢ ὀφθεὶς ἢ λαλήσας ἢ ὅλως συναναστραφείς; οὐ μᾶλλον ἢ ἵππος ἵππῳ ἢ κύων κυνὶ ἢ μέλισσα μελίσσῃ. ἀλλὰ τὰ πράγματα ἑκάστῳ φοβερά ἐστιν· ταῦτα δʼ ὅταν περιποιεῖν τις δύνηταί τινι ἢ ἀφελέσθαι, τότε καὶ αὐτὸς φοβερὸς γίνεται.
因此,当你如此对待诸般事物时,还有什么人能让你感到可怕呢?一个人对于另一个人而言,无论是在被看见、交谈或一般往来之中,究竟有什么可怕之处呢?绝不比一匹马对另一匹马、一条狗对另一条狗、一只蜜蜂对另一只蜜蜂更可怕。相反,是那些外在事物对每个人而言是可怕的;而当有人能够把这些事物给予某人或从某人夺走时,那时他自己才变得可怕了。
πῶς οὖν ἀκρόπολις καταλύεται; οὐ σιδήρῳ οὐδὲ πυρί, ἀλλὰ δόγμασιν. ἂν γὰρ τὴν οὖσαν ἐν τῇ πόλει καθέλωμεν, μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν,2 οὓς ἐφʼ ἑκάστοις καθʼ ἡμέραν ἔχομεν, ποτὲ μὲν τοὺς αὐτούς, ποτὲ δʼ ἄλλους;
那么,卫城是如何被攻克的呢?不是靠铁器,也不是靠烈火,而是靠信念。因为如果我们拆毁了城中的卫城,难道我们就抛弃了热病的卫城、妖冶妇人的卫城,或者简言之,我们内在的卫城和我们内在的暴君吗?——我们在日常每一件事上都承受着他们,有时是同一些,有时是另一些。
ἀλλʼ ἔνθεν ἄρξασθαι δεῖ καὶ ἔνθεν καθελεῖν τὴν ἀκρόπολιν, ἐκβάλλειν τοὺς τυράννους· τὸ σωμάτιον ἀφεῖναι, τὰ μέρη αὐτοῦ, τὰς δυνάμεις, τὴν κτῆσιν, τὴν φήμην, ἀρχάς, τιμάς, τέκνα, ἀδελφούς, φίλους, πάντα ταῦτα ἡγήσασθαι ἀλλότρια.
不,必须从内心开始,从内心攻克卫城,逐出暴君:放弃那可怜的身体、它的各个肢体、能力、财产、声誉、官职、荣耀、子女、兄弟、朋友,并将所有这一切视为身外之物。
κἂν ἔνθεν ἐκβληθῶσιν οἱ τύραννοι, τί ἔτι ἀποτειχίζω τὴν ἀκρόπολιν ἐμοῦ γε ἕνεκα; ἑστῶσα γὰρ τί μοι ποιεῖ; τί ἔτι ἐκβάλλω τοὺς δορυφόρους; ποῦ γὰρ αὐτῶν αἰσθάνομαι; ἐπʼ ἄλλους ἔχουσιν τὰς ῥάβδους καὶ τοὺς κοντοὺς καὶ τὰς μαχαίρας.
而只要暴君从内心被逐出,就我自己而言,何必还要拆毁那座卫城的城墙呢?因为即使它屹立着,又能奈我何?何必还要驱逐那些侍卫呢?因为我在哪里能察觉到他们呢?他们举着手杖、长矛和短剑,乃是针对其他人的。
ἐγὼ δʼ οὐπώποτʼ οὔτε θέλων ἐκωλύθην οὔτʼ ἠναγκάσθην μὴ θέλων καὶ πῶς τοῦτο δυνατόν; προσκατατέταχά μου τὴν ὁρμὴν τῷ θεῷ.3 θέλει μʼ ἐκεῖνος πυρέσσειν· κἀγὼ θέλω. θέλει ὁρμᾶν ἐπί τι· κἀγὼ θέλω. θέλει ὀρέγεσθαι· κἀγὼ θέλω. θέλει με τυχεῖν τινος· κἀγὼ βούλομαι.
而我却从未在愿意时受阻,也从未在不愿意时受迫。这又是如何做到的呢?我已将自己的冲动编入神的序列。祂愿我发烧,我也愿意;祂愿我向某事生起冲动,我也愿意;祂愿我渴求,我也愿意;祂愿我得到某物,我也希求。
οὐ θέλει· οὐ βούλομαι. ἀποθανεῖν οὖν θέλω· στρεβλωθῆναι οὖν θέλω. τίς ἔτι με κωλῦσαι δύναται παρὰ τὸ ἐμοὶ φαινόμενον ἢ ἀναγκάσαι; οὐ μᾶλλον ἢ τὸν Δία.
祂不愿,我便不希求。因此,要死我便愿意,要受酷刑我便愿意。谁还能违背我所认为美好的意图来阻碍我,或者强迫我呢?正如没有人能阻碍宙斯一样,谁也不能!
οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. ἀκήκοεν ὅτι λῃστεύεται ἡ ὁδός· μόνος οὐ τολμᾷ καθεῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν ἢ πρεσβευτοῦ ἢ ταμίου ἢ ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχεται ἀσφαλῶς.
行路人中那些更为谨慎的人也是这样做的。他听说道路上有强盗出没,便不敢独自启程,而是等待使节、财务官或资深执政官的同行队伍,把自己编入其中,从而安全地通过。
οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ ὁ φρόνιμος. πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ τῶν φιλτάτων.
智者在宇宙中也是如此行事。世上有许多强盗窝、暴君、风暴、困厄、最挚爱之人的丧失。
ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ;4 ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ; τίνι προσκατατάξας ἑαυτόν;
人能逃向何处?如何才能不遭抢劫地走过?等待什么样的随行队伍才能安全穿行?把自己托付给谁呢?
τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δʼ, ἂν ὁ συνοδοιπόρος αὐτὸς ἐπʼ ἐμὲ στραφεὶς λῃστής μου γένηται;
托付给某某人、托付给富人、托付给前执政官吗?这对我又有何益?他自己也会被剥光衣服,呻吟悲叹。要是这同行者自己转过身来变成打劫我的强盗,又当如何?
τί ποιήσω; φίλος ἔσομαι Καίσαρος· ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶτον μέν, ἵνα γένωμαι, πόσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι· εἶτα ἐὰν γένωμαι, καὶ οὗτος θνητός ἐστιν.
我该怎么办?“我要做凯撒的朋友;只要我是他的同伴,就没人敢伤害我。”首先,为了成为他的朋友,我必须忍受多少折磨与苦难,要多少次被多少人掠夺!其次,就算我成了他的朋友,他也终归是凡人。
ἂν δʼ αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον;
要是他本人由于某种境况成了我的仇敌,难道最好退隐到某个地方去吗?
εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;
退隐到荒野吗?得了吧,难道热病就不会去那里吗?那么究竟该如何是好?难道就找不到一位安全、忠诚、强大、不受暗算的同行者吗?
οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.
他便如此集中注意,领悟到:只要将自己编入神的行列,他就能安全地穿行。
πῶς λέγεις προσκατατάξαι;— ἵνʼ, ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδʼ αὐτὸς θέλῃ.
“你说‘编入行列’是什么意思?”——意思就是,凡祂所愿的,自己也愿;凡祂所不愿的,自己也不愿。
- 4.1.84ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον
连词 ἵνα 后接不定过去时虚拟式 σχῇ。承接前句的否定判断(“对于不取决于意志之物一概不予渴求”),在此带有反诘色彩,说明否定某种荒谬的目的或结果:“难道还会叫那非理性的冲动有立足之地吗?”
- 4.1.86μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν
μή τι 引导预期得到否定回答的修辞反问句。承接前文的条件从句 ἂν ... καθέλωμεν(虚拟式),主句采用了直陈式完成时 ἀποβεβλήκαμεν,构成生动的反问:“就算我们拆毁了城中的卫城,难道我们就抛弃了热病乃至内心的暴君吗?”意即“绝非如此”。
- 4.1.89προσκατατέταχά μου τὴν ὁρμὴν τῷ θεῷ
复合动词 προσκατατάσσω(“编入……行列 / 隶属”)具有军事编队的涵义。此处指将自己的冲动(ὁρμή)编入神的安排与意旨之中,与后文行路人将自己编入显贵队伍(προσκατατάξας ἑαυτόν)的比喻形成严格的前后呼应。
- 4.1.93ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ;
不定代词 τις 与虚拟式(καταφύγῃ, παρέλθῃ)连用,构成第三人称审议虚拟式(deliberative subjunctive),生动刻画了人在困境中自我发问、寻觅出路的思虑过程:“人当逃往何处?当如何穿过?”
