← 爱比克泰德

谈话录

§4.1.69-4.1.83

内在判断的自主与对身体外物的态度

论证了唯有同意、冲动、渴求等内在心灵活动才是畅通无阻且真正属于自我的,而身体与外在财产皆受制于人,应当如对待负重的小驴一般随时准备放手舍弃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.69

μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει;1 — οὐδείς. — οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος.

“有人能迫使你同意虚妄之事吗?”“没有人能。”“因此,在同意的领域中,你是畅通无阻、不受妨碍的。”

§4.1.70

— ἔστω. — ἄγε, ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι;2 — δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μʼ ὁρμῆσαι. — ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ;

“就算如此吧。”“那么,有人能强迫你对你不愿意的事物生起冲动吗?”“能;因为当他用死亡或监禁来威胁我时,他就强迫我生起冲动了。”“那么,如果你轻视死亡和监禁,你还会理会他吗?”

§4.1.71

— οὔ. — σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; — ἐμόν. — σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; — ἔστω ἐμόν. — τὸ δʼ ἀφορμῆσαι τίνος;

“不会。”“那么,轻视死亡是你自己的分内之事,还是不属于你?”“属于我。”“因此,生起冲动也是属于你的,还是不属于你?”“就算属于我吧。”“那么抑制冲动属于谁呢?

§4.1.72

σὸν καὶ τοῦτο. — τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ;3 — τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; — οὔ· ἀλλὰ τὸ σωμάτιον. — ναί, ὡς λίθον. — ἔστω· ἀλλʼ οὐκέτι ἐγὼ περιπατῶ.

这也属于你。”“那么,要是我生起走路的冲动,而那个人阻碍了我,又该如何呢?”“他会阻碍你的什么呢?难道会是你的同意吗?”“不会,而是我这具可怜的身体。”“是的,就像阻碍一块石头一样。”“就算如此;但我毕竟不能再走路了。”

§4.1.73

— τίς δέ σοι εἶπεν τὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι· ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν.

“又有谁对你说过‘走路是你不受阻碍的事业’呢?因为我曾说过,唯有那一件事是不受阻碍的——那就是冲动;而在需要身体以及身体配合的地方,你早就听说过,没有一样是属于你的。”

§4.1.74

— ἔστω καὶ ταῦτα. — ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; — οὐδείς. — προθέσθαι δʼ ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις;

“这些也就算成立吧。”“那么,有人能强迫你渴求你不愿渴求之物吗?”“没有人能。”“或者强迫你去筹划、去尝试,或者简言之去运用呈现在眼前的表象吗?”

§4.1.75

— οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;

“连这也不能;但我渴求时,他会阻碍我得到我所渴求之物。”“如果你渴求属于你自己的事物和不受阻碍的事物,他怎能阻碍你呢?”“绝不可能。”“那么,谁曾对你说过,渴求外在事物的人是不受阻碍的呢?”

§4.1.76

Ὑγείας οὖν μὴ ὀρέγωμαι;— μηδαμῶς, μηδʼ ἄλλου ἀλλοτρίου μηδενός.

“那我难道不该渴求健康吗?”“决不可渴求,也不可渴求任何其他外在之物。

§4.1.77

ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπʼ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν· εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, ἂν θαυμάσῃς τῶν μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς.4 — ἡ χεὶρ οὐκ ἔστιν ἐμή;

因为凡不是由你依己所愿去获取或保持的,就是外在之物。不仅你的双手要远离它,更要远远早于双手让你的渴求远离它;否则,你便是将自己出卖为奴,把脖子套上了枷锁——只要你倾心于那些不属于你的事物中的任何一件,只要你依恋任何易受支配且必朽之物。”“我的手难道不是我的吗?”

§4.1.78

— μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου.

“它是你的一个肢体,但本质上是泥土,易受阻碍,易受强迫,是一切更强大者的奴隶。

§4.1.79

καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφʼ ὅσον ἂν οἷόν τε ᾖ, ἐφʼ ὅσον ἂν διδῶται· ἂν δʼ ἀγγαρεία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον.

我何必只对你谈手呢?你应该把整个身体看作一头驮着货物的驴子,只要可能,只要它还被赋予你,就这样保有它;但如果遇到官府征用,有士兵将它征走,你就放手吧,不要抗拒,也不要抱怨。否则,你挨了鞭打之后,还是同样会失去驴子。

§4.1.80

ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον ἢ τὸ ὀνάριον.

而当你必须对身体持这种态度时,且看关于为身体所准备的其他一切事物还剩下什么。当身体是一头小驴时,其余的事物便成了小驴的缰绳、鞍座、小蹄铁、大麦和草料。也放开那些东西吧,比放开小驴更快、更容易地舍弃它们。

§4.1.81

καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας5 τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα;

当你做好了这种准备,做好了这种操练——将外在之物与自身之物区分开,将易受阻碍之物与不受阻碍之物区分开,认为这些关乎自己而那些不关乎自己,将渴求专一倾注于此,将回避专一倾注于此——你还会害怕任何人吗?”

§4.1.82

— οὐδένα. — περὶ τίνος γὰρ φοβήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφελέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον ἢ τὸν θεόν.6

“谁也不怕。”“因为你还能为着什么而害怕呢?为了你自己的事物,即那对你而言善与恶的本质所在之处吗?谁对这些拥有权力呢?谁能夺走它们,谁能阻碍它们?正如没有人能阻碍神一样,谁也不能!

§4.1.83

ἀλλʼ ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας ἢ διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον ἀτυχῇς καὶ δυστυχῇς;

难道你是为了身体和财产、为了外在之物、为了与你毫无干系之物而害怕吗?从一开始除了区分属于你的与不属于你的、取决于你的与不取决于你的、易受阻碍的与不受阻碍的之外,你还操练过什么呢?你究竟是为了什么而投奔哲学家的?难道是为了让自己依然遭遇不幸与痛苦吗?”

语法注6 条
  1. 4.1.69μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει;

    引导直接疑问句的虚词 μή 表示预期的否定回答(“难道有人能……吗?”),与对话者随后的回答 οὐδείς(“没有人能”)完全呼应。

  2. 4.1.70ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι;

    语序倒装(hyperbaton)。不定式 ὁρμῆσαι 被置于句首,在句法上从属于动词短语 δύναται ἀναγκάσαι(“有人能强迫你生起冲动吗?”),动作本身因受到强调而被提前。

  3. 4.1.72ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ;

    ἐμοῦ ὁρμήσαντος 为属格独立结构,表示时间或条件(“当我生起走路的冲动时”),尽管它指涉的对象与主句中受 κωλύσῃ 支配的宾格代词 με 相同。不定式 περιπατῆσαι 作为补充成分修饰分词 ὁρμήσαντος。

  4. 4.1.77ἂν θαυμάσῃς τῶν μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς.

    结构上,θαυμάσῃς 支配部分属格 τῶν μὴ σῶν(“如果你倾心于不属于你的事物[中的某一件]”),随后的关系从句 ᾧτινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς 进一步阐明其具体对象(动词 προσπαθέω 接与格,意为“依恋、动情于”)。

  5. 4.1.81καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας

    两个分词(παρασκευασάμενος 和 ἀσκήσας)均带有同源宾格(cognate accusative),构成一个长大的分词短语,为主要疑问句 μή τι ἔτι φοβῇ τινα 提供前提条件。随后的几个不定式(διακρίνειν, ἡγεῖσθαι, ἔχειν)对“操练”(ἄσκησις)的具体内容起同格说明作用。

  6. 4.1.82οὐ μᾶλλον ἢ τὸν θεόν.

    承接前文疑问“谁能阻碍它们?”的惯用省略比较结构:“[没有人能阻碍它们,] 正如[没有人能阻碍]神一样。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.69-4.1.83