- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.100-4.1.112
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了与神的旨意相符而生活,必须将万物视为神的暂时借借,并通过日常操练放下一切执念。
— πῶς οὖν τοῦτο γένηται; — πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ1 τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλιπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπʼ ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα.
——那么,这该如何达成呢? ——除了考察神的冲动与统摄之外,还能怎样呢?祂把什么作为我自己的、我有自主权之物赐给了我,又把什么留给了祂自己?祂把那些取决于意志的事物赐给了我,置于我的权柄之下,毫无阻碍,不受羁绊。祂又怎能使这泥造的肉躯不受羁绊呢?因此,祂将它连同财产、器皿、房屋、子女、妻子,一并顺服于万物的运行周期。
τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφʼ ὅσον δύναται. ἀλλʼ ὁ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλίθιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλʼ ἔτι πρότερον ἄδικος.
那么,我为何还要对抗神呢?我为何还要希求那些不该希求之物,那些绝未赐予我可以执意占有之物呢?那么该如何占有?按照所赐予的方式,以及在可能的时间限度之内。然而,赐予者又将其收回。那我为何还要抗拒?我且不说强逼更强者会显得愚蠢,在此之前,这早已是不义了。
πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; ὁ πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πεποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δʼ ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς;
因为我究竟是从何处带着这些东西来到世上的?我父亲给的。那谁又给的他呢?是谁造了太阳,谁造了果实,谁造了四季,谁造了人与人之间的交织与社群?
εἶτα σύμπαντα εἰληφὼς παρʼ ἄλλου καὶ αὐτὸν σεαυτόν, ἀγανακτεῖς καὶ μέμφῃ τὸν δόντα, ἄν σού τι ἀφέληται;
既然你的一切都是从别人那里领受来的,包括你自己,那么当赐予者从你那里取走某物时,你竟愤愤不平、怨恨祂吗?
τίς ὢν καὶ ἐπὶ τί ἐληλυθώς; οὐχὶ ἐκεῖνός σε εἰσήγαγεν; οὐχὶ τὸ φῶς ἐκεῖνός σοι ἔδειξεν; οὐ συνεργοὺς δέδωκεν; οὐ καὶ αἰσθήσεις; οὐ λόγον; ὡς τίνα δὲ εἰσήγαγεν; οὐχ ὡς θνητόν; οὐχ ὡς μετὰ ὀλίγου σαρκιδίου ζήσοντα ἐπὶ γῆς καὶ θεασόμενον τὴν διοίκησιν αὐτοῦ καὶ συμπομπεύσοντα αὐτῷ καὶ συνεορτάσοντα πρὸς ὀλίγον;
你是谁,又是为何而来的?难道不是祂引你进来的吗?难道不是祂向你展示了光明?难道没有赐予你协作者吗?难道没有赐予你感官吗?难道没有赐予你理性吗?祂又是把你当作何种人引进来的?难道不是当作一个终有一死的人吗?难道不是当作一个带着微薄肉躯在地上生活,观赏祂的统摄,同祂一道巡行,并同祂一起参与片刻节庆的人吗?
οὐ θέλεις οὖν, ἕως δέδοταί σοι, θεασάμενος τὴν πομπὴν καὶ τὴν πανήγυριν εἶτα, ὅταν σʼ ἐξάγῃ, πορεύεσθαι προσκυνήσας καὶ εὐχαριστήσας ὑπὲρ ὧν ἤκουσας καὶ εἶδες;
那么,难道你不愿意在准许你的时候,观赏了游行与盛大集会,随后在祂领你退场之时,俯伏敬拜并为你所听见和看见的一切献上感谢而去吗?
οὔ· ἀλλʼ ἔτι ἑορτάζειν ἤθελον. καὶ γὰρ οἱ μύσται μυεῖσθαι;2 τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλλους ἀθλητὰς βλέπειν· ἀλλὰ ἡ πανήγυρις πέρας ἔχει· ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων· δὸς ἄλλοις τόπον· δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δʼ οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπολείπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς τὸν κόσμον;
“不,我还想继续过节。” 秘仪入会者难道也想没完没了地受启蒙吗?大概在奥林匹亚的人也想继续看别的竞技者吧;然而盛大集会终有结束之时。走出去吧,作为一个心怀感激、知礼谦逊的人离去;给他人腾出地方。别人也必须出生,正如你曾经出生一样;既然出生,就必须拥有土地、住所和生活所需。如果先来的人不让开,还能剩下什么?你为何贪得无厌?为何永不知足?为何要让宇宙拥挤不堪?
— ναί· ἀλλὰ τὰ τεκνία μετʼ ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. — σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκστήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι;
——对,但我想要小小的孩子们和妻子留在自己身边。 ——难道他们是你的吗?难道不是属于那位赐予者,那位创造了你者的吗?那么,你难道不肯放弃属于身外之物吗?难道不肯让步给更优越者吗?
— τί οὖν μʼ εἰσῆγεν ἐπὶ τούτοις; — καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε· οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵνʼ ἐπικροτῶσι μᾶλλον, ἐπιθειάζωσιν, ὑμνῶσι δὲ τὴν πανήγυριν.
——那祂为何要依这些条件引我进来呢? ——如果你不称心,那就走出去。祂不需要怨天尤人的观众。祂需要的是同乐者、同舞者,以便他们更多地拍手喝彩、赞美神明、歌颂集会盛典。
τοὺς ἀταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως· οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδʼ ἐξεπλήρουν τὴν χώραν τὴν πρέπουσαν, ἀλλʼ ὠδυνῶντο, ἐμέμφοντο τὸν δαίμονα, τὴν τύχην, τοὺς συνόντας· ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων,3 ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς τῆς νῦν ζητουμένης ἐλευθερίας.
至于那些怯懦懒惰之人,神即使看到他们被排除在盛会之外,也不会觉得不快。因为他们即便在场,也过得不像是在过节,没有尽到应有的本分,而是痛苦不堪,抱怨神明、命运与同伴;对所蒙受的恩惠,以及为抵御逆境所领受的自身能力——豁达、高贵、勇敢,乃至眼前所探求的自由本身——全都麻木不仁。
— ἐπὶ τί οὖν εἴληφα ταῦτα; — χρησόμενος.4 — μέχρι τίνος; — μέχρις ἂν ὁ χρήσας θέλῃ. — ἂν οὖν ἀναγκαῖά μοι ᾖ; — μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴπῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν.
——那我为何领受这些东西呢? ——为了使用它们。 ——到何时为止? ——只要借出者愿意,就到何时。 ——要是它们对我而言是必需的呢? ——不要对它们产生执恋,它们便不是必需的。只要你自己不对自己说它们是必需的,它们就不是必需的。
ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστοτάτων ἀρξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθʼ οὕτως ἐπὶ χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ ἀγρίδιον· ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς.
这一修炼本应从早到晚去操练。从最微小的事物开始,从最易受损的事物开始,从一口锅、一只杯子开始;然后再这样逐步扩展到一件小短袍、一只小狗、一匹小马、一小块田地;由此再扩展到你自己、肉体、肢体、子女、妻子、兄弟。
πανταχοῦ περιβλέψας ἀπόρριψον ἀπὸ σεαυτοῦ· κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι συμπέφυκεν, μή τι ὀδυνήσει σʼ ἀποσπώμενον.
环顾四周,把它们从你自身抛除;净化信念,免得非属于你之物粘附于你,与你长合在一起,并在被剥离时令你痛苦。
- 4.1.100ἐπισκεψαμένῳ
与格分词 ἐπισκεψαμένῳ 与上句 γένηται 所暗含的泛指间接宾语(“对某人而言”)一致。整句为一个省略句式:πῶς γὰρ ἄλλως [γένοιτʼ ἄν] ἢ ἐπισκεψαμένῳ...(“除了对一个审视了……的人之外,又怎能[发生]呢?”)。
- 4.1.106καὶ γὰρ οἱ μύσται μυεῖσθαι;
承接前句的 ἤθελον 而省略谓语动词的修辞性疑问句:καὶ γὰρ οἱ μύσται [ἤθελον ἂν ἀεὶ] μυεῖσθαι;(“难道入会者也[总想]不断受启蒙吗?”),以此反驳对方想要没完没了过节的非分之想。
- 4.1.109ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων
主格复数形容词 ἀναίσθητοι 用作述语性同位语,承接前述动词 ὠδυνῶντο 和 ἐμέμφοντο 的主语,支配属格短语 ὧν ἔτυχον(从 τούτων ὧν ἔτυχον 吸引而来)和 τῶν ἑαυτῶν δυνάμεων,意为“对他们所获得的恩惠以及自身的潜能皆麻木不仁”。
- 4.1.110χρησόμενος
将来时分词 χρησόμενος 表示目的(“为了使用”)。接下来的 ὁ χρήσας 则是动词 χράω 的主动语态不定过去时分词,意为“出借者”,在此构成了主动语态 χρᾶν(借出)与中间语态 χρῆσθαι(借用、使用)之间的词汇对照与双关。
