- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.56-4.1.68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凡受制于他人阻碍与强迫者皆为奴隶,对身外之物的渴求使人受制于众多主人。唯有“生活的知识”才能带来真正的自主与自由,由此开启了对身体、财产等不取决于我们之事的逐一审视。
— ἔστω καὶ ταῦτα. — δοκεῖ δέ σοι ἡ ἐλευθερία αὐτεξούσιόν τι εἶναι καὶ αὐτόνομον; — πῶς γὰρ οὔ; — ὅντινα οὖν ἐπʼ ἄλλῳ κωλῦσαι ἔστι καὶ ἀναγκάσαι,1 θαρρῶν λέγε μὴ εἶναι ἐλεύθερον.
——这些就算成立吧。 ——那么在你看来,自由是某种自主且独立自决的事物吗? ——怎么会不是呢? ——因此,凡是别人有权阻碍和强迫的人,你都可以大胆宣称他不是自由的。
καὶ μή μοι πάππους αὐτοῦ καὶ προπάππους βλέπε καὶ ὠνὴν ζήτει καὶ πρᾶσιν, ἀλλʼ ἂν ἀκούσῃς λέγοντος ἔσωθεν καὶ ἐκ πάθους κύριε, κἂν δώδεκα ῥάβδοι προάγωσιν, λέγε δοῦλον· κἂν ἀκούσῃς λέγοντος τάλας ἐγώ, οἷα πάσχω, λέγε δοῦλον· ἂν ἁπλῶς ἀποκλαιόμενον ἴδῃς, μεμφόμενον, δυσροοῦντα, λέγε δοῦλον περιπόρφυρον ἔχοντα.
你可别去看他的祖父和曾祖父,也别去查验买卖文契;只要你听见他发自内心且充满情感地喊道: “主人啊!” 即使有十二名扈从在他前头开道,也要说他是奴隶。如果你听见他说: “可怜的我,承受着怎样的折磨!” 也要说他是奴隶。如果你哪怕只是看见他痛哭流涕、怨天尤人、境遇坎坷,也要说他是一个身披紫边袍的奴隶。
ἂν οὖν μηδὲν τούτων ποιῇ, μήπω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά· κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν Σατορναλίοις· λέγε, ὅτι ὁ κύριος αὐτοῦ ἀποδημεῖ· εἶθʼ ἥξει καὶ γνώσῃ οἷα πάσχει.
如果他并未做出上述任何举动,也不要过早说他是自由的,而是要考察他的判断原则,看是否有任何受强迫的、受阻碍的、招致坎坷的;如果发现他是如此,就要说他是一个在萨图尔努斯节期间享受休战期的奴隶;要说他的主人出门在外了;随后主人就会回来,你便会知道他承受怎样的苦难。
— τίς ἥξει; — πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπʼ αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἢ ἀφελέσθαι. — οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; — οὕτως. τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν·2 ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν κυρίους εἶναι·
——谁会回来? ——凡是对他所渴望的任何事物拥有权力以予以提供或剥夺的人,都会回来。 ——那么我们竟有如此多的主人吗? ——确实如此。因为在这些人之前,我们把外在事物当成了主人;而那些事物是极多的。因此,那些对其中任何事物拥有权力的人,必然也就成了主人。
ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φοβεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι ᾖ πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν, στρατηγίαν, ὑπατείαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶμεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχοντας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς προσκυνοῦμεν· ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθʼ ὑποτάσσομεν κακῶς οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν.3 ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς.
因为实际上没有人畏惧凯撒本人,而是畏惧死亡、流放、被剥夺财产、监禁和被褫夺公民权。也没有人喜爱凯撒,除非他极有德行;相反,我们喜爱的是财富、保民官职、裁判官职和执政官职。当我们喜爱、憎恨并畏惧这些事物时,那些对它们拥有权力的人必然就是我们的主人。正因如此,我们甚至把他们当作神明来膜拜;因为我们认为,凡拥有提供最大利益之权力的存在都是具有神性的,随后我们又错误地附加了小前提: “然而此人拥有提供最大利益的权力。” 那么,从这些前提所推导出的结论必然也是错误的。
τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδʼ ὑπατεία οὐδʼ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι.
那么,究竟是什么使人不受阻碍且能够自主呢?因为财富不能做到,执政官职、行省总督职或王位也不能做到,必须找到别的什么。
τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; — ἡ ἐπιστήμη τοῦ γράφειν. — τί δʼ ἐν τῷ κιθαρίζειν; — ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. — οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν.
那么,在书写中让人不受阻碍、畅通无阻的是什么? ——是书写的知识(技艺)。 ——在弹奏齐特拉琴时呢? ——是弹奏齐特拉琴的知识。 ——那么,在生活之中,也就是生活的知识了。
ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον;
如此大略而言,你已经听到了;但还要从具体的个别事项中来考察它。渴望任何处于他人掌控之中的事物的人,可能不受阻碍吗? ——不可能。 ——可能畅通无阻吗?
— οὔ. — οὐκοῦν οὐδʼ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφʼ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφʼ ἡμῖν ἐστιν, τὰ δʼ ἐπʼ ἄλλοις;
——不可能。 ——因此,他也不可能自由。那么请看:究竟是我们没有任何只取决于我们自己的东西,还是凡事都取决于我们,抑或有些事情取决于我们,而另一些取决于他人?
— πῶς λέγεις; — τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; — οὐκ ἐπʼ ἐμοί. — ὅταν δʼ ὑγιαίνειν; — οὐδὲ τοῦτο. — ὅταν δὲ καλὸν εἶναι; — οὐδὲ τοῦτο. — ζῆν δὲ καὶ ἀποθανεῖν; — οὐδὲ τοῦτο. — οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου.
——你这话是什么意思? ——当你想要身体健全时,这取决于你还是不取决于你? ——不取决于我。 ——当你想要健康时呢? ——也不取决于我。 ——当你想要容貌俊美时呢? ——也不取决于我。 ——而生存与死亡呢? ——也不取决于我。 ——因此,身体是外在于己之物,受制于一切更强大者。
— ἔστω. — τὸν ἀγρὸν δʼ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφʼ ὅσον θέλεις καὶ οἷον θέλεις; — οὔ. — τὰ δὲ δουλάρια; — οὔ. — τὰ δʼ ἱμάτια; — οὔ. — τὸ δὲ οἰκίδιον; — οὔ. — τοὺς δʼ ἵππους; — τούτων μὲν οὐδέν. — ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; — οὐδὲ ταῦτα.
——就算如此吧。 ——那么,在你想要的时候、依你所希望的时间长短和形式拥有田产,是取决于你吗? ——不是。 ——小奴隶们呢? ——不是。 ——衣物呢? ——不是。 ——小房屋呢? ——不是。 ——马匹呢? ——这些全都不取决于我。 ——而如果你无论如何都想要你的儿女、妻子、兄弟或朋友活下去,这取决于你吗? ——这些也不取决于我。
πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; — οὐκ οἶδα. — ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό.
——那么,究竟是你没有任何只取决于你一人的自主之物,还是你拥有某种这样的东西? ——我不知道。 ——那么就以这种方式来看,并考察它吧。
- 4.1.56ὅντινα οὖν ἐπʼ ἄλλῳ κωλῦσαι ἔστι καὶ ἀναγκάσαι
关系代词 ὅντινα 是不定式 κωλῦσαι 与 ἀναγκάσαι 的逻辑宾语,介词短语 ἐπʼ ἄλλῳ 与无人称动词 ἔστι 结合,表“在另一人的权力/掌控之下”,整句意为“凡是他人有权阻碍和强迫的人”。
- 4.1.59τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν
动词 ἔχομεν 构成的双重宾格结构,以 τὰ πράγματα 为直接宾语,以 προτέρους τούτων κυρίους 为宾语补足语(“我们将外在事物视作先于这些人存在的主人”)。τούτων 是受比较级 προτέρους 支配的比较属格。
- 4.1.61εἶθʼ ὑποτάσσομεν κακῶς οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν
动词 ὑποτάσσω 在此为逻辑学/三段论术语,意为“置入小前提”或“加以归摄”。针对大前提“凡掌管最大利益者皆为神明”,人们错误地附加上了“此人掌管最大利益”这一小前提,从而导致推导谬误。
