- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.43-4.1.55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节揭示了人类不幸的根源在于预知概念的错误应用,哪怕是成为凯撒的朋友而飞黄腾达之人,也在恐惧与奴役的痛苦中挣扎。通过问答论证,自由并非外在身份或财产归属,而是一种不受阻碍、不卑躬屈膝的内心崇高状态。
ἡμεῖς δʼ ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλʼ ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. ὁ δʼ ὅτι πτωχός ἐστιν, ὁ δʼ ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δʼ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν.1 τοῦτο δʼ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι.
但我们每个人却各有不同的想法。有人以为是因为生病——绝非如此,而是因为他未能应用预知概念;另一个人以为是因为贫穷,又有人以为是因为父母严苛,对另一个人而言则以为是因为凯撒对他不悦。然而祸患的起因只有一个,也是唯一的:那就是不懂得如何应用预知概念。
ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλʼ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν.
因为谁会没有关于恶的预知概念呢?知道恶是有害的,是应当逃避的,是必须千方百计予以排除的。预知概念与预知概念之间并不冲突,冲突发生在将其付诸应用之时。
τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον· ἀπῆλθεν, ἀπέπεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον· ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν.
那么,这一有害且当避开的恶究竟是什么呢?有人说是未能成为凯撒的朋友;他偏离了方向,错失了应用,陷入痛苦,寻找着与当务之急毫无干系的事物;因为即使他如愿成了凯撒的朋友,他也依然没有得到自己所寻求之物。
τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα φίλον;
因为凡人所寻求的究竟是什么呢?是心神安定,是幸福,是凡事皆如己意,是不受阻碍,不受强迫。那么,当他成了凯撒的朋友之后,他就不再受阻、不再受强迫了吗?他的心神安定、生活顺遂了吗?我们该去向谁请教?我们又有谁比这个当事人——这位成了朋友的人——更为可靠呢?
ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτι παῦσαι, τοὺς θεούς σοι,2 ἐμπαίζων μου τῇ τύχῃ· οὐκ οἶδας, οἷα πάσχω τάλας· οὐδʼ ὕπνος ἐπέρχεταί μοι, ἀλλʼ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν· εἶτα ταραχαί, εἶτα φροντίδες.
走到众人中间来告诉我们吧:你何时入睡更为安宁,是现在,还是在成为凯撒的朋友之前?你立刻就会听见他说: “看在诸神的份上,求你别再拿我的遭遇开玩笑了!你不知道可怜的我承受着怎样的折磨:连睡眠都不临到我,反而总有人跑来说:‘他已经醒了,他马上就要出来了’;接着便是骚乱,接着便是忧心忡忡。”
ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει· ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλʼ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον.
来吧,你何时就餐更为顺心,是现在,还是从前?听听关于这些他又怎么说:只要没被召见,他就痛苦万分;若被召见,他就在主人身旁像奴隶一样就餐,时时刻刻留神,唯恐说错一句话或做错一件事。你以为他在恐惧什么?是像奴隶那样挨鞭子吗?他怎么可能有那么好的福气!而是正如一位位高权重之人、作为凯撒的朋友所相称的那样,他唯恐丢了脑袋。
ἐλούου δὲ πότʼ ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν ἢ τὸν τότε;
你何时沐浴更为宁静?何时锻炼更有闲暇?总之,现在的生命与当年的生命,你更愿意过哪一种呢?
ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἢ ἀναλήθης, μὴ ἀποδύρασθαι3 τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν ᾖ φίλτερος.
我敢发誓,绝没有任何人迟钝或不诚实到不为自己的不幸而痛哭哀叹的地步,而且他同凯撒越亲近,就越是如此。
ὅταν οὖν μήτε οἱ βασιλεῖς λεγόμενοι ζῶσιν ὡς θέλουσι μήθʼ οἱ φίλοι τῶν βασιλέων, τίνες ἔτι εἰσὶν ἐλεύθεροι; — ζήτει καὶ εὑρήσεις. ἔχεις γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως πρὸς εὕρεσιν τῆς ἀληθείας. εἰ δʼ αὐτὸς οὐχ οἷός τε εἶ κατὰ ταύτας ψιλὰς πορευόμενος εὑρεῖν τὸ ἑξῆς, ἄκουσον παρὰ τῶν ἐζητηκότων.
那么,当既被称为国王的人不能按自己的意愿生活,国王的朋友们也不能时,究竟还有谁是自由的呢?——去寻找吧,你就会找到;因为你从自然那里获得了发现真理的资财(线索)。但如果你自己无法仅循着这些线索找到接下来的结论,那就去向那些已经探求过的人倾听吧。
τί λέγουσιν; ἀγαθόν σοι δοκεῖ ἡ ἐλευθερία; — τὸ μέγιστον. — δύναται οὖν τις τοῦ μεγίστου ἀγαθοῦ τυγχάνων κακοδαιμονεῖν ἢ κακῶς πράσσειν; — οὔ. — ὅσους οὖν ἂν ἴδῃς κακοδαιμονοῦντας, δυσροοῦντας, πενθοῦντας, ἀποφαίνου θαρρῶν μὴ εἶναι ἐλευθέρους. — ἀποφαίνομαι.
他们说什么?在你看来自由是善吗?——是最大的善。——那么,得到最大善的人可能陷入不幸或境遇悲惨吗?——绝不可能。——因此,凡是你看到那些不幸的、身处困境的、哀叹悲痛的人,你都可以大胆断定他们不是自由的。——我断定如此。
— οὐκοῦν ἀπὸ μὲν ὠνῆς καὶ πράσεως καὶ τῆς τοιαύτης ἐν κτήσει κατατάξεως ἤδη ἀποκεχωρήκαμεν. εἰ γὰρ ὀρθῶς ὡμολόγησας ταῦτα, ἄν τε μέγας βασιλεὺς κακοδαιμονῇ, οὐκ ἂν ἐλεύθερος, ἄν τε μικρὸς ἄν θʼ ὑπατικὸς ἄν τε δισύπατος. — ἔστω.
——如此看来,我们已经摆脱了买卖以及诸如此类在财产归属上的划分。因为如果你对这些是正确认同的,那么大王也好,只要陷入不幸就不会是自由的,小王也好,当过执政官的也罢,乃至两度任执政官的也一样。——就算如此吧。
ἔτι οὖν ἀπόκριναί μοι κἀκεῖνο· δοκεῖ σοι μέγα τι εἶναι καὶ γενναῖον ἡ ἐλευθερία καὶ ἀξιόλογον; — πῶς γὰρ οὔ; — ἔστιν οὖν τυγχάνοντά τινος οὕτως μεγάλου καὶ ἀξιολόγου καὶ γενναίου ταπεινὸν εἶναι; — οὐκ ἔστιν.
——那么再回答我这个问题:在你看来,自由是某种伟大、高尚且值得称道的事物吗?——怎么会不是呢?——那么,得到了如此伟大、值得称道且高尚之物的人,可能是卑贱低下的吗?——不可能。
— ὅταν οὖν ἴδῃς τινὰ ὑποπεπτωκότα ἑτέρῳ ἢ κολακεύοντα παρὰ τὸ φαινόμενον αὐτῷ, λέγε καὶ τοῦτον θαρρῶν μὴ εἶναι ἐλεύθερον· καὶ μὴ μόνον, ἂν δειπναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν ὑπατείας. ἀλλʼ ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δʼ, ὡς εἰσὶν ἄξιοι, μεγαλοδούλους.
——因此,当你看到有人屈从于他人,或者违背自己的心意阿谀奉承时,你也可以大胆宣称这个人不是自由的;不仅当他为了一顿微薄的便饭而如此行事时是这样,即便他是为了一个行省总督或执政官之职而这么做,也是如此。只不过,要把那些为了微末小事如此行事的人称为小奴隶,而把这些人——正如他们所配得的——称为大奴隶。
- 4.1.43τῷ δʼ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν
相较于此前的主格并列结构(ὁ μὲν... ὁ δʼ...),此处转用了表示判断或关涉的与格 τῷ(“在某人看来”/“对某人而言”),承接前文省略的思考动词(οἰόμεθα),属于修辞上的格位转换(破格语法)。
- 4.1.47τοὺς θεούς σοι
这是一种口语中表示恳求或发誓的惯用表达,省略了介词 πρός 而直接使用所呼求的神灵之宾格(τοὺς θεούς),并附带表示向对方恳求的伦理性与格(σοι),意为“看在诸神的份上求你”或“向诸神起誓”。
- 4.1.50μὴ ἀποδύρασθαι
紧承 οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος 的结果或限定不定式结构,省略了连词 ὥστε。尽管主句带有强否定词(οὐδείς),不定式的否定仍遵循 ὥστε μή 的规则使用否定词 μή。
