- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.23-4.1.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过动物被驯化与捕获的例子,论证了真正的自由在于至死不屈的自主;同时揭示了渴望获释与晋升的奴隶因错误应用预知概念而陷入更深奴役的境况。
μηδʼ ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτʼ ἐλευθερίαν.
自由也绝非既不欲求也不恐惧。
σκέψαι δʼ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας.
请看在动物身上,我们是如何运用自由这一概念的。
λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθʼ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δʼ ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δʼ ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων;
人们将狮子关在笼中驯养,喂养它们,有些人甚至随身携带着它们。可是谁会称这样的狮子为自由的呢?难道不是生活得越安逸,就越具有奴性吗?又有哪只狮子若获得了感知与理性,会愿意成为这些狮子中的一员呢?
ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ ὑπομένει τὴν τοιαύτην διεξαγωγήν, ὅσα δʼ οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν.1 οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι.
来吧,那些鸟儿在被捕获并关在笼中喂养时,它们在试图逃脱时承受了怎样的折磨!它们中的一些宁可绝食而死,也不愿忍受这样的生存状态;而那些侥幸活下来的,也是勉强、痛苦且日渐消瘦,一旦发现有任何微小的缝隙,就立刻跳了出去。它们就是如此渴望天性的自由,渴望自主且不受阻碍。
καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾁδειν ὅταν θέλω· σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις τί σοι κακόν ἐστιν;
“你在这里有什么不好的?” 你说的是什么话!我生来就应当飞往我想去的地方,生活在露天之下,想唱的时候就唱歌;你剥夺了我这一切,却还说: “你有什么不好的?”
διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλʼ ἅμα τε ἑάλω καὶ ἀποθανόντα διέφυγεν.
正因如此,我们只把那些不堪忍受被俘、一旦被捕便以死亡逃脱的动物称为自由的。
οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι· οὐ μᾶλλον, φησίν, ἢ τοὺς ἰχθύας.
正如第欧根尼在某处也说过,通向自由的唯一手段就是泰然赴死;他在给波斯国王的信中写道: “你无法奴役雅典人的城邦;”他说,“正如你无法奴役鱼类一样。”
πῶς; οὐ γὰρ λήψομαι αὐτούς; ἂν λάβῃς, φησίν, εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες. καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν·2 καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς παρασκευῆς ὄφελος;
“怎么会?难道我捕获不到他们吗?” “如果你抓住了他们,”他说,“他们就会立刻弃你而去,正如鱼儿一样。 因为鱼类中无论你抓住哪一条,它都会死去;而如果这些人被捕后也同样死去,你的征战备战对你又有何用呢?”
τοῦτʼ ἔστιν ἐλευθέρου ἀνδρὸς φωνὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρηκότος. ἂν δʼ ἀλλαχοῦ ζητῇς ἢ ὅπου ἐστίν, τί θαυμαστόν, εἰ οὐδέποτε αὐτὸ εὑρίσκεις;
这是一个严肃探究事物并理所当然地找到了真相的自由人的声音。但如果你到事物所在之外的地方去寻找自由,从未找到又有何奇怪呢?
ὁ δοῦλος εὐθὺς εὔχεται ἀφεθῆναι ἐλεύθερος. διὰ τί; δοκεῖτε, ὅτι τοῖς εἰκοστώναις ἐπιθυμεῖ δοῦναι ἀργύριον; οὔ· ἀλλʼ ὅτι φαντάζεται μέχρι νῦν διὰ τὸ μὴ τετυχηκέναι τούτου ἐμποδίζεσθαι καὶ δυσροεῖν.
奴隶一门心思想被释放为自由人。为了什么?你们以为是他渴望向征收二十分之一税的人交钱吗?不;而是因为他妄以为,自己直到现在受阻受挫,都是因为没有得到这个身份。
ἂν ἀφεθῶ, φησίν, εὐθὺς πᾶσα εὔροια, οὐδενὸς ἐπιστρέφομαι, πᾶσιν ὡς ἴσος καὶ ὅμοιος λαλῶ, πορεύομαι ὅπου θέλω, ἔρχομαι ὅθεν θέλω καὶ ὅπου θέλω.
“如果我被释放了,”他说,“立刻就会一帆风顺,我不在乎任何人,我作为同等和平等的人同所有人交谈,我想去哪里就去哪里,来自何处、前往何处全凭我意。”
εἶτα ἀπηλευθέρωται καὶ εὐθὺς μὲν οὐκ ἔχων, ποῖ φάγῃ, ζητεῖ, τίνα κολακεύσῃ, παρὰ τίνι δειπνήσῃ· εἶτα ἢ ἐργάζεται τῷ σώματι καὶ πάσχει τὰ δεινότατα κἂν σχῇ τινα φάτνην, ἐμπέπτωκεν εἰς δουλείαν πολὺ τῆς προτέρας χαλεπω τέραν ἢ καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δουλείαν ποθεῖ.
随后他被释放了,立刻无处觅食,四处寻找可以奉承谁、在谁家里吃晚饭;然后他要么出卖肉体劳力而遭受最可怕的折磨,即便谋得一份糊口之所,也陷入了比先前远为残酷的奴役;要么即便发了财,作为一个粗鄙之人,他爱上了一个卑贱的女仆,不幸之中哭天抢地,怀念起做奴隶的日子。
τί γάρ μοι κακὸν ἦν; ἄλλος μʼ ἐνέδυεν, ἄλλος μʼ ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλίγα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι δουλεύων ἀνθʼ ἑνός;
“我以前有什么不好的?有人给我衣服穿,有人给我鞋穿,有人喂饱我,有人在我生病时照料我,我只服侍他少许事情。可现在,可怜的我,服侍许多人而非一人,承受的是何等苦难!”
ὅμως δʼ ἐὰν δακτυλίους, φησίν, λάβω, τότε γʼ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα. πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος· εἶτα λαβὼν πάλιν ταὐτά.
“不过,”他说,“如果我能获得骑士金戒,那我就能过上最顺遂、最幸福的生活了。” 首先,为了得到它,他承受了他应得的折磨;随后得到了,又再次重演同样的折磨。
εἶτά φησιν ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν. στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην.
接着他说: “只要我去从军,我就能摆脱一切灾祸。” 他去从军了,承受着挨鞭子的奴才所承受的痛苦,却依然申请第二次、第三次出征。
εἶθʼ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.
随后,当他登上顶峰、成为元老院议员时,每当步入会场,他就成了奴隶,正在服着最堂皇、最光鲜的奴隶之役。
ἵνα μὴ μωρὸς ᾖ, ἀλλʼ ἵνα μάθῃ,3 ἃ ἔλεγεν ὁ Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις.
这一切,都是为了使他不至于愚蠢,而是学会苏格拉底所说的每一存在物究竟是什么,不再随意把预知概念生搬硬套在个别实体上。
τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν4 τοῖς ἐπὶ μέρους.
因为人类一切恶果的根源,正在于无法将共同的预知概念正确地应用到个别事物之上。
- 4.1.27ἐξεπήδησεν
虽为直陈式过去不定时,但并非表示过去的单次具体事实,而是与条件从句 κἂν ... εὕρῃ 相应,充当格言式过去不定时(gnomic aorist),表示“鸟儿一旦发现缝隙就会跳出”这一普遍规律与惯常行为。
- 4.1.31ἀπέθανεν
在泛指条件关系从句 ὃν ἂν λάβῃς 的主句中,未用现在时或将来时,而是使用了格言式过去不定时,以此强调捕获的鱼立刻死去这一必然且普遍的结果。
- 4.1.41ἵνα μὴ μωρὸς ᾖ, ἀλλʼ ἵνα μάθῃ
此处 ἵνα 引导的虚拟从句未伴随显式主句。在语境中,它承接上文对元老院议员荒谬奴役处境的讽刺,可理解为反讽或补充性的目的从句(“经历这一切,难道是为了不至于愚蠢……”),或承载省略了 δεῖ 的命令/应当含义(“应当使之不至于愚蠢,而是学会……”)。
- 4.1.42τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν
带冠词不定词短语(τὸ ... μὴ δύνασθαι)充当主语代词 τοῦτο 的同位语(说明性用法),具体指明何为人类一切恶果的“根源”(τὸ αἴτιον)。
