- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.1-4.1.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
真正的自由被定义为按自己的意愿生活;凡受激情或外部强迫所支配的人,即使身居高位也是奴隶,文中并借一位坠入情网的军人为例予以阐明。
ἐλεύθερός ἐστιν ὁ ζῶν ὡς βούλεται, ὃν οὔτʼ ἀναγκάσαι ἔστιν1 οὔτε κωλῦσαι οὔτε βιάσασθαι, οὗ αἱ ὁρμαὶ ἀνεμπόδιστοι, αἱ ὀρέξεις ἐπιτευκτικαί, αἱ ἐκκλίσεις ἀπερίπτωτοι.
自由的人是按自己的意愿生活的人,他既不能被强迫,也不能被阻碍,亦不能被暴力压服;他的动机不受阻挠,其欲望得以实现,其规避免于祸患。
τίς οὖν θέλει ζῆν ἁμαρτάνων; — οὐδείς. — τίς θέλει ζῆν ἐξαπατώμενος, προπίπτων, ἄδικος ὤν, ἀκόλαστος, μεμψίμοιρος, ταπεινός;
那么,有谁愿意在犯错中生活?——没有人。——有谁愿意在受骗、冒失、不义、放纵、怨天尤人、卑躬屈膝中生活?
— οὐδείς. — οὐδεὶς ἄρα τῶν φαύλων ζῇ ὡς βούλεται· οὐ τοίνυν οὐδʼ ἐλεύθερός ἐστιν.
——没有人。——因此,卑劣之辈中无一人是按自己的意愿生活的;从而,他也绝非自由之人。
τίς δὲ θέλει λυπούμενος ζῆν, φοβούμενος, φθονῶν, ἐλεῶν, ὀρεγόμενος καὶ ἀποτυγχάνων, ἐκκλίνων καὶ περιπίπτων;
又有谁愿意在悲痛、恐惧、嫉妒、怜悯中生活,在欲求却落空、规避却陷入其中生活?
— οὐδὲ εἷς. — ἔχομεν οὖν τινα τῶν φαύλων ἄλυπον, ἄφοβον, ἀπερίπτωτον, ἀναπότευκτον; — οὐδένα. — οὐκ ἄρα οὐδὲ ἐλεύθερον.
——没有一个人。——那么,卑劣之人中我们能否找到一个无悲痛、无恐惧、免于祸患、欲望不落空的人?——一个也没有。——因此,他们中也没有一个是自由的人。
ταῦτα ἄν τις ἀκούσῃ δισύπατος, ἂν μὲν προσθῇς ὅτι ἀλλὰ σύ γε σοφὸς εἶ, οὐδὲν πρὸς σὲ ταῦτα, συγγνώσεταί σοι.
如果一位两任执政官听到了这些话,只要你补充一句:“但您是明智的,这些话与您无涉”,他就会宽恕你。
ἂν δʼ αὐτῷ τὰς ἀληθείας εἴπῃς ὅτι τῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι,2 τί ἄλλο ἢ πληγάς σε δεῖ προσδοκᾶν;3
但如果你向他说出真话:“就你自己也是个奴隶而言,你与那些被卖过三次的人没有任何区别”,那么除了挨打,你还能指望什么呢?
πῶς γάρ, φησίν, ἐγὼ δοῦλός εἰμι; ὁ πατὴρ ἐλεύθερος, ἡ μήτηρ ἐλευθέρα, οὗ ὠνὴν οὐδεὶς ἔχει· ἀλλὰ καὶ συγκλητικός εἰμι καὶ Καίσαρος φίλος καὶ ὑπάτευκα καὶ δούλους πολλοὺς ἔχω.
“因为,”他说,“我怎么可能是奴隶?我父亲是自由人,母亲是自由人,没有人持有我的买契;不仅如此,我还是元老院议员,凯撒的朋友,做过执政官,还拥有许多奴隶。”
πρῶτον μέν, ὦ βέλτιστε συγκλητικέ, τάχα σου καὶ ὁ πατὴρ τὴν αὐτὴν δουλείαν δοῦλος ἦν4 καὶ ἡ μήτηρ καὶ ὁ πάππος καὶ ἐφεξῆς πάντες οἱ πρόγονοι.
首先,最尊贵的元老院议员啊,也许你的父亲受制于完全相同的奴役而为奴,你的母亲、你的祖父,乃至上溯的所有祖先亦然。
εἰ δὲ δὴ καὶ τὰ μάλιστα ἦσαν ἐλεύθεροι, τί τοῦτο πρὸς σέ; τί γάρ, εἰ ἐκεῖνοι μὲν γενναῖοι ἦσαν, σὺ δʼ ἀγεννής; ἐκεῖνοι μὲν ἄφοβοι, σὺ δὲ δειλός; ἐκεῖνοι μὲν ἐγκρατεῖς, σὺ δʼ ἀκόλαστος;
然而,即使他们确实是最彻底的自由人,这与你何干?如果他们高尚而你卑劣,他们无畏而你怯懦,他们克制而你放纵,那又如何?
καὶ τί, φησί, τοῦτο πρὸς τὸ δοῦλον εἶναι;— οὐδέν σοι φαίνεται εἶναι τὸ ἄκοντά τι ποιεῖν, τὸ ἀναγκαζόμενον, τὸ στένοντα πρὸς τὸ δοῦλον εἶναι;
“这与做奴隶,”他说,“又有什么关系?”——难道违背意愿行事、被迫行事、呻吟着行事,在你看来与做奴隶毫无关系吗?
— τοῦτο μὲν ἔστω, φησίν. ἀλλὰ τίς με δύναται ἀναγκάσαι, εἰ μὴ ὁ πάντων κύριος Καῖσαρ;
“就算如此吧,”他说。“可是除了万人之主凯撒,谁能强迫我呢?”
— οὐκοῦν ἕνα μὲν δεσπότην σαυτοῦ καὶ σὺ αὐτὸς ὡμολόγησας. ὅτι δὲ πάντων, ὡς λέγεις, κοινός ἐστιν, μηδέν σε τοῦτο παραμυθείσθω, ἀλλὰ γίγνωσκε, ὅτι ἐκ μεγάλης οἰκίας δοῦλος εἶ.
——这么说你自己也承认了至少有一个主人。至于他如你所说是万人的共同主人,这一点绝不要成为你的安慰;相反,你要认识到,自己是在一个高门大户中为奴。
οὕτως καὶ Νικοπολῖται ἐπιβοᾶν εἰώθασι νὴ τὴν Καίσαρος τύχην, ἐλεύθεροί ἐσμεν.
尼科波利斯的人们也正是习惯于这样呼喊:“凭凯撒的幸运发誓,我们是自由的!”
ὅμως δʼ, ἐάν σοι δοκῇ, τὸν μὲν Καίσαρα πρὸς τὸ παρὸν ἀφῶμεν, ἐκεῖνο δέ μοι εἰπέ· οὐδέποτʼ ἠράσθης τινός; οὐ παιδισκαρίου, οὐ παιδαρίου, οὐ δούλου, οὐκ ἐλευθέρου;
不过,如果你愿意,我们姑且先把凯撒搁在一边,但请告诉我:你难道从未爱上过什么人吗?无论是一个婢女、一个仆童、一个奴隶,还是一个自由人?
— τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἢ ἐλεύθερον;
——这与做奴隶还是自由人有什么关系?
— οὐδέποθʼ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτʼ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος.
——难道你从未被心爱的女人命令去做你不想做的事吗?难道你从未奉承过你自己的卑微小奴?难道你从未亲吻过他的双脚?然而,如果有人强迫你〔亲吻〕凯撒的〔双脚〕,你一定会视之为奇耻大辱和极端的暴政。
τί οὖν ἄλλο ἐστὶ δουλεία; νυκτὸς οὐδέποτʼ ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνάλωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων, ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος;
那么,奴役又是别的什么呢?难道你从未在夜间去过你不想去的地方?从未花费过你不想花费的钱财?从未在哀叹与呻吟中说话,忍受辱骂与闭门羹吗?
ἀλλʼ εἰ σὺ αἰσχύνῃ τὰ σαυτοῦ ὁμολογεῖν, ὅρα ἃ λέγει καὶ ποιεῖ ὁ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε ὁ Γέτας οὐ τολμᾷ ἐξελθεῖν, ἀλλʼ εἰ προσηναγκάζετο ὑπʼ αὐτοῦ, πόλλʼ ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυράμενος ἐξῆλθεν.
如果你耻于承认自己的处境,那就看看斯拉索尼德斯说了什么、做了什么吧。他经历的征战如此之多,也许连你也比不上。首先,他在夜间外出,而那时连盖塔都不敢出门;如果盖塔是被主人强迫出门,也必定是大声哭喊并哀叹自己悲惨的奴隶处境之后才出去的。
εἶτα, τί λέγει; "παιδισκάριόν με," φησίν, "καταδεδούλωκʼ εὐτελές, ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε."
随后,他说了什么呢? “一个卑贱的小女孩,”他说,“把我彻底奴役了,而敌人中未曾有一人能做到这一点。”
τάλας, ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκαρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί δὲ προφέρεις σου τὰς στρατείας;
可怜的人啊,你竟成了一个小女孩的奴隶,而且是一个卑贱的小女孩!那么你为何还称自己是自由人?为何还要夸耀你的征战经历?
εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπʼ εὐνοίας μὴ διδόντα χαλεπαίνει καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται· πλὴν καὶ τότε πῶς;
然后他索要宝剑,对出于好心不给宝剑的人大发雷霆,给恨他的女人送礼,哀求、哭泣;随后稍有顺心又得意忘形。然而,即使在那个时候,他的境况又是怎样的呢?
- 4.1.1ὃν οὔτʼ ἀναγκάσαι ἔστιν
非人称动词 ἔστιν 后接不定式 ἀναγκάσαι,表示可能性(“可以强迫”)。关系代词 ὃν 为该不定式的宾格宾语。
- 4.1.7τῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι
διαφέρεις(不同)后接比较属格 τῶν τρὶς πεπραμένων(被卖过三次的人),后接介词短语 πρὸς τὸ μὴ ... εἶναι 表明判定的方面(“就你自己不也是个奴隶而言”)。
- 4.1.7τί ἄλλο ἢ πληγάς σε δεῖ προσδοκᾶν;
成语表达 τί ἄλλο ἤ(“除了……还有什么?”)作为反问句,实际意为“你只能指望挨打了”。
- 4.1.9τὴν αὐτὴν δουλείαν δοῦλος ἦν
宾格 τὴν αὐτὴν δουλείαν 与表语名词 δοῦλος 同根,构成同族宾格(cognate accusative),表示“处于完全相同的奴役中为奴”。
