- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.147-4.1.160
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德痛斥为了遗产讨好老翁老妇、为了官职卑躬屈膝的奴颜婢膝之态,并举出第欧根尼与苏格拉底作为真正自由人的典范:前者对身外之物毫无挂碍,后者虽有妻子城邦却将一切统摄于更高的神圣法则之下。
καίτοι τὸν μὲν ὑπʼ ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον1 καὶ ἅμα μὲν ὁρῶντα τὸ ἄμεινον, ἅμα δʼ οὐκ ἐξευτονοῦντα ἀκολουθῆσαι αὐτῷ ἔτι μᾶλλον ἄν τις συγγνώμης ἄξιον ὑπολάβοι, ἅθʼ ὑπό τινος βιαίου καὶ τρόπον τινὰ θείου κατεσχημένον.
然而,对于一个因恋情而被迫做出违背理性判断之事、同时看得清更好选择却又无力依循的人,人们或许更会认为他值得宽恕,因为他是被某种强暴且在某种意义上属于神圣的力量所制伏。
σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶντος καὶ τῶν γερόντων καὶ ἐκείνας ἀπομύσσοντος καὶ ἀποπλύνοντος καὶ δωροδοκοῦντος καὶ ἅμα μὲν νοσούσας θεραπεύοντος ὡς δούλου,2 ἅμα δʼ ἀποθανεῖν εὐχομένου καὶ τοὺς ἰατροὺς διακρίνοντος, εἰ ἤδη θανασίμως ἔχουσιν; ἢ πάλιν ὅταν ὑπὲρ τῶν μεγάλων τούτων καὶ σεμνῶν ἀρχῶν καὶ τιμῶν τὰς χεῖρας τῶν ἀλλοτρίων δούλων καταφιλῇς, ἵνα μηδʼ ἐλευθέρων δοῦλος ᾖς;
可是,对于迷恋老妇和老翁、替她们擦鼻涕、洗身子、以财物奉承讨好、一方面在她们患病时像奴隶般服侍照料、另一方面又祈祷她们快死并盘问医生她们是否已病入膏肓的你,谁能容忍呢?或者,当你为了这些崇高显赫的官职和荣誉而去亲吻别人奴隶的手,以至于连自由人的奴隶都算不上时,谁能容忍呢?
εἶτά μοι σεμνὸς περιπατεῖς στρατηγῶν, ὑπατεύων, οὐκ οἶδα, πῶς ἐστρατήγησας, πόθεν τὴν ὑπατείαν ἔλαβες, τίς σοι αὐτὴν ἔδωκεν;
然后你还在我面前神气活现地踱步,做着裁判官,做着执政官——难道我不知道你是如何当上裁判官的,从哪里得到执政官职位的,又是谁将它赐予你的吗?
ἐγὼ μὲν οὐδὲ ζῆν ἤθελον, εἰ διὰ Φηλικίωνα ἔδει ζῆσαι τῆς ὀφρύος αὐτοῦ καὶ τοῦ δουλικοῦ φρυάγματος ἀνασχόμενον.3 οἶδα γάρ, τί ἐστι δοῦλος εὐτυχῶν ὡς δοκεῖ καὶ τετυφωμένος.
要是我,如果必须仰仗费利基翁才能活命,忍受他的傲慢神气和身为奴才的骄狂,那我宁可不去苟活。因为我很清楚,一个自以为春风得意、得意忘形的奴隶究竟是什么货色。
σὺ οὖν, φησίν, ἐλεύθερος εἶ;— θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλʼ οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ πολλοῦ ποιοῦμαι καίτοι μηδʼ ὁλόκληρον ἔχων.
“那么,”他说,“你是自由人吗?”——凭诸神起誓,我渴望如此并为此祈祷,但我至今仍不敢正视我的主人们;我依然看重这副躯体,把保全它的完好视作头等大事(尽管我甚至连肢体都并未完好)。
ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν4 (οὐ γὰρ ἦν), ἀλλʼ ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας λαβὰς οὐδʼ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδʼ ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι.
但我能指给你看一个自由人,让你不必再去苦苦寻找榜样。第欧根尼就是自由人。这是从何而来的呢?并非因为他出身于自由人之家(因为他根本不是),而是因为他自成其主,因为他抛弃了所有可供奴役的把柄,既没有人能够接近制伏他,也没有人能找到任何下手之处来将他收为奴隶。
πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν διʼ αὐτήν· εἰ τοῦ σκέλους, τὸ σκέλος· εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον· οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών.
他把一切都保持在易于解脱的状态,一切都只是暂且系于其身。如果你抓取他的财产,他宁可将它留给你,也绝不为了财产而受牵制;若是抓取他的腿,他就舍弃腿;若是整个躯体,他就舍弃整个躯体;家人、朋友、城邦亦复如此。他深知自己从何处、从谁那里、在何种条件下领受并拥有这些事物。
τοὺς μέν γʼ ἀληθινοὺς προγόνους, τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτʼ ἂν ἐγκατέλιπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδʼ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος.
至于真正的祖先诸神,以及真正意义上的祖国,他绝不会背弃,也绝不会把更顺从、更听从他们的地位让给他人,也没有人比他更能欣然为了祖国而死。
οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλʼ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται.
因为他从不谋求在表面上显出为了宇宙整体做过什么,而是始终牢记:发生的一切皆来自那里,皆是为了那个大邦而行,皆是由掌管大邦者所指派。
τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει· διὰ τοῦτό σοι, φησίν, ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι.
因此你看,他自己所说和所写的是什么: “第欧根尼啊,”他说,“正因如此,你才可以随意与波斯大王以及拉刻代蒙人的阿基达马斯交谈。”
ἆρά γʼ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλʼ ἐδεδοίκεσαν καὶ ἐθεράπευον;
难道是因为他出身于自由人吗?难道所有的雅典人、所有的拉刻代蒙人和科林斯人,都是因为出身于奴隶才不能随心所欲地同他们交谈,反而畏惧并逢迎他们吗?
διὰ τί οὖν, φησίν, ἔξεστιν; ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν. ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.
“那么究竟为何可以?”他说。 “因为我不把这副躯体视为己有,因为我一无所求,因为法则对于我便是一切,此外别无他物。” 正是这些原则,让他始终葆有自由。
καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφʼ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότρια, πατρίδα, ἐφʼ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθείᾳ.
为了免得你以为我向你展示的是一个孑然一身、无牵无挂之人的榜样——既无妻子儿女,又无祖国、朋友或亲眷,因而不致被他们动摇和分心——那就请看看苏格拉底吧:他拥有妻子和儿女,却将他们视为身外之物;拥有祖国,却仅在当尽之时以当行之法对待它;拥有朋友与亲眷,却将所有这一切都置于法则以及对法则的顺从之下。
διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότʼ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα· ἐπὶ Λέοντα δʼ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδʼ ἐπεβουλεύσατο5 εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ.
正因如此,当需要出征服役时,他总是第一个启程,并在战场上毫不惜命地冒着危险;而当僭主们派遣他去捉拿莱翁时,由于他认定那是可耻的行径,他甚至不曾加以权衡考虑,尽管他明知若事情发展至此,自己就必死无疑。
- 4.1.147τὸν μὲν ὑπʼ ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον
带小辞 μέν 的宾格分词短语,作后续潜在希求法动词 ὑπολάβοι ἄν 的直接宾语,指“因恋情被迫做出违背理性表现(τὸ φαινόμενον)之人”。它与下文的 σοῦ δέ 构成鲜明对比,表明因情欲所困者尚有可原宥之处,而为了世俗私利奉承老者之人则无可推诿。
- 4.1.148σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶντος ... ὡς δούλου
希求法动词 ἀνάσχοιτο 表示容忍,在此支配表示人的属格补足语(σοῦ ... ἐρῶντος);而分词 ἐρῶντος 自身又支配宾语属格(τῶν γραῶν ... καὶ τῶν γερόντων)。句末的 ὡς δούλου 采用属格,与 σοῦ 保持同格,用来修饰其像奴隶一般伺候老人的情态。
- 4.1.150ἀνασχόμενον
与非人称动词 ἔδει 所支配的不定词 ζῆσαι 的隐含主语(宾格代词“我”)在性数格上保持一致的阳性单数宾格分词。前面的属格 τῆς ὀφρύος αὐτοῦ καὶ τοῦ δουλικοῦ φρυάγματος 是中动分词 ἀνασχόμενον 所支配的宾语。
- 4.1.152οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλʼ ὅτι αὐτὸς ἦν
采用 οὐχ ὅτι ... ἀλλʼ ὅτι 的对比结构。在 ἀλλʼ ὅτι αὐτὸς ἦν 分句中,承接前文省略了表语形容词 ἐλεύθερος,意为“因为他自身就是自由的”。此处形成了由血统决定的制度性自由(ἐξ ἐλευθέρων)与个体自身内在的道德自主(αὐτὸς ἦν)的鲜明对照。
- 4.1.160ἐπὶ Λέοντα δʼ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδʼ ἐπεβουλεύσατο
主动词 ἐπεβουλεύσατο 带有否定词 οὐδέ,为关身语态,在此表示“权衡、思量、考虑”。介词短语 ἐπὶ Λέοντα 指三十僭主指派的逮捕萨拉米斯人莱翁的事件。因苏格拉底认为那是可耻不义的(αἰσχρόν),故而连丝毫权衡思量都不曾有过,表现其道德决断之彻底。
