← 爱比克泰德

谈话录

§4.1.131-4.1.146

顺从神意以达真自由与哲学家的虚伪奴役

真正的自由在于由衷顺从神意与命运;本节严厉揭露了哲学家与富人在现实中背离学园教义、贪图利益并受制于人的虚伪面目与实际奴役状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.131

αὕτη ἡ ὁδὸς ἐπʼ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, τὸ δυνηθῆναί ποτʼ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ1 "ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος. "

这才是通向自由的道路,这才是摆脱奴役的唯一途径:即最终能够全心全意地说出: “引导我吧,宙斯,还有你,命运,无论你们将我指派至何方。”

§4.1.132

ἀλλὰ τί λέγεις, φιλόσοφε; καλεῖ σε ὁ τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις ἢ οὐ λέγεις; εἰπέ μοι. — ἄφες σκέψωμαι. — νῦν σκέψῃ; ὅτε δʼ ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; — Ἐσκεπτόμην. — τίνα οὖν ἤρεσκεν ὑμῖν;

然而你又怎么说呢,哲学家?僭主传唤你,要你说出某些不合你身份的话。你是说还是不说?告诉我。——“且让我考虑考虑。”——“你现在才要考虑?你在学园里的时候,都在考虑什么?难道你没有研习过什么是善,什么是恶,什么是中性之物吗?”——“我曾考虑过。”——“那么,你们当初赞同的是什么?”

§4.1.133

— τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. — μή τι τὸ ζῆν ἀγαθόν; — οὔ. — μή τι τὸ ἀποθανεῖν κακόν; — οὔ. — μή τι φυλακή; — οὔ. — λόγος δʼ ἀγεννὴς καὶ ἄπιστος καὶ φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαίνετο;

——“正义和高尚之事为善,不正义和可耻之事为恶。”——“活命是善吗?”——“不是。”——“死去是恶吗?”——“不是。”——“坐牢呢?”——“不是。”——“那么卑鄙背信之辞、背叛朋友、阿谀僭主,在你们看来又算什么?”

§4.1.134

— κακά. — τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δʼ ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι,2 τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε;

——“是恶。”——“那又如何?你难道不正是一个早已考虑成熟并作了决断的人,而不是现在才在考虑的人吗?因为,如果我既然能为自己争取最大的善,那么不为自己招揽最大的恶是否合乎本分——这算哪门子考虑?‘好一个崇高且必要的考虑,真需要大加商议!’你为何戏弄我们,伙计?

§4.1.135

οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδʼ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δʼ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδʼ ἐγγύς· ἀλλʼ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ.

绝不会有这样的考虑发生。假若你真正把可耻之事想象为恶,把其余事物想象为中性,你就绝不会陷入这种犹疑停顿,连边都沾不上;反而能立刻像凭视觉那样凭理智作出分辨。

§4.1.136

πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα;

因为你何时会去考虑黑色事物是否为白色,沉重之物是否为轻盈?难道你不是直接依循明晰显现的事实吗?那么,你现在凭什么说你在考虑中性之物是否比恶更当规避?

§4.1.137

ἀλλʼ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτʼ ἐκεῖνα κακά, ἀλλʼ οὐδὲν πρὸς ἡμᾶς.

但其实你并没有这些信条,在你看来,这些〔中性之物〕并非中性,而是最大的恶;而那些〔恶〕并非恶,而是与我们无关之物。

§4.1.138

οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν· ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλʼ ἐξελήλυθα τῆς σχολῆς· ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν. οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος, οὕτως ἐπʼ ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα· ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ, οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον.

因为你从一开始就是这样使自己习惯的: ‘我在哪里?在学园里。谁在听我说话?我是在哲学家之中说话。但我已经走出了学园:拿走学究们和傻瓜们的那些话吧!’ 于是朋友就这样被哲学家作不利证言而出卖,哲学家就这样成了清客食客,就这样为了银钱把自己出租,就这样在元老院中有人不敢说出自己的真实看法:从内心深处,他的信条在呼喊—— 那绝不是从空洞言辞中生出、如挂在一根发丝上般冰冷可怜的微薄见解,而是坚固、实用且通过在行动中经受操练而得到灌输的信条。

§4.1.141

παραφύλαξον σαυτόν, πῶς ἀκούεις — οὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν· πόθεν σοι; ἀλλʼ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, ὁ οἶνος ἐξεπόθη, ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτʼ αὐτὸ μόνον εἴπῃ φιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ· τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος εἶ;

留神照看你自己吧,看你如何听闻——我不是说你的孩子死了(你哪来〔承受此事之力〕?),而是你的油被泼洒了,你的酒被喝光了——以便有人站在正在大发雷霆的你身边,只对你说这么一句话: ‘哲学家,你在学园里说的可是另一套;你为何欺骗我们?你既然是一条蠕虫,为何说自己是人?’

§4.1.143

ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνηται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει ἢ λέγει ἢ ἀναγιγνώσκει.

我真想站在他们某一个人行房事的身旁,看看他是如何用劲,发出怎样的呻吟,是否还记得自己的名字,记得他所听过、说过或读过的言论。

§4.1.144

καὶ τί ταῦτα πρὸς ἐλευθερίαν;— οὐκ ἄλλα μὲν οὖν ἢ ταῦτʼ, ἄν τε θέλητε ὑμεῖς οἱ πλούσιοι ἄν τε μή.

——‘这些与自由又有何干?’——‘无论你们这些富人愿意与否,正是这些,而无其他。’

§4.1.145

— καὶ τί σοι μαρτυρεῖ ταῦτα; — τί γὰρ ἄλλο ἢ αὐτοὶ ὑμεῖς οἱ τὸν κύριον τὸν μέγαν ἔχοντες καὶ πρὸς τὸ ἐκείνου νεῦμα καὶ κίνημα ζῶντες, κἄν τινα ὑμῶν ἴδῃ μόνον συνεστραμμένῳ βλέμματι, ἀποψυχόμενοι, τὰς γραίας θεραπεύοντες καὶ τοὺς γέροντας καὶ λέγοντες ὅτι οὐ δύναμαι τοῦτο ποιῆσαι· οὐκ ἔξεστί μοι;

——‘有什么能向你证明这一点?’——‘除了你们自己,还能有谁?你们拥有那位至高无上的主人,依凭他的脸色和一举一动而生活,只要他仅仅用严厉的目光看你们一眼,你们就吓得魂飞魄散,奉承伺候老妇和老翁,并说道: “我做不到这一点;我不被准许。”’

§4.1.146

διὰ τί οὐκ ἔξεστίν σοι; οὐκ ἄρτι ἐμάχου μοι λέγων ἐλεύθερος εἶναι; ἀλλὰ Ἄπρυλλά με κεκώλυκεν. λέγε οὖν τὰς ἀληθείας, δοῦλε, καὶ μὴ δραπέτευέ σου τοὺς κυρίους μηδʼ ἀπαρνοῦ μηδὲ τόλμα καρπιστὴν διδόναι τοσούτους ἔχων τῆς δουλείας ἐλέγχους.

为何你不被准许?刚才你不是还在跟我争辩,说自己是自由人吗? ‘可是阿普莉拉阻拦了我。’ 那么说真话吧,奴隶,不要逃避你的主人们,不要否认他们,身负如此众多奴役的证据,切莫再妄图提供解放的保证人。

语法注2 条
  1. 4.1.131τὸ δυνηθῆναί ποτʼ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ

    第一个带冠词的不定式 τὸ δυνηθῆναι 作主格同位语,具体解释前文的 αὕτη μόνη ἀπαλλαγὴ δουλείας(“这才是摆脱奴役的唯一途径”)。其后的第二个 τὸ 是中性单数宾格定冠词,将随后引用的克里安西斯诗句(ἄγου δέ μʼ...)整体名词化,作为 εἰπεῖν 的直接宾语。

  2. 4.1.134ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι;

    主句 ποία γὰρ σκέψις [ἐστίν](“这算哪门子考虑?”)由引出间接疑问的 εἰ 引导的从句补足,用以具体说明考虑的内容。在 εἰ 从句中,末尾的不定式短语 τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι(“不为自己招来最大的恶”)充当非人称动词 καθήκει 的主语,与格分词短语 μοὶ δυναμένῳ...(“对能够为自己取得最大善的我来说”)依附于 καθήκει。这是一个反问句,意在表明根本无需犹豫是否应当避开至恶。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.131-4.1.146