- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.113-4.1.130
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过引述狄奥根尼被俘卖时的言行,论证掌握生活智慧的人才是真正的主人,而行不义者本身则遭受了本性败坏的损害;真正的自由在于绝不贪求自身权能之外的身外之物。
καὶ λέγε γυμναζόμενος καθʼ ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖς (ἔστω φορτικὸν τὸ ὄνομα), ἀλλʼ ὅτι καρπιστὴν δίδως.1 τοῦτο γάρ ἐστιν ἡ ταῖς ἀληθείαις ἐλευθερία.
你每天操练时,要如同在法庭上一样对自己说:你不是在从事哲学(就算这名称令人讨厌也罢),而是在提供一位解放保证人。因为这才是真正的自由。
ταύτην ἠλευθερώθη2 Διογένης παρʼ Ἀντισθένους καὶ οὐκέτι ἔφη καταδουλωθῆναι δύνασθαι ὑπʼ οὐδενός.
狄奥根尼从安提斯泰尼那里获得了这种自由,并宣称自己再也不可能被任何人奴役。
διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο· μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα· οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφʼ οὗ ἡ φωνὴ ἐκπέμπεται.
正因如此,看他是如何被俘获的,又是如何对待海盗的:他曾把他们中的任何人称为主人吗?我说的并非这个名称本身;因为我惧怕的不是声音,而是发出声音的那个激情。
πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς ἑαλωκότας· πῶς ἐπράθη· μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπότην· εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστολίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν, πῶς δεῖ αὐτοὺς διάγειν.
他如何斥责他们没有好好供养俘虏!他是如何被卖出的:他寻找的是主人吗?不,是仆人!而在被卖之后,他又如何对待买主:他立刻对买主说,他不该那样着装,不该那样理发,又谈及他的儿子们应当如何生活。
καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο ἢ κυρίῳ; εἰ δʼ ἰατρόν, ὡσαύτως, εἰ δʼ ἀρχιτέκτονα. καὶ οὕτως ἐφʼ ἑκάστης ὕλης τὸν ἔμπειρον τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη.
这有什么可奇怪的?因为若是他买了一个体育教师,在角斗馆的事物上,他会把他当下属对待还是当主人对待?若是买了医生,也是如此;若是买了建筑师,同样如此。由此,在每一个领域中,有经验者统治无经验者乃是全然必然的。
ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο ἢ τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; — ὁ κυβερνήτης. — διὰ τί; ὅτι ὁ ἀπειθῶν αὐτῷ ζημιοῦται.
那么,凡是总体上掌握了关于生活的知识的人,除了他必须是主人之外,还能是什么呢?在船上,谁是主人?——舵手。——为什么?因为不顺从他的人会受损。
— ἀλλὰ δεῖραί με δύναται. — μή τι οὖν ἀζημίως; — οὕτως μὲν κἀγὼ ἔκρινον. — ἀλλʼ ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν· οὐδενὶ δʼ ἀζήμιόν ἐστι τὸ ποιεῖν τὰ ἄδικα.
——但他可以鞭打我。——那么难道能不受损害地这么做吗?——我原先也是这样以为的。——然而既然不能不受惩罚,正因如此他便没有权力这样做;因为对于任何人而言,行不义之事绝非不受惩罚的。
— καὶ τίς ἡ ζημία τῷ δήσαντι τὸν αὑτοῦ δοῦλον, ἣν δοκεῖς; — τὸ δῆσαι·3 τοῦτο ὃ καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι θηρίον, ἀλλʼ ἥμερον ζῷον.
——那么依你之见,捆绑了自己奴隶的人会受到什么惩罚?——就是捆绑本身;只要你愿意坚持人不是野兽而是温顺的动物,你自己也会承认这一点。
ἐπεὶ πότʼ ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότʼ ἀλεκτρυών;
毕竟,葡萄藤何时处境不佳?当它处于违背自身本性的状态时。公鸡何时如此?
ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ· ἀλλʼ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότʼ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ.
同样如此。因此人也是如此。那么人的本性是什么?是咬人、踢人、投入监狱、斩首吗?不,而是行善、合作、祈求福祉。因此,无论你愿意与否,当人不讲理性、肆意妄为时,他便处境恶劣了。
ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς;— οὔ, ἀλλʼ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. — οὐδʼ ἐν Ῥώμῃ Ἑλουίδιος; — οὔ, ἀλλʼ ὁ ἀποκτείνας αὐτόν. — πῶς λέγεις;
——那么苏格拉底没有遭遇不幸吗?——没有,遭殃的是法官和原告。——在罗马的海尔维狄乌斯也没有吗?——没有,遭殃的是杀害他的人。——你这是什么意思?
— ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα· οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλʼ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου.
——正如你也不会说那获胜而遍体鳞伤的斗鸡处境悲惨,反而会说那未受一击便认输的斗鸡可悲;你也不会把那既不追逐也不劳作的猎犬视为幸福,而是在看到它流汗、忍痛、因奔跑而精疲力竭时才赞许它。
τί παραδοξολογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν τοῦ ἀνθρώπου ἄλλως φέρῃ;
如果我们说对于一切事物而言恶就是违背其本性,我们何尝是在发表奇谈怪论?这是悖论吗?对于所有其他事物,难道你自己不也是这样说的吗?那为何唯独在人身上,你却采取了相反的态度?
ἀλλʼ ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; — οὐδὲ τοῦτο.
“但是我们说人的本性是温顺的、互爱的、忠诚的,这难道不是悖论吗?”——“这也不是。”
— πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δεσμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν· εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἢ ἔχις ἢ σφήξ;
——那么,一个人挨了鞭打、被捆绑或被斩首,怎么还会不受损害呢?——难道不是这样吗:如果他高贵地承受,他离去时反倒增添了收获与益处;而受损害的乃是遭受最可怜、最可耻之事的人,即那不作人而变成狼、蝰蛇或黄蜂的人?
ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δʼ ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν.
来吧,让我们回顾一下已经达成一致的前提。不受阻碍的人才是自由人,对他而言,事物随其心愿唾手可得。而能被阻碍、被迫使、被掣肘或被违心地卷入某事的人,则是奴隶。
τίς δʼ ἀκώλυτος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δʼ ἀλλότρια; ἃ οὐκ ἔστιν ἐφʼ ἡμῖν οὔτʼ ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα.
那么谁是不受阻碍的?是不贪图任何身外之物的人。什么是身外之物?凡是既不由我们决定拥有或不拥有,也不由我们决定其品质或处于何种状态的事物。
οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον.4
因此,身体是身外之物,其肢体是身外之物,财产是身外之物。如果你把其中任何一件当成自己的东西去执恋,你就会受到贪求身外之物者应得的惩罚。
- 4.1.113καρπιστὴν δίδως
源自古代奴隶解放诉讼程序的隐喻。在法官面前举行的法律程序中,由第三人作为主张者或担保人(拉丁语 vindex 或 assertor libertatis)出面主张奴隶的自由。此处将哲学操练比作在法庭上为自己免受外界执念的奴役而提供合法的自由保证人。
- 4.1.114ταύτην ἠλευθερώθη
同源宾格(内在宾格)。ταύτην 指代前句中的 ἐλευθερία,与被动语态动词 ἠλευθερώθη 连用,表示所获得自由的内容与性质(“以此种自由获得解放”)。
- 4.1.120τὸ δῆσαι
带冠词的不定词主格,用作表语以直接回答前句的提问 τίς ἡ ζημία...(“损害是什么……”)。“实施捆绑这一行为本身”即是对主人的损害,体现了斯多亚学派关于行不义直接损伤行为者自身理性本性的伦理判断。
- 4.1.130ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον
由形容词表语 ἄξιον [ἐστί] 引出的对格不定词(A.c.I.)省略结构,句中省略了不定词(如 δοῦναι 或 παθεῖν)。关系代词 ἃς 回指先行词 δίκας,作被省略的不定词的语义宾语。
