← 爱比克泰德

谈话录

§3.26.26-3.26.39

对神意的信赖、善人的自由与对死亡的恐惧

爱比克泰德指出,依凭神意与自身理性抉择的真正善人绝不畏惧贫乏、病痛与死亡,正如赫拉克勒斯与奥德修斯那般保持独立与自由,并阐明一切祸患的根源并非死亡本身,而是对死亡的恐惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26.26

οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδʼ ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;

就这样,你连看家犬或雄鸡的作用都起不到。作为这样的人,你为何还想活着?

§3.26.27

φοβεῖταί τις ἀνὴρ ἀγαθός, μὴ λείπωσιν αὐτῷ τροφαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι· λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδʼ ἐργάτῃ οὐδὲ σκυτεῖ· τῷ δʼ ἀγαθῷ λείψει;

难道一个好人会害怕自己缺乏养料吗?盲人没有缺乏,瘸子没有缺乏,难道好人倒会缺乏?优秀的士兵不缺给他发军饷的人,雇工不缺,鞋匠也不缺,难道好人倒会缺?

§3.26.28

οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγμάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγαθῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτʼ ἀποθανόντι;

难道神会这样忽视自己的造物、仆役和见证人吗?唯有他们,神用来作为给未受教化之人的榜样,以表明神确乎存在,表明神妥善管理全宇宙,不忽视人间之事,并且表明对于好人而言,无论活着还是死去,绝无任何祸患。

§3.26.29

— τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; — τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν;1 πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα, ὑμνῶν αὐτοῦ τὰ ἔργα.

“那么,当他不提供食粮时又当如何?” “这除了是他如同一位优秀的统帅为我鸣金收兵之外,还能是什么呢?我服从,我跟随,称颂统帅,歌咏他的作为。

§3.26.30

καὶ γὰρ ἦλθον, ὅτʼ ἐκείνῳ ἔδοξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν2 καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπʼ ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς.

因为我是在他认为适宜时前来的,又在他认为适宜时离去;在我活着的时候,我的职责就是赞美神——既在我独自一人时,也在面对一人或面对众人时。

§3.26.31

οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλʼ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δʼ ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο.

他并未提供给我许多东西,也未提供丰裕的物资,他不愿我耽于享乐;因为他连对自己亲生的儿子赫拉克勒斯都没有提供这些,而是由另一个人统治阿耳戈斯和迈锡尼,他自己则受命听遣、劳苦辛勤、经受磨炼。

§3.26.32

καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γʼ οὐδʼ αὐτὸς ἑαυτοῦ,3 ὁ δʼ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας, εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος· καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος.

欧律斯透斯终究不过是欧律斯透斯,他既非阿耳戈斯之王亦非迈锡尼之王,因为他连自己都统治不了;而赫拉克勒斯却是普天之下陆地与海洋的统治者与领袖,是不公与不法的涤除者、正义与虔敬的引介者;而且他做这一切时,赤身裸体且孤身一人。

§3.26.33

ὁ δʼ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρʼ ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς;

当奥德修斯遭遇海难被抛上岸时,窘迫曾丝毫贬抑过他吗?曾挫伤过他的气概吗?相反,他去向少女们求取生活必需之物——向别人乞讨这些东西看似最为可耻——时,是如何走去的?‘宛如一只在山中长大的雄狮’。他是依凭着什么?

§3.26.34

οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʼ ἀρχαῖς, ἀλλʼ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτʼ ἔστι δόγμασι περὶ τῶν ἐφʼ ἡμῖν καὶ οὐκ ἐφʼ ἡμῖν.

不是依凭名声,不是依凭财富,也不是依凭官职,而是依凭他自己的力量,也就是关于在我们权能之内和不在我们权能之内之事的信念原则。

§3.26.35

ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινωμένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους.

因为唯有这些能造就自由的人,能造就不可阻碍的人,能使受屈辱之人的头颅高扬,能让人双目端直地与富人和僭主对视。

§3.26.36

καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δʼ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;

而这本是哲人的恩赐,难道你竟不能鼓足勇气走出门去,反而为了几件小外衣和几件小银器而瑟瑟发抖?可怜的人啊,你就是这样虚度了至今为止的光阴吗?

§3.26.37

τί οὖν, ἂν νοσήσω;— νοσήσεις καλῶς. — τίς με θεραπεύσει; — ὁ θεός, οἱ φίλοι. — σκληρῶς κατακείσομαι. — ἀλλʼ ὡς ἀνήρ. — οἴκημα ἐπιτήδειον οὐχ ἕξω. — ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; — τίς μοι ποιήσει τὰ τροφεῖα; — οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες· ὡς Μάνης νοσήσεις. — τί δὲ καὶ τὸ πέρας τῆς νόσου;

‘那么,要是我生病了怎么办?’ ‘你就堂堂正正地生病。’ ‘谁来照料我?’ ‘神和朋友们。’ ‘我会躺在坚硬的地上。’ ‘但你是作为真正的男子汉躺在那里的。’ ‘我没有适宜的屋子。’ ‘在适宜的〔屋子〕里,你难道就不会生病吗?’ ‘谁来为我担负照护之费?’ ‘那些也为其他人担负的人;你会像马内斯那样生病。’ ‘那么这疾病的终局又是什么呢?’

§3.26.38

— ἄλλο τι ἢ θάνατος;4 ἆρʼ οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δʼ ὁ τοῦ θανάτου φόβος;

‘除死之外还能是什么?难道你未曾想过,对人而言,一切祸患、卑劣与懦弱的根源并非死亡,而是对死亡的恐惧吗?’

§3.26.39

ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.

因此,请为我针对这一点进行磨炼吧,让你所有的言辞、操练、诵读全都倾向于此,你就会明白,唯有如此,人们才能获得自由。”

语法注4 条
  1. 3.26.29τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν;

    习惯性省略结构 τί ἄλλο ἤ(“除……之外还能是什么”),主句系动词(ἐστί)被省略,限定动词(σεσήμαγκεν)直接置于 ἢ 之后(ὡς 修饰 ἀγαθὸς στρατηγὸς,意为“如同一位优秀的统帅”)。直译为:“除了他如同一位优秀的统帅为我鸣金收兵之外,还能是什么呢?”

  2. 3.26.30ἐκείνῳ δοκοῦν

    非人称动词 δοκεῖ(“被认为适宜”)的中性单数现在分词构成的独立宾格结构(accusative absolute),作表示时间或情况的状语,意为“在他认为适宜时”或“遵照他的旨意”,与前文的时间从句 ὅτʼ ἐκείνῳ ἔδοξεν 形成呼应。

  3. 3.26.32ὅς γʼ οὐδʼ αὐτὸς ἑαυτοῦ

    关系代名词 ὅς 带有强调小词 γʼ,并省略了上文出现的谓语名词 βασιλεύς。属格 ἑαυτοῦ 作此省略名词的支配格,整体意为:“一个连他自己(的君王/主宰)都不是的人”。

  4. 3.26.38ἄλλο τι ἢ θάνατος;

    问答中的习惯性反问结构 ἄλλο τι ἤ,相当于引出强烈肯定的反问(“除死亡之外还能是什么呢?”,即“不正是死亡吗?”)。系动词 ἐστί 被省略,θάνατος 作为主格名词补足语出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.26.26-3.26.39