← 爱比克泰德

谈话录

§3.9.1-3.9.22

告诫追逐官职者与内在判断的重要性

面对在前往罗马打官司争夺官职途中顺道拜访的人,爱比克泰德指出行事的成败取决于内在的判断(dogmata)而非外部结果,告诫对方切莫在从未省察自身判断的情况下盲目追逐财富与虚荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1

εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, διʼ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος,1 εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω· εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι,2 εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα.

当某人来到他这里时——此人因涉及自身声誉的一桩官司正前往罗马——在他询问了对方前往的原因,而对方反问他对这桩事务有何看法时,爱比克泰德说:“如果你问我你在罗马将有什么遭遇,是会成功还是失败,对此我并没有任何原则法则;但如果你问我你将如何行事,这我可以说:如果你持有正确的判断,你便行得好;如果持有粗劣的判断,你便行得糟。因为对每个人而言,做任何事情的原因都在于判断。

§3.9.3

τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, διʼ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο;

是什么让你渴望被选为克诺索斯人的长官?是判断。又是什么让你如今前往罗马?是判断。而且还是在严冬、危险和巨大开销之中?——‘因为这是必须的。’——是谁对你这样说的?

§3.9.4

τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον.

是判断。既然判断是一切事物的原因,而某人持有粗劣的判断,那么原因如何,所产生的结果也必将如何。

§3.9.5

ἆρʼ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον.

难道我们所有人——不仅是你,还有你的诉讼对手——都持有健全的判断吗?那你们为何会产生纷争?抑或你的判断比他的更健全?为什么?在你看来是如此。可在他看来也是如此,在疯人看来同样如此。这是个靠不住的标准。

§3.9.6

ἀλλὰ δεῖξόν μοι, ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν;

相反,请向我证明,你曾对自己的判断作过某种审视与照料。正如你如今为了成为克诺索斯人的长官而航向罗马,满足于留在家中保有原先的荣誉对你而言已不充足,而是渴望着某种更大、更显赫的东西,你何曾同样为了审视自己的判断、并在发现粗劣判断时将其抛弃而这样航行过?

§3.9.7

τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν.

你为了这个目的去拜访过谁?你给自己设定过怎样的时期,怎样的年龄?如果你在我面前感到羞惭,就在私下里对自己回顾一下你的各个人生阶段吧。

§3.9.8

ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δʼ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου;

当你还是个孩童时,你审视过自己的判断吗?难道不是正如你做一切事情那样,只是做着你所做的事吗?当你已是个少年,听着修辞学家讲课并亲自练习演讲时,你觉得自己缺少什么?

§3.9.9

ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δʼ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα;

而当你成为青年,已经参与城邦政务,亲自在法庭辩论并享有声誉时,那时还有谁在你看来能与你匹敌?若是有人审视你并指出‘你持有恶劣的判断’,你在何处能容忍得了?

§3.9.10

τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα· οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλʼ ὡς πρὸς λαχανοπώλην, ἀλλʼ ὡς πρὸς σκυτέα.

那么你究竟想要我对你说什么?”——“在这桩事务上帮帮我。”——“对此我没有任何法则;如果你为了这个目的来到我这里,你也不是来找哲学家的,而是仿佛来找卖菜的,仿佛来找鞋匠的。”

§3.9.11

— πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ· ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.

——“那么哲学家究竟对什么持有法则?”——“为了这个:无论发生何事,我们的统御机能都能顺应自然并维持下去。这对你来说算微不足道吗?”——“不,这是最重大的事。”——“既然如此,它难道只需要很少的时间,是可以顺便得到的吗?如果你能,你就拿去吧。

§3.9.12

εἶτʼ ἐρεῖς συνέβαλον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι. εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δʼ ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων.

随后你便会说: ‘我见爱比克泰德,就如同遇到了一块石头,遇到了一尊雕像。’ 因为你只是看了看我,再无其他。然而,像对待人那样与人交往相遇的人,乃是去彻底领会对方的判断,并相应地展示自己的判断。

§3.9.13

κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους· εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό· εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν.

领会我的判断,向我展示你的判断,唯有如此才可说与我相遇了。让我们互相驳难审视吧:如果我有什么坏的判断,去除它;如果你有,就摆出来。这才叫与哲学家相遇。

§3.9.14

οὔ· ἀλλὰ πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν· ἴδωμεν, τί ποτε λέγει. εἶτʼ ἐξελθὼν οὐδὲν ἦν ὁ Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν. τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε;

然而并非如此,你们的态度乃是: ‘顺路经过,趁着租船的当口,我们也可以去看看爱比克泰德;看看他究竟说些什么。’ 接着出去之后便说: ‘爱比克泰德算不了什么,他文法错误百出,谈吐粗俗。’ 因为你们进来,还能作为评判什么的裁判者呢?

§3.9.15

ἀλλʼ ἂν πρὸς τούτοις, φησίν, ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.

‘但若致力于这些事,’ 他说, ‘我将像你一样没有田产,像你一样没有银杯,像你一样没有良畜。’

§3.9.16

πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω· σὺ δʼ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου.

对此,或许回答那句话便足够了: ‘然而我不需要它们;而你哪怕拥有很多,也还需要其他东西,无论你愿意与否,你都比我更贫穷。’

§3.9.17

— τίνος οὖν ἔχω χρείαν; — τοῦ σοὶ μὴ παρόντος· τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι.

——‘那么我需要什么?’——‘需要你目前所没有的:心境平稳、思想顺应自然、不陷于纷扰混乱。

§3.9.18

πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί· οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ· οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον,3 τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις.

无论有无恩主保护,与我何干?与你有关。我比你更富有:我不用忧虑恺撒会对我怎么想;我不用为此讨好任何人。我拥有这些,来代替银器,代替金器。你虽有金器,但你的理性、判断、同意、冲动、欲望,却是陶土做的。

§3.9.19

ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ· οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω;

而当我顺应自然地保有这些时,为何不能在言辞技艺上也精益求精呢?因为我有闲暇,我的思虑并未被扯散分心。不被分心的我该做什么呢?我有比这更合乎人性的事可做吗?

§3.9.20

ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε· διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον;

你们无事可做时便焦躁不安,要么跑进剧场,要么四处闲逛;哲学家为何就不能精心雕琢自己的理性?

§3.9.21

σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου·4 σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπιθυμία, ἡ ἐμὴ πεπλήρωται.

你拥有水晶器皿,我拥有关于“说谎者”的论题;你拥有玛瑙杯,我拥有关于“否定命题”的论题。对你来说,你所拥有的一切似乎都很渺小;对我来说,我的一切似乎都极伟大。你的欲望永无止境,我的欲望却已满足。

§3.9.22

τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει· ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν· μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.

这正如那些把手伸进窄口瓶里掏干无花果和坚果的孩子们所遭遇的一样:若把手抓得满满的,就无法拔出来,于是哭泣。放掉其中的一小部分,你就能拔出来了。你也放下你的欲求吧:不要贪图太多,你就能得到。’”

语法注4 条
  1. 3.9.1εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, διʼ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος

    这是一个多层嵌套且语序复杂的引入句:句首的属格独立结构 εἰσελθόντος δέ τινος 后面跟着关系分句 ὃς ... ἀνῄει,随后插入了与主句主语(爱比克泰德)一致的阳性单数主格分词 πυθόμενος,接着又出现第二个属格独立结构 ἐπερωτήσαντος ἐκείνου,最终引出主句动词 φησίν。

  2. 3.9.2τοῦτο εἰπεῖν, ὅτι

    在 εἰ δὲ πυνθάνῃ, πῶς πράξεις 的归结分句中,不定式 εἰπεῖν 既可理解为从前句省略补出 ἔχω(即 ἔχω εἰπεῖν,“我可以说”),亦可视为独立不定式(“容我说这一句,即……”)。

  3. 3.9.18σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον

    在对比句中省略了动词(ἔχεις)。前半句为 σὺ [ἔχεις] χρυσᾶ σκεύη(“你拥有金器”),后半句中的形容词 ὀστράκινον 处于表语位置(ὀστράκινον [ἔχεις] τὸν λόγον),意为“你的理性是陶土做的”。

  4. 3.9.21τὰ τοῦ Ψευδομένου

    中性复数冠词 τὰ 支配名词化的阳性单数属格分词 τοῦ Ψευδομένου(“说谎者”),指斯多亚学派逻辑学中著名的“说谎者悖论”。紧随其后的 τὰ τοῦ Ἀποφάσκοντος(“否定者论题”)具有完全相同的构词和语法功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.9.1-3.9.22