← 爱比克泰德

谈话录

§3.10.1-3.10.20

应对疾病等各种境况应随时备好的判断准则

爱比克泰德论述了在包括生病和发烧在内的一切境况下,都必须将哲学判断原则备于手边,并强调不应受外在事物纷扰,而应专注于自身的统御机能与意志选择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ· ἐπʼ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.

每当需要某种原则时,必须将其准备在手边:在午餐时准备关于午餐的原则,在浴场准备关于浴场的原则,在就寝时准备关于就寝的原则。

§3.10.2

" μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα· "

“切莫让睡眠降临于柔软的双眼,在此之前须逐一省察白日的作为:

§3.10.3

" πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται; ἀρξάμενος δʼ ἀπὸ τοῦδε ἐπέξιθι· καὶ μετέπειτα δειλὰ μὲν ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου."

‘我何处越轨?做了何事?何种当行之务尚未完成?’从这开始自始至终加以审视;此后,若行了恶事,当自责,若行了善事,当欣喜。”

§3.10.4

καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, οὐχ ἵνα διʼ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο· μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι·1 ἂν ἐγὼ ἔτι φιλοσοφήσω, ὃ θέλει γινέσθω. πού ποτʼ ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγεις ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω; οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν.

并且要为了实用而持守这些诗句,而不是为了用它们大声唱诵,仿佛在呼喊“佩安阿波罗”一般。同样,在发烧时也要准备应对发烧的原则;不要在我们发烧时,便抛弃一切并忘得一干二净,说道: “如果我还要学哲学,那就随它去吧!退到某处去照料这个可怜的身体,看看是否真的连烧也不退。”然而学哲学究竟是什么?难道不正是为所发生之事做好准备吗?难道你没有意识到,你所说的无异于: “如果我还要为温和地承受所发生之事做好准备,那就随它去吧!” 这正如某人在挨了打之后便退出潘克拉辛搏击一样。

§3.10.7

ἀλλʼ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δʼ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφʼ ἑκάστου τῶν τραχέων; ὅτι ἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν.

但在那里尚可退出比赛免受抽打,而在这里,若我们停止践行哲学,又有何益处?那么,人在面对每一种艰难困苦时应当说什么呢?应当说: “我正是为了这个而锻炼,为了这个而训练。”

§3.10.8

ὁ θεός σοι λέγει δός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας· εἶτʼ ἐπʼ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω· τοῦ διψᾶν, δίψα καλῶς· τοῦ πεινᾶν, πείνα καλῶς.

神正在对你说: “给我出示证明,看你是否合乎规则地进行了比赛,是否按需进食,是否经过锻炼,是否听从了教练的指导。” 然而临到事情本身,你却变得软弱怯懦了吗?如今正是发烧的时机,让这发烧堂堂正正地进行吧;如今正是口渴的时机,堂堂正正地口渴吧;如今正是饥饿的时机,堂堂正正地饥饿吧。

§3.10.9

οὐκ ἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται· καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

这难道不在你的权能之内吗?谁能阻拦你?诚然,医生会阻拦你饮水,但他无法阻拦你堂堂正正地口渴;他会阻拦你进食,但他无法阻拦你堂堂正正地饥饿。

§3.10.10

ἀλλʼ οὐ φιλολογῶ;— τίνος δʼ ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς;

“但我难道不研读学问了吗?”——你研读学问究竟是为了什么?奴才,难道不是为了生活顺遂吗?难道不是为了心境平稳吗?难道不是为了顺应自然而行事与度日吗?

§3.10.11

τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδʼ ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός.

在发烧时,有什么能阻碍统御机能顺应自然?此处正是对事情的检验,是对哲学践行者的考验。因为这也是生活的一部分,正如散步、航海、行路一样,发烧也是如此。

§3.10.12

μή τι περιπατῶν ἀναγιγνώσκεις; — οὔ. — οὕτως οὐδὲ πυρέσσων. ἀλλʼ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος·2 ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος.

你散步时会读书吗?——“不。”——发烧时也是如此。但如果你把步散好,你就履行了散步者的本分;如果你把烧发好,你就履行了发烧者的本分。

§3.10.13

τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα· ὅταν ὁ ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδʼ ἂν εἴπῃ κομψῶς ἔχεις, ὑπερχαίρειν· τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν;

什么是堂堂正正地发烧?不抱怨神,不抱怨人,不被发生之事所压垮,坦然且体面地接纳死亡,履行所被吩咐的事;当医生走进来时,不害怕他会说什么,即便他说: “你情况很好”,也不要过分欣喜;因为他对你说了什么好事呢?当你健康时,你又拥有了什么好事呢?

§3.10.14

μηδʼ ἂν εἴπῃ κακῶς ἔχεις, ἀθυμεῖν· τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος;

即便他说: “你情况很糟”,也不要沮丧;因为情况很糟意味着什么?意味着灵魂与肉体的分离临近了。这究竟有何可怕?如果你现在不临近它,难道以后就不会临近吗?抑或是你死了,宇宙便要颠覆不成?

§3.10.15

τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις ἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω; τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσσοντι· ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ.

那么你为何要讨好医生?为何说: “主人,只要你愿意,我就会好起来”? 为何要给他提供扬起眉毛傲慢自大的机会?为何不按照他自身的价值对待他,正如因脚的缘故对待鞋匠、因房屋的缘故对待木匠一样,因那具微不足道、本性上是具死尸且不属于我的肉体而对待医生呢?对发烧者而言,这正是展现这些的时机;若他履行了这些,他就保全了属于他自己的东西。

§3.10.16

οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα τὰ ἐκτὸς τηρεῖν, οὔτε τὸ οἰνάριον οὔτε τὸ ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δʼ ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι.

因为哲学家的本分不是去守护这些外在之物,无论是一点酒、一点油还是可怜的肉体,那他的本分是什么?乃是他自己的统御机能。至于对外在之物该如何?仅以不在这些事上丧失理智为限。

§3.10.17

ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων;

那么,何处还有恐惧的时机?何处还有愤怒的时机?何处还有对属于外人之物、对毫无价值之物产生恐惧的时机?

§3.10.18

δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ· ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλʼ ἐπακολουθεῖν.

因为人必须将这两条原则准备在手边:在道德意志的选择之外,既无善也无恶;不可试图走在事物的前面,而应当紧随其后。

§3.10.19

οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν.3 οὔ· ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δʼ, ὡς ἂν προσενεχθῇ, αὐτὸς ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον.

“我兄弟本不该那样对待我。” 不;那是他自己要去面对的事。至于我,无论他如何对待我,我自身都将按照当行的方式对待与他相关之事。

§3.10.20

τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δʼ ἀλλότριον· τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.

因为这是我的领分,而那是别人的领分;这是任何人都无法阻碍的,而那是会受到阻碍的。

语法注3 条
  1. 3.10.5μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι

    由 μή 引导的不定式 ἀφιέναι 和 ἐπιλανθάνεσθαι 在此充当表示命令/禁止的不定式(相当于祈使语气)。虽然在形式上亦可设想承前省略了 δεῖ 等无人称动词,但此处将其视为表达普遍训诫的独立禁止句最为自然贴切。

  2. 3.10.12ἔχεις τὸ τοῦ περιπατοῦντος

    中性单数冠词 τό 后接属格分词 τοῦ περιπατοῦντος,构成一种习语表达,意为“散步者的本分/特质/职责”。它与紧随其后的 ἔχεις τὰ τοῦ πυρέσσοντος(中性复数冠词 τά)形成对照,表明在特定处境中完满履行属于自己的角色与职责。

  3. 3.10.19οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν

    无人称动词 ἔδει 支配对格不定式结构(逻辑主语为对格 τὸν ἀδελφόν,不定式为 προσενεχθῆναι)。该结构表示与过去事实相反的应然义务(“本不该那样对待”),作为对话者(或假想中的抱怨者)抗议不公待遇的插话被引入,爱比克泰德随即对此作答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.10.1-3.10.20