- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.8.1-3.8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出应当每日针对表象进行操练以判明其是否属于意志自由,强调外在事物本身无所谓善恶。他指出宙斯已赋予人坚忍并敞开了大门,最后列举了一则体现罗马人轻视哲学家的轶事。
ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθʼ ἡμέραν ἔδει γυμνάζεσθαι·1 προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.
正如我们针对诡辩式的论题进行操练那样,我们也本应每天针对各种表象进行操练;因为这些表象也向我们提出论题。
ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ἀπροαίρετον, οὐ κακόν. ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλιπεν. τί σοι δοκεῖ; ἀπροαίρετον, οὐ κακόν. Καῖσαρ αὐτὸν κατέκρινεν.
“某某人的儿子死了。”请回答—— “不属意志自由,非恶。” “父亲把某某人剥夺了继承权。你以为如何?” “不属意志自由,非恶。” “恺撒判决了他有罪。”
ἀπροαίρετον, οὐ κακόν. ἐλυπήθη ἐπὶ τούτοις. προαιρετικόν, κακόν. γενναίως ὑπέμεινεν. προαιρετικόν, ἀγαθόν.
“不属意志自由,非恶。” “他为此事感到忧伤。” “属于意志自由,是恶。” “他高尚地承受了。” “属于意志自由,是善。”
κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται.2
若我们如此习惯成自然,便能有所长进;因为我们将绝不对任何事物表示同意,除非对其产生了能够把握实质的表象。
ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δʼ ὅτι κακῶς πέπραχεν ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ἀλλʼ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ. διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά,3 ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ;4 ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.
“儿子死了。”发生了什么?“儿子死了。”“没有别的了吗?”“没有了。”“船只失事沉没了。”发生了什么?“船只沉没了。”“他被带进监狱了。”发生了什么?“他被带进监狱了。”然而说“他遭逢不幸”,则是每个人自己加添上去的。 “但宙斯做这些事并不公道。” 为什么?就因为他使你能够坚忍,因为他使你心胸开阔,因为他剥夺了这些事物作为恶的本质,因为哪怕遭受这些事你也同样可以幸福,因为当处境对你不再合适时他为你敞开了大门?老兄,走出去就是了,切莫抱怨!
πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, οὐ δύναμαι, ἔφη, φέρειν· ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι, δείξας ἐμέ.
你若想知道罗马人对哲学家持何种态度,听听这个吧。他们当中最被视为哲学家的伊塔利库斯,有一次当着我的面因自己的家奴而大发雷霆,宛如遭受了无法挽回的重创, “我无法 忍受了,”他说,“你们在毁了我,你们会让我变成这样的人,”说着指了指我。
- 3.8.1ἔδει γυμνάζεσθαι
非人称动词 δεῖ 的未完成过去时 ἔδει 在不带 ἄν 的情况下使用,表示当下应当履行却被忽略的义务(“本应当操练”),带有对当下未切实修习的促动与批评意味。
- 3.8.4ἢ οὗ φαντασία καταληπτικὴ γίνεται
连词 ἤ 之后省略了由动词 συγκαταθησόμεθα 所支配的与格先行词(如 τούτῳ)。关系代词 οὗ 为属格,依存于 φαντασία,作宾格性属格或领属属格(“除对其产生确知表象者外”)。
- 3.8.6ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά
动词 ἀφαιρέω 带有一个分离属格(αὐτῶν,指代前面列举的外在遭遇)以及一个充当直接宾语的冠词不定词(τὸ εἶναι κακά,“作为恶存在”),意为“从它们身上剥夺了恶的属性”。
- 3.8.6ὅταν σοι μὴ ποιῇ
动词 ποιέω 与与格(σοί)连用,作非人称习惯表达,意为“合某人之意、对某人合适”(字面为“当它对你不奏效/不合意时”)。此处指斯多亚派关于结束生命(自尽)的著名隐喻“敞开的门”。
