← 爱比克泰德

谈话录

§3.7.18-3.7.36

共同体职责与批判伊壁鸠鲁学派及真统治

爱比克泰德揭露了否定社会与家庭职责的伊壁鸠鲁学说的内在困境,主张人应当尊崇本性中的德性与首要之物而非微不足道的肉体。他进而指出,真正的统治是以理性引导人们向善,而非诉诸蛮力与惩罚,而背弃道德职责本身便是最大的损害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.18

ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά· σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος1 δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

我们言说美好的事物,却做出可耻的事;而你则将被完全相反的扭曲所扭曲:主张可耻的教条,却做出美好的事。

§3.7.19

τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; ἐγὼ οὐ γαμῶ. οὐδʼ ἐγώ· οὐ γὰρ γαμητέον. ἀλλʼ οὐδὲ παιδοποιητέον, ἀλλʼ οὐδὲ πολιτευτέον. τί οὖν γένηται;2 πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; ἃ Λακεδαιμόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι;

凭神起誓,你能想象一座伊壁鸠鲁派信徒的城邦吗? “我不结婚。” “我也不结;因为人不该结婚。” “而且既不该生养孩子,也不该参与政治。”那么结果会怎样呢?公民从何而来?谁来教育他们?谁来担任青年训练官,谁来担任体操馆长?他又该教他们什么呢?是斯巴达人所受的教育,还是雅典人所受的教育?

§3.7.20

λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτʼ, ἄνθρωπε.

替我领一个年轻人来,按照你的教条抚养他吧。这些教条是恶劣的,颠覆城邦,毁坏家庭,甚至连妇女都不相宜。放弃这些吧,老兄!

§3.7.21

ζῇς ἐν ἡγεμονούσῃ πόλει· ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν.

你生活在统领诸邦的城邦中:你必须施行统治,公正断案,不染指他人的财物,在你眼中除了自己的妻子外没有任何女子是美丽的,没有任何少年是美丽的,没有任何银器是美丽的,没有任何金器是美丽的。

§3.7.22

τούτοις σύμφωνα δόγματα ζήτησον, ἀφʼ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι.

去寻找与这些相契合的教条吧,从这些教条出发,你便会乐于克制自己,远离那些如此极具说服力地引诱并战胜你的事物。

§3.7.23

ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπʼ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί γένηται;

如果除了那些事物的说服力之外,我们还发明了这样某种哲学,助推我们奔向它们并鼓舞我们,那又会怎样呢?

§3.7.24

ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ ἡ τέχνη; χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα.

在一件浮雕工艺品中,什么是至善之物?是白银还是技艺?手的实体是肉体,但首要之物是手的功用。

§3.7.25

οὐκοῦν καὶ καθήκοντα τρισσά· τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δʼ αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα.

因此,恰当的职责也有三重:一类关乎生存,一类关乎某种状态的生存,而另一类则是那些首要之物本身。同样地,在人的问题上,不应尊崇质料即这微不足道的肉体,而应尊崇首要之物。

§3.7.26

τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς;

这些是什么呢?参政、结婚、生子、敬神、孝亲,总括而言,就是按照我们各人应做的方式,按照我们的本性,去欲望、规避、付诸冲动、抑制冲动。那么我们的本性是怎样的呢?

§3.7.27

ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει;

是自由的、高贵的、有羞耻心的。因为还有哪种动物会脸红,哪种动物会接受可耻之事的表象呢?

§3.7.28

τὴν ἡδονὴν δʼ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵνʼ ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

把快乐作为仆人、作为婢女归属在这些事物之下吧,好让它唤起热忱,好让它在顺应本性的活动中从旁维系。

§3.7.29

ἀλλʼ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. — τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα· τί σοι χρεία δογμάτων;

“可是我很富有,什么也不缺。”——那你为何还假装从事哲学呢?金器和银器就足够了;你哪里还需要什么教条?

§3.7.30

— ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος;

——“但我还是希腊人的审判官。”——你懂得如何断案吗?是什么使你懂得的呢?“恺撒给我写了委任令状。”——就算他写信让你断决音乐之事,对你又有何益?

§3.7.31

ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν.

然而,你究竟是如何成为审判官的呢?你亲吻了谁的手,是绪姆福罗斯的手还是努墨尼俄斯的手?你睡在谁的卧室门前?你给谁送了礼?难道你没有意识到,当一个审判官的价值仅仅等同于努墨尼俄斯的价值吗?——“但我能把我想要的任何人关进监狱。”

§3.7.32

— ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή.

——就像对待一块石头一样。——“但我能把我想要的任何人杖责一顿。”——就像对待一头驴一样。这不是对人的统治。

§3.7.33

ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν· δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα.

把我们当作理性者来统治吧,向我们指示何为有利,我们便会跟随;指示何为有害,我们便会转离。

§3.7.34

ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν3 τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν.

使我们成为效法你的人,正如苏格拉底使人们效法他自己一样。那才是把〔人们〕当作人来统领的人,他使得人们将他们自己的欲望、规避、冲动和抑制冲动归顺于他。

§3.7.35

τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς· εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ. οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται.

“做这个,不要做那个;否则我就把你关进监狱。” 这种统治就不再是对理性者的统治了。

§3.7.36

ἀλλʼ ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον· ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ. ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ·4 ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.

而应当是: “照宙斯所吩咐的那样去做;若不去做,你便会受罚,遭受损害。” “什么样的损害?”绝非别的损害,而是未能做应当做的事:你将毁掉那诚实守信的人、有羞耻心的人、有端庄秩序的人。切莫在这之外去寻找更大的损害了。

语法注4 条
  1. 3.7.18σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος

    τὴν ἐναντίαν διαστροφήν 是与分词 διεστραμμένος 同源的同族宾格(内含宾格)。ἔσῃ διεστραμμένος 是由将来时系动词与完成时被动分词构成的迂回将来完成式,意为“你将被完全相反的扭曲所扭曲/处于被扭曲的状态”。

  2. 3.7.19τί οὖν γένηται;

    虚拟式不定过去时 γένηται 用作审议虚拟式(deliberative subjunctive),带有困惑或反问的语气:“那么究竟会怎样呢?”或“结果会变成什么样呢?”

  3. 3.7.34ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν

    分词 κατεσκευακώς 带有一个语境中省略的宾格对象(“人们”),以及充当宾语补足语的完成时主动分词 ὑποτεταχότας,字面意为“使他们把自身的欲望顺从于他的人”。

  4. 3.7.36ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ

    对前面 ποίαν βλάβην? 的省略回答,省略了谓语动词。在否定词 οὐδεμίαν 之后,ἀλλά 意为“除了……之外(except)”。带冠词的不定式短语 τὸ μὴ ποιῆσαι ἃ δεῖ 作为同位语,具体指出该损害的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.7.18-3.7.36