- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.7.1-3.7.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德向一位伊壁鸠鲁派的督察官发问,探讨肉体与灵魂何者为至善以及快乐的本质。他指出,若将伊壁鸠鲁派的教义推至极致,只要不被发觉,不义与奸淫便会成为其合理的逻辑归宿。
τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸν (ἦν δʼ οὗτος Ἐπικούρειος) ἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρʼ ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων, τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαντες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώμεθα.
当督察官来拜访他时(此人是一位伊壁鸠鲁派信徒),他说:“我们这些门外汉向你们这些哲学家请教,正如那些来到异乡城邦的人向城中知情的公民请教一样,探问世间至善之物究竟是什么,以便我们也能在探查之后,如同那些人追求城中景致一样去追求并观看,这乃是理所应当的。
ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει· λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις;
因为关于人有三样事物——灵魂、身体和外物——几乎无人对此存有异议。剩下的便是你们来回答何为至善之事。我们该对世人说什么呢?
τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵνʼ ἡσθῇ τῇ σαρκί;
难道是肉体吗?难道马克西姆斯在严冬之中护送他的儿子,远航直至卡西奥佩,就是为了肉体,为了在肉体中获得快乐吗?”
ἀρνησαμένου δʼ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο· οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; — πάντων μάλιστα προσήκει. — τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; — τὴν ψυχήν, ἔφη. — ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ τὰ τοῦ φαυλοτέρου;
在那人断然否认并说“绝非如此”之后,他说:“难道一个人不该对至善之物全力以赴吗?” “理当最全力以赴。” “那么,我们拥有什么比肉体更为优越的东西呢?” “灵魂。”那人说。 “那么,是至善之物的善更为优越,还是更低劣之物的善呢?”
— τὰ τοῦ κρατίστου. — ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα; — προαιρετικά. — προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυχική;
“至善之物的善更为优越。” “那么,灵魂的善究竟是出于意志抉择的,还是不出于意志抉择的呢?” “是出于意志抉择的。” “那么,灵魂的快乐是出于意志抉择的吗?”
— ἔφη. — αὕτη δʼ ἐπὶ τίσιν γίνεται; πότερον ἐφʼ αὑτῇ; ἀλλʼ ἀδιανόητόν ἐστιν· προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. — ὡμολόγει καὶ τοῦτο. — ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν;
“是的。”那人回答。 “而这种快乐是因何而生的呢?是因其自身吗?但这不可思议;因为必定要预先存在某种原初的善的实体,我们借由获得它,才在灵魂中感受到快乐。” 那人对此也表示赞同。 “那么,我们究竟因何而感受这灵魂的快乐呢?
εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δʼ ἐφʼ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι.1 ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι.
因为如果是因灵魂的善,那么善的实体便已被找到了。因为善绝不可能是一回事,而我们理所应当引以为豪的对象又是另一回事;在原初之物非善的情况下,衍生之物也绝不可能为善。因为衍生之物若要合乎理性,原初之物就必须是善的。
ἀλλʼ οὐ μὴ εἴπητε φρένας ἔχοντες·2 ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν.
但只要你们神志清醒,就绝不会这样说;因为这样说就会既与伊壁鸠鲁相抵触,又与你们其余的学说相矛盾。
ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν· πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.
剩下的就只有因肉体事物而感受灵魂的快乐;如此一来,那些肉体事物又重新成了原初之物和善的实体。
διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ διʼ ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτʼ ἔστι διὰ τὸ κράτιστον.
因此,如果马克西姆斯不是为了肉体——也就是说,为了那至善之物——而是为了其他任何原因出海远航,那他便是愚蠢行事了。
ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλʼ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵνʼ ἀσφαλῶς, ἵνα μή τις γνῷ.3
并且,如果他身为审判官且能够攫取他人财物,却加以克制,那他行事也是愚不可及。不过,如果您赞同,我们就只考虑这一点:如何隐秘地、安全地、不为人知地行事。
τὸ γὰρ κλέψαι οὐδʼ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν· καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει μὴ κλέπτετε.
因为甚至伊壁鸠鲁本人也没有宣布盗窃本身是恶,被捉住才是恶;正因为无法确信能够避人耳目,所以他才说: 切莫偷盗。
ἀλλʼ ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα· εἶτα καὶ φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλας καὶ οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν· οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα.
但我告诉你,只要行事巧妙谨慎,我们就能避人耳目; 况且我们在罗马还有权势显赫的男女朋友; 而希腊人懦弱无能,绝没有人敢因此上告进京。
τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλʼ οὐδʼ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι.
你为何还要克制自己而不去获取属于你自己的善呢?这是愚昧的,是荒谬的。不过,即便你告诉我你克制了自己,我也绝不会相信你。
ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δʼ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν.
因为正如人不可能赞同看似虚假之事、不可能背离看似真实之事一样,人也不可能避开看似良善之事。而财富乃是善,而且可以说是产生快乐的最有力者。
διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν;
你为何不把它据为己有?如果我们能够避人耳目,为什么我们不诱拐邻人的妻子?如果那丈夫胡言乱语,为什么不顺带把他给除掉?
εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν· εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν· καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν.
如果你想成为一个理应成为的哲学家,想成为一个完备的、顺从你自己学说的哲学家,你就该如此;若不然,你与我们这些所谓的斯多亚派就没有什么分别;因为我们自己也是言行不一的。”
- 3.7.7οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι
此句中,带不定式的宾格结构(τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι)由前文的 οὐ δύναται 所统辖;其中嵌入了带有否定词 μή 的属格绝对结构(τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ),具有条件意味,表示“在先行原初之物非善的情况下,衍生之物绝不可能为善”。
- 3.7.8ἀλλʼ οὐ μὴ εἴπητε φρένας ἔχοντες
此处 οὐ μή 连用并接虚拟式(εἴπητε),构成强烈的否定断言(“绝不会说”)或强烈的禁止。这一结构与下文的理由 ἀνακόλουθα γὰρ ἐρεῖτε(“因为你们将说出相互矛盾的话”)紧密呼应,表明“只要神志清醒,你们就绝不可能这样说”。分词短语 φρένας ἔχοντες 带有条件意味(“若神智清醒”)。
- 3.7.11ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵνʼ ἀσφαλῶς, ἵνα μή τις γνῷ
指示代词 ἐκεῖνο 作为劝勉虚拟式 σκεπτώμεθα 的宾语,由后文重复出现的 ἵνα 从句作同位语展开具体说明。这体现了通用希腊语中 ἵνα 从句超越纯粹目的、用以引出考量或计划的具体内容(“如何做到……”)的用法。
