← 爱比克泰德

谈话录

§3.6.1-3.6.10

理论钻研与道德进步及天赋的甄别

阐明理论钻研与真正的道德进步之别并说明贤者为何不可战胜,随后定义“共通感觉”,并论述以阻拦和考验来甄别真正哲学天赋的教学方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

πυθομένου δέ τινος, πῶς νῦν μᾶλλον ἐκπεπονημένου τοῦ λόγου πρότερον μείζονες προκοπαὶ ἦσαν, κατὰ τί, ἔφη, ἐκπεπόνηται καὶ κατὰ τί μείζους αἱ προκοπαὶ τότε ἦσαν; καθὸ γὰρ νῦν ἐκπεπόνηται, κατὰ τοῦτο καὶ προκοπαὶ νῦν εὑρεθήσονται.

当有人问起,为何如今论理已被钻研得更为精深,以往却有着更大的进步时,“是在哪一方面钻研精深,”他说,“又是在哪一方面当年的进步更为巨大呢?因为如今在何种方面被钻研精深,如今在这一方面就会见出进步。

§3.6.3

καὶ νῦν μὲν ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται1 καὶ προκοπαὶ γίνονται· τότε δʼ ὥστε τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον τηρῆσαι καὶ ἐξεπονεῖτο καὶ προκοπαὶ ἦσαν.

如今确实是为了剖析三段论而加以钻研,进步也就发生于此;而当年则是为了将支配理性保持在顺应自然的状态而加以钻研,进步也就存在于彼。

§3.6.4

μὴ οὖν ἐνάλλασσε μηδὲ ζήτει, ὅταν ἄλλο ἐκπονῇς, ἐν ἄλλῳ προκόπτειν. ἀλλʼ ἴδε, εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξάγειν, οὐ προκόπτει.2 οὐδένα γὰρ εὑρήσεις.

因此,不要调换这两者,也不要在钻研一事时,寻求在另一事上取得进步。反而要看看,我们当中是否有谁专注于顺应自然而存在并生活这一目标,却未能取得进步的。因为你找不出任何一个人。

§3.6.5

ὁ σπουδαῖος ἀήττητος· ἢ γὰρ οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν.3

贤者是不可战胜的;因为在他不占优势之处,他就绝不参与竞争,除非是在他占优势之处。

§3.6.6

εἰ κατὰ τὸν ἀγρὸν θέλεις, λάβε· λάβε τοὺς οἰκέτας, λάβε τὴν ἀρχήν, λάβε τὸ σωμάτιον. τὴν δʼ ὄρεξιν οὐ ποιήσεις ἀποτευκτικὴν οὐδὲ τὴν ἔκκλισιν περιπτωτικήν.

如果你想在田产上一争高下,拿去吧;拿去仆役,拿去官职,拿去这副卑微的躯体吧。但你绝不能使他的意欲落空,也不能使他的厌弃遭遇所避之物。

§3.6.7

εἰς τοῦτον μόνον τὸν ἀγῶνα καθίησιν τὸν περὶ τῶν προαιρετικῶν· πῶς οὖν οὐ μέλλει ἀήττητος εἶναι;

他只投身于这一场关于意志抉择之事的竞赛;既然如此,他怎能不战无不胜?”

§3.6.8

πυθομένου δέ τινος, τί ἐστιν ὁ κοινὸς νοῦς, Ὥσπερ, φησίν, κοινή τις ἀκοὴ λέγοιτʼ ἂν ἡ μόνον φωνῶν διακριτική, ἡ δὲ τῶν φθόγγων οὐκέτι κοινή, ἀλλὰ τεχνική, οὕτως ἐστί τινα, ἃ οἱ μὴ παντάπασιν διεστραμμένοι τῶν ἀνθρώπων κατὰ τὰς κοινὰς ἀφορμὰς ὁρῶσιν. ἡ τοιαύτη κατάστασις κοινὸς νοῦς καλεῖται.

当有人问起什么是共通感觉时,“正如,”他说,“那种仅能辨别声音的听觉可被称为某种共通的听觉,而辨别乐音的听觉就不再是共通的,而是专门的技巧一样;同样,也有某些事情是那些未被彻底败坏的人凭借普遍天赋能力所能明白的。这样的状态便被称为共通感觉。

§3.6.9

τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν·4 οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου.

在年轻人当中,软弱者是不易劝勉的;因为用鱼钩也钓不起乳酪来。然而那些有天赋的人,即使你阻拦他们,他们也只会更加紧握这道理不放。

§3.6.10

διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ γῆν κατὰ τὴν αὑτοῦ κατασκευήν, οὕτως καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.

因此鲁福斯也大多加以阻拦,以此作为检验有天赋者与无天赋者的试金石。因为他常说: ‘正如石头即使被你向上抛掷,也会依照自身的构造向下落回地面;有天赋者亦然,人越是阻挡他,他就越发倾向于他本性所适宜的事物。’”

语法注4 条
  1. 3.6.3ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται

    接在 ἐκπεπόνηται 之后的 ὥστε 加不定式(ἀναλύειν)表示研磨与操练所指向的“目的或范围”(“以达到能剖析三段论的程度”),指明当时理论训练的侧重点在于形式逻辑。

  2. 3.6.4εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξάγειν, οὐ προκόπτει

    在由连接词 εἰ 引导的间接疑问从句中,使用了否定词 οὐ 而非 μή。这是因为 οὐ 与直陈式动词 προκόπτει 紧密结合,构成一个表示客观事实的否定概念(“未能取得进步”)。

  3. 3.6.5ἢ γὰρ οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν

    双重限制句式。主句否定句 οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων(“在他不占优势之处就不参与竞争”)之后附加了表示例外的 εἰ μή 从句(“除非是在他占优势之处”),以强调贤者严格将自己限定在必胜的领域之中。句首的 ἢ 起解释与强化语气的连词作用。

  4. 3.6.9οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν

    省略句。从前句 τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον 中承接述语(οὐκ ἔστι 或 οὐ ῥᾴδιόν ἐστι)来统领不定式 λαβεῖν。“用鱼钩也(不可能/不容易)钓起乳酪”是一句谚语式的比喻,形容乳酪过于松软无法被钩住,喻指软弱者不堪教化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.6.1-3.6.10