← 爱比克泰德

谈话录

§3.5.1-3.5.19

因病思归与整饬抉择意志

针对因生病而意欲回家的弟子,爱比克泰德告诫其真正的目标在于无论身处何地都当保持意志抉择顺应自然,并以苏格拉底为典范,阐述了自我省察与顺从神意治理的要义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον.

“我在这里生了病,”有人说,“我想回家去。”

§3.5.2

— ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵνʼ ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς καὶ ἦλθες.

——难道你在家时就不生病吗?难道你不省察一下,自己在这里是否做着任何有助于你自己的意志抉择之事,以使之得以矫正?因为如果你什么都没达成,你当初来这里也是多余的。

§3.5.3

ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γʼ ἀγρίδιον δυνήσεται· τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις· κακὸς κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς.

去吧,照料家里的事务吧。因为如果你的支配理性不能顺应自然,你的那一小片田产至少还能维持;你会增加微薄的金钱,赡养年迈的父亲,在市集上营生,担任公职;作为一个卑劣之人,你会把接下来的事情办得一团糟。

§3.5.4

εἰ δὲ παρακολουθεῖς σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλʼ ἀντʼ αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετατέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν ποτʼ εἴπῃς οἴμοι, οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελφόν, ἀλλὰ διʼ ἐμέ, ἔτι ὑπολογίζῃ νόσον;

但如果你省察自己,发现自己正在摒弃某些拙劣的教条,并接纳另一些教条取而代之,且已将自己的立足点从不可由意志决定的事物转移到可由意志决定的事物上,并且即使你有时说“呜呼”,你不是因父亲或兄弟而说,而是“因我自己”,难道你还把疾病计较在内吗?

§3.5.5

οὐκ οἶδας, ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμβάνουσι, τὸν ναυτικὸν πλέοντα.

难道你不知道,疾病与死亡必然会在我们做着某种事情的时候降临到我们头上吗?它们降临在耕作的农夫身上,降临在航海的水手身上。

§3.5.6

σὺ τί θέλεις ποιῶν καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ καταληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆναι, ποίει ἐκεῖνο.

你希望在做什么事情时被它们降临?因为你无论如何都必须在做着某种事情时被降临。如果你在被降临时有比这更好的事情可做,就去做那件事吧。

§3.5.7

ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ1 ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵνʼ ἀπαθής, ἵνʼ ἀκώλυτος, ἵνʼ ἀνανάγκαστος, ἵνʼ ἐλεύθερος.

对我而言,但愿我是在除了照看我自己的意志抉择之外一无所顾念的时候被降临,以使我是免除激情的、不受阻碍的、不被强迫的、自由的。

§3.5.8

ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵνʼ εἰπεῖν δύνωμαι τῷ θεῷ μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτʼ ἐνεκάλεσα;

我希望在从事这些实践时被发现,以便我能够对神说: “我何曾违背过您的命令?我何曾将您赐予的资具用于别处?何曾妄用感官,何曾妄用预念?我何曾埋怨过您半分?

§3.5.9

μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας· καὶ οἱ ἄλλοι, ἀλλʼ ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας· οὐδέποτʼ ἐπεθύμησα ἀρχῆς. μή τί με τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ,2 ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ τι σημαίνεις;

我何曾对您的治理挑剔指责?当您意欲时,我便生病;其他人也是如此,但我却是甘心情愿的。由于您的意愿,我沦为贫困,但我欣然接受。我没有做官,因为您不愿如此;我也从未贪图官位。您何曾因这缘故见过我面带愁容?我何曾不是带着欣悦的面容来到您面前,随时准备领受您的任何吩咐、任何示意?

§3.5.10

νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως· ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι.

现在您想要我离开这盛会;我离去,向您致以满腔感激,因为您看我配与您一同庆祝这盛典,得以观瞻您的作为,并领会您的治理。”

§3.5.11

ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι ὁ θάνατος.

但愿死亡在我沉思这些、书写这些、阅读这些时降临于我。

§3.5.12

ἀλλʼ ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. — ἄπιθι τοίνυν πρὸς τὴν μητέρα· ἄξιος γὰρ εἶ τὴν κεφαλὴν κρατούμενος νοσεῖν.

“但我生病时,母亲不会抱住我的头了。”——那么你就到母亲那里去吧;因为你只配在被抱着头时生病。

§3.5.13

— ἀλλʼ ἐπὶ κλιναρίου κομψοῦ ἐν οἴκῳ κατεκείμην. — ἄπιθί σου ἐπὶ τὸ κλινάριον· ἢ ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν.

——“可是在家里我本是躺在一张考究的小榻上的。”——去到你的小榻上去吧;因为即使在健康时,你也只配躺在那样的榻上。因此,不要荒废你在那里能做的事情。

§3.5.14

ἀλλʼ ὁ Σωκράτης τί λέγει; ὥσπερ ἄλλος τις, φησίν, χαίρει τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθʼ ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ.

然而苏格拉底是怎么说的? “正如某个人,”他说,“因改良自己的田地而感到欢喜,另一个人因改良自己的马匹而感到欢喜,我也同样天天因察觉到自己变得更好而感到欢喜。”

§3.5.15

— πρὸς τί; μή τι πρὸς λεξείδια; — ἄνθρωπε, εὐφήμει. — μή τι πρὸς θεωρημάτια; — τί ποιεῖς; —

——“在什么方面?总不至于是那些微不足道的词句吧?”——“老兄,休得妄言!”——“总不至于是那些微不足道的定理吧?”——“你在做什么呢?”

§3.5.16

καὶ μὴν οὐ βλέπω, τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. — οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ· μὴ μέμψασθαι μηδένα· τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν;

—— “可是我也看不出哲学家们还在忙于别的什么。”——“难道在你看来,从不归咎于任何人,无论对神还是对人;不抱怨任何人;无论走出门去还是走进门来都始终保持同一面容,这些竟是无足轻重的吗?”

§3.5.17

ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν· τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν;

这些就是苏格拉底所知晓的事,然而他却从未说过自己知晓什么或教授什么。但如果有人寻求微不足道的词句或定理,他就将那人领到普罗泰戈拉那里,领到希庇阿斯那里。因为若是有人来找蔬菜,他也必定会将其引到菜农那里去。那么,你们当中有谁抱有这种志向呢?

§3.5.18

ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως3 καὶ ἐπεινᾶτε καὶ ἀπεθνῄσκετε.

因为要是你们抱有这种志向,你们就会欣然患病,欣然挨饿,欣然赴死了。

§3.5.19

εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.

如果你们当中有人曾恋慕过一个俏丽的少女,他就会明白我所言不虚。

语法注3 条
  1. 3.5.7ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ

    表示愿望的祈愿语气 γένοιτο 统领非人称不定式 καταληφθῆναι,其逻辑主语由与格 ἐμοί 及与之同格的现在分词 ἐπιμελουμένῳ(支配属格宾语 μηδενὸς ἄλλου)表示。整句结构为:“愿发生在我身上的,乃是在别无所顾念的状态下被降临”。

  2. 3.5.9μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ

    μὴ οὐ 搭配直说语气不定过去时动词 προσῆλθον,构成期待强烈肯定回答的修辞疑问句(“我何曾不曾带着欣悦的面容来到您面前?[意即:我必定始终如此]”)。否定词 μή 与 οὐ 结合修饰直说语气,通过双重否定强化了肯定的含义。

  3. 3.5.18ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως

    连词 ἐπεί(此处带有承上省略意味,意为“因为若非如此/若真如此的话”)与助词 τοι 结合,引出由未完成过去时构成的与现在事实相反的虚拟条件句(εἰ εἴχετε ... ἂν ἐνοσεῖτε)。意为“因为要是你们具备(那份志向),你们便会欣然患病了(而事实并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.5.1-3.5.19