← 爱比克泰德

谈话录

§3.4.1-3.4.12

对在剧场受辱总督的劝诫与表率责任

针对一位因在剧场过分为喜剧演员喝彩而遭公众辱骂的总督,爱比克泰德指出权贵身负表率之责且阻碍他人必遭怨恨,告诫他不应强求外在比赛的结果,而应将自身的意志抉择保持在顺应自然的状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

τοῦ δʼ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδορηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας1 Καὶ τί κακόν, ἔφη, ἐποίουν; ἐσπούδαζον καὶ οὗτοι ὡς καὶ σύ.

当伊庇鲁斯的总督为某个喜剧演员过于失仪地狂热喝彩,并为此遭到公众辱骂,随后向他(爱比克泰德)报告自己遭到了辱骂,并对辱骂他的人愤愤不平之时,爱比克泰德说:“他们究竟做了什么坏事?他们也只是像你一样在喝彩罢了。”

§3.4.2

εἰπόντος δʼ ἐκείνου Οὕτως οὖν τις σπουδάζει; σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσαρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελλον καὶ αὐτοὶ οὕτως σπουδάζειν;

当那人说“难道人应当这样喝彩吗?”爱比克泰德说:“看到你——他们的统治者、凯撒的朋友和总督——这样喝彩,难道他们自己不会也这样喝彩吗?

§3.4.3

εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε· εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς;

因为如果人不应当这样喝彩,你也不该这样喝彩;如果应当,他们模仿了你,你又为何恼怒呢?大众除了你们这些显贵之人,还有谁可以模仿?他们来到剧场,除了看你们还能看谁?

§3.4.4

ὅρα πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ· κέκραγεν· κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ· κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες· ἐγὼ δʼ οὐκ ἔχω δούλους· ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω.

‘看哪,凯撒的总督是怎样看戏的:他喊叫了;那么我也要呼喊。他跳了起来;我也要跳起来。他的奴仆们散坐四处高声叫喊;但我没有奴隶;我就亲自替所有人尽可能大声地喊叫。’

§3.4.5

εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν.

因此,你应当明白,每当你进入剧场时,你都是作为他人应当如何观戏的准则与榜样而进入的。

§3.4.6

τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον· ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος·2 ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον.

那么,他们为什么辱骂你呢?因为人人都憎恨阻碍自己的人。他们希望某某人戴上花冠,你却希望另一个人;他们阻碍了你,你也阻碍了他们。你表现得比他们更强横;他们便做了他们力所能及的事:辱骂那阻碍者。

§3.4.7

τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδʼ εἴπωσιν ἃ θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπʼ αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύονται λοιδοροῦντες;

那么你想要怎样?难道你做你想做的事,而他们连想说的话都不得说吗?这又有什么奇怪的?农夫们在受到宙斯阻碍时,难道不辱骂宙斯吗?水手们难道不辱骂他吗?他们何曾停止过辱骂凯撒?

§3.4.8

τί οὖν; οὐ γιγνώσκει ὁ Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει.3

那又怎样?难道宙斯不知道吗?难道所说的话没有被报告给凯撒吗?那么凯撒是怎么做的呢?他深知,如果惩罚所有辱骂他的人,他就没有可以统治的人了。

§3.4.9

τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖν ἄγε ἵνα4 Σώφρων στεφανωθῇ; ἀλλʼ ἐκεῖνο ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν.

那么应当如何?进入剧场时,难道应当说: ‘来吧,愿索弗隆戴上花冠’? 不,而应当说那一句话: ‘来吧,愿我在这件事情(质料)上,将我自己的意志抉择保持在顺应自然的状态。’

§3.4.10

ἐμοὶ παρʼ ἐμὲ φίλτερος οὐδείς· γελοῖον οὖν, ἵνʼ ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι.

对我而言,没有人比我自己更可亲;因此,为了让别人演喜剧获胜而使我自己受损,是荒谬的。

§3.4.11

— τίνα οὖν θέλω νικῆσαι; — τὸν νικῶντα· καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. — ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. — ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια· ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδʼ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος· ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.

——‘那么我希望谁获胜?’——‘获胜的人;这样一来,我所希望的人就总是获胜。’——‘但我希望索弗隆戴上花冠。’——‘在家里爱举办多少场比赛就举办多少场,宣布他在涅墨亚、皮托、地峡、奥林匹亚运动会上夺冠吧;但在公共场合,不要贪得无厌,也不要掠夺公物。否则,你就忍受被辱骂吧;因为当你与大众做同样的事时,你就将自己置于同他们平等的地位了。’”

语法注4 条
  1. 3.4.1τοῦ δʼ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος ... καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας

    从句首开始的多个分词(σπουδάσαντος、λοιδορηθέντος、ἀπαγγείλαντος、ἀγανακτοῦντος)均与 τοῦ ἐπιτρόπου 一致,构成连续的独立属格结构,为主句的主动词 ἔφη 提供前置的背景语境。

  2. 3.4.6σὺ εὑρίσκου ἰσχυρότερος

    εὑρίσκου 既可看作 εὑρίσκω 的现在中动/被动态第二人称单数命令语气(“表现为更强者吧 / 显出你更强吧”),亦可看作无增音的未完成过去时直陈语气中动/被动态(“你表现得更强”)。鉴于前后动词均为叙述既往情况的未完成过去时(ἤθελον、ἐνεπόδιζον、ἐδύναντο、ἐποίουν、ἐλοιδόρουν),此处应取未完成过去时直陈语气。

  3. 3.4.8οὐχ ἕξει τίνων ἄρξει

    主动词 ἕξει(ἔχω 的将来时)后接由疑问代词 τίνων 和将来时直陈语气 ἄρξει 构成的间接疑问句,为希腊语习惯表达,意为“他将没有可以统治的人”。

  4. 3.4.9ἄγε ἵνα

    祈使副词 ἄγε 与引导虚拟语气(此处为 τηρήσω)的 ἵνα 相结合,属于晚期希腊语(通俗希腊语)中表达自我决意或自勉劝诱的口语化构文(“来吧,愿我保持……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.4.1-3.4.12