- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.3.1-3.3.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节指出贤良之士的质料是自身的支配原则,灵魂的本性在于依自然遵循善的表象。作者借用货币和水盆的譬喻,论述了必须根除对外在事物的错误信条,将善恶严格限定在意志抉择范围之内的日常操练。
ὕλη τοῦ καλοῦ καὶ ἀγαθοῦ τὸ ἴδιον ἡγεμονικόν, τὸ σῶμα δʼ ἰατροῦ καὶ ἀλείπτου, ὁ ἀγρὸς γεωργοῦ ὕλη· ἔργον δὲ καλοῦ καὶ ἀγαθοῦ τὸ χρῆσθαι ταῖς φαντασίαις κατὰ φύσιν.
贤良之士的质料是他自己的支配原则,正如身体是医生与训练师的质料,田地是农夫的质料一样;而贤良之士的功用,乃是依照自然来运用表象。
πέφυκεν δὲ πᾶσα ψυχὴ ὥσπερ τῷ ἀληθεῖ ἐπινεύειν, πρὸς τὸ ψεῦδος ἀνανεύειν, πρὸς τὸ ἄδηλον ἐπέχειν, οὕτως πρὸς μὲν τὸ ἀγαθὸν ὀρεκτικῶς κινεῖσθαι, πρὸς δὲ τὸ κακὸν ἐκκλιτικῶς, πρὸς δὲ τὸ μήτε κακὸν μήτʼ ἀγαθὸν οὐδετέρως.
凡灵魂的本性,正如对真实之事表示赞同,对虚假之事表示否定,对不明之事保留判断一样,它对于善自然抱持欲望而行动,对于恶则避之唯恐不及,对于非恶非善之事则漠不关心。
ὡς γὰρ τὸ τοῦ Καίσαρος νόμισμα οὐκ ἔξεστιν ἀποδοκιμάσαι τῷ τραπεζίτῃ οὐδὲ τῷ λαχανοπώλῃ, ἀλλʼ ἂν δείξῃς, θέλει οὐ θέλει, προέσθαι αὐτὸν δεῖ τὸ ἀντʼ αὐτοῦ πωλούμενον, οὕτως ἔχει καὶ ἐπὶ τῆς ψυχῆς.
因为,正如钱币兑换商或菜贩无权拒收凯撒的钱币,只要你出示了它,无论他愿意与否,都必须交出用它购买的物品,灵魂的情形也是如此。
τὸ ἀγαθὸν φανὲν εὐθὺς ἐκίνησεν ἐφʼ αὑτό, τὸ κακὸν ἀφʼ αὑτοῦ. οὐδέποτε δʼ ἀγαθοῦ φαντασίαν ἐναργῆ ἀποδοκιμάσει ψυχή, οὐ μᾶλλον ἢ τὸ Καίσαρος νόμισμα. ἔνθεν ἐξήρτηται πᾶσα κίνησις καὶ ἀνθρώπου καὶ θεοῦ.
善一旦显现,便立即将灵魂引向自身;恶则使之远离自身。灵魂绝不会拒斥善的明晰表象,就像绝不会拒斥凯撒的钱币一样。无论是人还是神的每一次行动,皆取决于此。
διὰ τοῦτο πάσης οἰκειότητος προκρίνεται τὸ ἀγαθόν. οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ.1 οὕτως εἶ σκληρός; οὕτως γὰρ πέφυκα· τοῦτό μοι τὸ νόμισμα δέδωκεν ὁ θεός.
正因如此,善高于一切亲情纽带。“我与父亲毫无相干,只与善相干。” “你竟如此冷酷吗?” “因为我的本性便是如此;这正是神赐予我的钱币。”
διὰ τοῦτο, εἰ τοῦ καλοῦ καὶ δικαίου τὸ ἀγαθὸν ἕτερόν ἐστιν, οἴχεται καὶ πατὴρ καὶ ἀδελφὸς καὶ πατρὶς καὶ πάντα τὰ πράγματα.
因此,如果善有别于美好与正义,那么父亲、兄弟、祖国以及一切事物便都化为乌有了。
ἀλλʼ ἐγὼ τὸ ἐμὸν ἀγαθὸν ὑπερίδω, ἵνα σὺ σχῇς, καὶ παραχωρήσω σοι; ἀντὶ τίνος; πατήρ σου εἰμί. ἀλλʼ οὐκ ἀγαθόν. ἀδελφός σου εἰμί.
“然而,难道我要忽视我自己的善,以便让你得到它,并将它拱手让给你吗?拿什么作为交换?” “我是你的父亲。” “但你不是善。” “我是你的兄弟。”
ἀλλʼ οὐκ ἀγαθόν. ἐὰν δʼ ἐν ὀρθῇ προαιρέσει θῶμεν, αὐτὸ τὸ τηρεῖν τὰς σχέσεις ἀγαθὸν γίνεται· καὶ λοιπὸν ὁ τῶν ἐκτός τινων ἐκχωρῶν, οὗτος τοῦ ἀγαθοῦ τυγχάνει.
“但你不是善。”然而,如果我们把善置于正确的意志抉择之中,那么恪守这些亲属关系本身就成了善;从此,那放弃某些外在事物的人,正是获得了善的人。
αἴρει τὰ χρήματα ὁ πατήρ. ἀλλʼ οὐ βλάπτει. ἕξει τὸ πλέον τοῦ ἀγροῦ ὁ ἀδελφός. ὅσον καὶ θέλει. μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ, μή τι τοῦ φιλαδέλφου;2
“父亲拿走了钱财。” “但他并未造成伤害。” “兄弟将占有田地的大部分。” “任凭他要多少。难道他夺走了你的一点羞耻心,夺走了一点信义,夺走了一点兄弟之情吗?”
ἐκ ταύτης γὰρ τῆς οὐσίας τίς δύναται ἐκβαλεῖν; οὐδʼ ὁ Ζεύς. οὐδὲ γὰρ ἠθέλησεν, ἀλλʼ ἐπʼ ἐμοὶ αὐτὸ ἐποίησεν καὶ ἔδωκεν οἷον εἶχεν αὐτός, ἀκώλυτον, ἀνανάγκαστον, ἀπαραπόδιστον.
因为谁能从这种财产中把你驱逐出去呢?哪怕宙斯也不能。因为他自己也未曾想这么做,而是使之取决于我自身,并按照他自己所拥有的样子赐予了我:不受阻碍、不受强迫、不受羁绊。
ὅταν οὖν ἄλλῳ ἄλλο τὸ νόμισμα ᾖ, ἐκεῖνό τις δείξας ἔχει τὸ ἀντʼ αὐτοῦ πιπρασκόμενον.
因此,当不同的人拥有不同的钱币时,只要有人出示那枚钱币,就能得到换取它的物品。
ἐλήλυθεν εἰς τὴν ἐπαρχίαν κλέπτης ἀνθύπατος. τίνι νομίσματι χρῆται; ἀργυρίῳ. δεῖξον καὶ ἀπόφερε ὃ θέλεις. ἐλήλυθεν μοιχός. τίνι νομίσματι χρῆται; κορασιδίοις. λάβε, φησίν, τὸ νόμισμα καὶ πώλησόν μοι τὸ πραγμάτιον. δὸς καὶ ἀγόραζε.
一个贪婪的资深执政官来到了行省。他使用何种钱币?银钱。出示它,你就能带走任何你想要的东西。一个通奸者来了。他使用何种钱币?妙龄少女。“收下这钱币,”他说,“把那桩小事卖给我。”给出去,买下来吧。
ἄλλος περὶ παιδάρια ἐσπούδακεν. δὸς αὐτῷ τὸ νόμισμα καὶ λάβε ὃ θέλεις. ἄλλος φιλόθηρος. δὸς ἱππάριον καλὸν ἢ κυνάριον· οἰμώζων καὶ στένων πωλήσει ἀντʼ αὐτοῦ ὃ θέλεις. ἄλλος γὰρ αὐτὸν ἀναγκάζει ἔσωθεν, ὁ τὸ νόμισμα τοῦτο τεταχώς.
另一个人热衷于童仆:给他这钱币,拿走你想要的。又一个人酷爱打猎:给他一匹骏马或一条猎犬;他会一边哀叹呻吟,一边拿它换取你想要的东西。因为另一者,即确立了这枚钱币者,正在从内心强迫着他。
πρὸς τοῦτο μάλιστα τὸ εἶδος αὑτὸν γυμναστέον. εὐθὺς ὄρθρου προελθὼν ὃν ἂν ἴδῃς, ὃν ἂν ἀκούσῃς, ἐξέταζε, ἀποκρίνου ὡς πρὸς ἐρώτημα. τί εἶδες; καλὸν ἢ καλήν; ἔπαγε τὸν κανόνα. ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον· αἶρε ἔξω.
尤其应当针对这一方面来训练自己。清晨一出门,无论你见到谁,听到谁,都要审视他,如同回答质问一样回答。“你看到了什么?美男还是美女?”运用准则。“这是独立于意志抉择的,还是取决于意志抉择的?”“是独立于意志抉择的:排除出去。”
τί εἶδες; πενθοῦντʼ ἐπὶ τέκνου τελευτῇ; ἔπαγε τὸν κανόνα. ὁ θάνατός ἐστιν ἀπροαίρετον· αἶρε ἐκ τοῦ μέσου. ἀπήντησέ σοι ὕπατος; ἔπαγε τὸν κανόνα. ὑπατεία ποῖόν τι ἐστίν; ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον· αἶρε καὶ τοῦτο, οὐκ ἔστι δόκιμον· ἀπόβαλε, οὐδὲν πρὸς σέ.
“你看到了什么?因丧子而哀痛的人吗?”运用准则。“死是独立于意志抉择的:挪开它。”“你遇见了一位执政官吗?”运用准则。“执政官职位是怎样的东西?是独立于意志抉择的,还是取决于意志抉择的?”“是独立于意志抉择的:也把这挪开,它不是合格的流通币;扔掉它,它与你毫无相干。”
καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθʼ ἡμέραν ἐξ ὄρθρου μέχρι νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς.
如果我们每天从早到晚都这样做,并为此训练,以诸神起誓,必定会有所成就!
νῦν δʼ εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα· εἶτʼ ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομεν ἀπώλετο· ἂν ὕπατον, μακάριος· ἂν ἐξωρισμένον, ταλαίπωρος· ἂν πένητα, ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ.
然而现在,我们一遇到任何表象就张口结舌地被俘获了,充其量不过是在学堂里稍微清醒片刻;然后一走出去,若看到有人悲伤,便说:“他完了!”若看到执政官,便说:“何其幸福!”若看到流放者,便说:“可怜的人!”若看到穷人,便说:“真悲惨,他连果腹之物都没有。”
ταῦτʼ οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετάσθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία;
因此,必须根除这些邪恶的信条,全力专注于此。因为痛哭与呻吟是什么?是信条。不幸是什么?是信条。内讧、纷争、埋怨、控告、不敬、废话又是什么?
ταῦτα πάντα δόγματά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐσταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.
这一切都只是信条,别无他物,而且是把独立于意志抉择的事物当作善与恶的信条。只要有人把这些转移到取决于意志抉择的事物上,我敢向他保证,无论他周围的环境如何,他都将保持心灵的安稳。
οἷόν ἐστιν ἡ λεκάνη τοῦ ὕδατος, τοιοῦτον ἡ ψυχή, οἷον ἡ αὐγὴ ἡ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ φαντασίαι.
灵魂好比一盆水,表象则好比落在水面上的光线。
ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ ἡ αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται.
因此,当水被摇动时,光线似乎也在摇动,但它其实并没有动。
καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφʼ οὗ εἰσιν· καταστάντος δὲ καθίσταται κἀκεῖνα.3
同样,当一个人头晕目眩时,被扰乱的并不是技艺与美德,而是它们所依凭的气;一旦气平复下来,那些技艺与美德也就平复如初了。
- 3.3.5οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ.
表示相互关联的与格惯用句(结构同于常见的 τί ἐμοὶ καὶ σοί),省略了 κοινόν ἐστιν。后半句 ἀλλὰ τῷ ἀγαθῷ 同样承前省略了 ἐμοὶ [κοινόν ἐστιν],意为“(我和父亲之间毫无关系),唯独与善有关系”。
- 3.3.9μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ, μή τι τοῦ φιλαδέλφου;
由 μή τι 引导的修辞疑问句,省略了谓语动词(承接前句的 ἕξει,或在语境上指 αἴρει/ἀφαιρεῖται“夺取”)。属格 τοῦ αἰδήμονος 等在此作部分属格(或兼具分离属格功能),意在强烈否定:“难道他还能夺走/占有你的一丝羞耻心、信义或兄弟之情吗?”
- 3.3.22καταστάντος δὲ καθίσταται κἀκεῖνα.
καταστάντος 为属格独立结构,其逻辑主语承前补出 τοῦ πνεύματος(气)。主句的指示代词 κἀκεῖνα(中性复数)指代前文的 αἱ τέχναι καὶ αἱ ἀρεταί(技艺与美德),意指一旦气息平复,寄寓于其中的美德与技艺也随之恢复安定。
