← 爱比克泰德

谈话录

§3.2.1-3.2.18

哲学训练的三个领域与沉溺逻辑之弊

爱比克泰德阐述了哲学训练的三个领域(激情的掌控、应尽的职责、赞同与逻辑的稳固),并严厉斥责了当代学者抛弃前两个根本道德领域、沉溺于逻辑辩难并汲汲于外在虚名的愚蠢行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν· ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτʼ ὀρεγόμενος ἀποτυγχάνῃ μήτʼ ἐκκλίνων περιπίπτῃ· ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς· τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις.

立志成为贤良之士的人,必须在三个领域接受训练:其一是关于欲望与规避的领域,免得他在欲求时落空,在规避时陷入灾祸;其二是关于行事与拒斥的冲动,简言之即关于应尽职责的领域,以便有秩序、合乎理性且毫不懈怠地行事;第三是关于不受欺蔽和不轻率,总括而言即关于赞同的领域。

§3.2.3

τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη· πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, διʼ ὧν οὐδʼ ἀκοῦσαι λόγου δυνάμεθα.

在这些领域中,最首要也最紧迫的是关于激情的领域;因为激情绝非由其他原因产生,而只产生于欲望落空或规避遭灾。正是这带来了纷扰、混乱、背运和不幸,产生了悲哀、恸哭、嫉恨,使人充满嫉妒与猜忌,以致我们连理性的话语都无法听进去。

§3.2.4

δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον· οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

第二是关于应尽职责的领域;因为我不应当像雕像那样毫无知觉,而应当恪守自然的以及后天的各种关系,作为一个敬虔者、作为儿子、作为兄弟、作为父亲、作为公民。

§3.2.5

τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδʼ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδʼ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. — τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν.

第三则是已经属于那些进取之人所关涉的领域,关于这些事情本身的稳固确凿,免得即便在梦中、在醉酒中或在抑郁发作时,也有未经审视的表象悄悄溜过而不被察觉。“这是超出我们能力的事,”有人说。

§3.2.6

— οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον· μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους.1

——然而现在的哲学家们却抛弃了第一和第二领域,专心致志于第三领域:推移论证、诘问求结的论证、假言论证和说谎者悖论。

§3.2.7

— δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον.

——“因为,”他说,“即便置身于这些论题材料之中,也必须保持不被欺骗。”

§3.2.8

— τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία;

——谁必须?贤良之士。那么这就是你所欠缺的吗?别的你都彻底完成了?在小钱上你不受欺骗吗?要是你看见一个漂亮的姑娘,你能经受住这一表象的诱惑吗?要是你的邻人继承了产业,你不会感到刺痛吗?难道现在除了确凿不移之外,你就没有别的欠缺了吗?

§3.2.9

τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει.

可怜的人啊,你正是在战战兢兢、焦虑不安中学习这些东西,唯恐有人蔑视你,到处打听是否有人在议论你。

§3.2.10

κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα, γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δʼ ἄλλος παρὼν εἴπῃ οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι· τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δʼ οὐδέν, ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.

要是有人走来对你说: “在讨论谁是最好的哲学家时,在场的一位说某某人才是独一无二的哲学家,”你那卑微的灵魂就从一指宽膨胀到了两肘长。但要是在场的另一个人说: “你说的全是空话;某某人的话根本不值得一听。因为他懂什么?他只掌握了入门基础,除此再无其他,”你就失魂落魄,面色发白,随即大喊大叫: “我要向他证明我是谁,证明我是一个大哲学家!”

§3.2.11

βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ οὗτός ἐστιν, ἔφη, ὁ δεῖνα· ἔδειξα ὑμῖν αὐτόν;

从这些事情本身就能看出来!你为什么还想从别的事情上证明呢?你难道不知道第欧根尼曾这样伸出中指指向一个智者,在那人勃然大怒时,“这就是那个人,”他说,“某某人;我已经把他指给你们看了”吗?

§3.2.12

ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλʼ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

因为人不像石头或木头那样是用手指来指示的,而只有当有人指明他的信条时,才真正把他作为一个人指示了出来。

§3.2.13

βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν,2 ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα.

让我们也来看看你的信条吧。难道这不是显而易见的吗:你把自己意志抉择视若无物,却只把目光投向意志抉择之外的外在事物,看某某人会说什么,看你会被看作什么样的人——是被看作文献学者,还是被看作读过克律西波斯或安提帕特的人?因为如果你甚至读过阿尔刻得摩斯,你就全盘占有了!

§3.2.14

τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον· ταῦτα ἡμῖν ἔδειξας.

你为什么还在焦虑唯恐不能向我们证明你是谁呢?你想让我告诉你,你向我们展现了一个什么样的人吗?你展现出了一个登场的卑鄙、抱怨、急躁、胆怯之人,责备一切,怨尤众人,从不安静,虚荣浮夸:这就是你展现给我们看的东西。

§3.2.15

ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες.3 τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν — τίνα ποτʼ ἐκεῖνον; — τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον.

现在走开去读阿尔刻得摩斯吧;然后一只老鼠掉下来发出响声,你就吓死了!因为等待你的正是这样的死,就像降临在——那人叫什么来着?——克里尼斯身上的死一样。那个人也曾因为理解了阿尔刻得摩斯而自鸣得意。

§3.2.16

τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖν οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ, ἡσυχίαν ἄγω.

可怜的人啊,你难道不愿放弃这些与你毫无干系的事情吗?这些事情只适合那些能够毫无纷扰地学习它们的人,适合那些能够说出下述话语的人: “我不发怒,我不悲伤,我不嫉妒,我不受阻碍,我不受强迫。我还有什么剩下的事?我从容不迫,我保持宁静。

§3.2.17

ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι· ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται. ἐκείνων ἐστὶ ταῦτα.

让我们来看看应当如何应对论证的推移变化;让我们来看看接受了一个假设的人,怎样才不会被引向荒谬。” 这些属于那些人。

§3.2.18

τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾁδειν καὶ ὀρχεῖσθαι· βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.4

对于那些境遇顺遂的人来说,生火、就餐,碰巧的话唱歌跳舞,都是适宜的;但在这艘船正在下沉之际,你却偏偏在我的眼前跑出来扬起小帆!

语法注4 条
  1. 3.2.6μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους

    紧承前文 καταγίνονται περὶ τὸν τρίτον 而省略了介词 περί 及其所修饰的名词(如 λόγους)的宾格形容词与分词并列。这些词汇指代斯多亚派逻辑学的专门论证形式(推移论证、诘问归结的论证、假言论证、说谎者悖论)。

  2. 3.2.13μὴ γὰρ οὐ δῆλόν ἐστιν

    由 μὴ οὐ 接直陈式动词构成的反问句式,表示强烈的肯定意味(“难道不是显而易见吗?”)。在此强调对方忽视自身意志抉择而汲汲于外在虚名的事实是极其显然的。

  3. 3.2.15ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες

    条件从句使用虚拟式(ἂν καταπέσῃ καὶ ψοφήσῃ),归结从句则使用直陈式不定过去时(ἀπέθανες)。这是表示生动、即刻且确定之结果的戏剧性不定过去时(dramatic/proleptic aorist),意即“老鼠一旦掉落弄出响声,你瞬间就一命呜呼了”。

  4. 3.2.18σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους

    人称代词 μοι 是表示说话者愤怒与惊诧的情态与格(ethical dative)。它生动地传达了说话者对听者荒谬行径的讽刺与无奈:在船只正在沉没的危急关头,对方居然跑出来升起无济于事的小帆(τοὺς σιφάρους)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.2.1-3.2.18