← 爱比克泰德

谈话录

§3.26.13-3.26.25

批驳伪哲学与依凭意志的自足

爱比克泰德斥责了那些忽视心灵平静与品格修养、仅醉心于逻辑论辩的形式主义哲学者,揭示他们所惧怕的实非饥饿而是奢靡服侍的丧失,并敦促人们依凭自身不可夺取的自由抉择过自足的生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26.13

οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ1 κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν· οὐδέποτε δʼ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δʼ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ δύναμαι φέρειν ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν;, ἀλλʼ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵνʼ ἀμετάπτωτα σχῇς τίνα;2 τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν ἀποτευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

你就这样活下去吧,永远也别停下来——你这个仅仅名义上走近哲学、并在你能力所及的范围内玷污了哲学的定理、向研习者表明它们既无用又无益的人!你从未企求过心境安宁、泰然自若与不动情;你从未为此奉承过任何人,却为了逻辑推论奉承了许多人;你也从未自己亲自考问过这些表象中的任何一个: “我能承受还是不能承受?对我而言还剩下什么?”,相反,仿佛你的一切都已完满无虞,你竟埋头于最后一部分的论题,即坚定不移的论题,为了把什么保持在不可动摇的状态?懦弱、卑劣、对富人的谄媚艳羡、无法实现的欲求、徒劳落空的规避——你所操心的正是这些东西的安全稳固!

§3.26.15

οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτʼ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ;

难道你不应当先依凭理性获取内核,然后再为它谋求安全稳固吗?你何曾见过有谁在空无一物之处修建胸墙,只给墙壁本身围上护墙的?在根本没有门的地方,又设立什么样的看门人呢?

§3.26.16

ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ τίνων;

然而你却练习着能够去论证——论证什么?你练习着不被诡辩动摇——从什么上被动摇?

§3.26.17

δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθʼ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον.

先向我指明你守护的是什么,测量的是什么,称量的是什么;然后再去炫耀天平或量斗吧。

§3.26.18

ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.

或者,你量灰烬到底要量到何时?难道你不应当论证那些能使人幸福、使事情顺遂其意愿、并因此不必指责任何人、不必抱怨任何人、〔而〕应当顺从全宇宙统治的事理吗?把这些指明给我看!

§3.26.19

ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν.

“看,我正指明呢,”他说: “我来给你解析三段论。” 奴才,这是度量工具,而不是被度量之物!

§3.26.20

διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας·3 τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

正因如此,你如今正为你所忽视之事遭受惩处:你发抖,你失眠,你与所有人商议;如果你的计策不能讨好所有人,你便以为自己筹划不周。

§3.26.21

εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς4 μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν;

随后你自以为在害怕挨饿。然而你害怕的并不是饥饿,而是害怕没有厨子,害怕没有另一个采办,没有另一个替你穿鞋,没有另一个替你穿衣,没有其他人为你揉擦身体,没有其他人跟在你身后侍奉;好让你在浴室里脱光衣裳,像被钉上十字架的人那样伸展四肢,被人从这侧揉擦到那侧,然后抹油仆人站在一旁说道: “翻个身,把侧肋露出来,托住他的头,把肩膀伸过来”;然后你从浴室回到家中大喊大叫: “没有人送吃的来吗?”

§3.26.23

, εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.

接着又喊: “把桌子撤走,” “用海绵擦干净。” 你所害怕的是这个:害怕不能过病夫般的生活。既然如此,那就去了解健康人的生活吧:看看奴隶们是如何生活的,劳动者们是如何生活的,真正追求哲学的人是如何生活的;苏格拉底是如何生活的——他身旁还有妻子儿女;第欧根尼是如何生活的;克莱安梯斯又是如何在汲水的同时研修学问的。

§3.26.24

ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτʼ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ.

你若愿意拥有这些,在任何地方都能拥有它们,并充满信心地生活。依凭什么?依凭那唯一可以信赖之物,那忠实可靠、不受阻碍、不可剥夺之物——也就是你自己的理性抉择。

§3.26.25

διὰ τί δʼ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δʼ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.

可你为什么把自己弄得如此无用、如此多余,以至于没有谁愿意接纳你到家中,没有谁愿意照料你呢?倘若一件完整而实用的器具被扔在外面,任何人捡到了都会收起来视作收获;可对于你,却没有人会这样做,所有人都视你为累赘损失。

语法注4 条
  1. 3.26.13ὅσον ἐπὶ σοὶ

    限定性宾格固定短语,意为“就你而言”或“在你的能力范围内”。表明该人是在自身的态度和行为上玷污了哲学教义,而非指哲学本身存在缺陷。

  2. 3.26.14ἵνʼ ἀμετάπτωτα σχῇς τίνα;

    一种修辞性倒装(hyperbaton),疑问代词 τίνα 插入在目的从句中动词 σχῇς 之后、真正宾语之前(“好把什么保持在不可动摇的状态呢?”)。随即接上本应作宾语的一连串单数宾格名词(τὴν δειλίαν 等),鲜明地讽刺了把怯懦等缺陷加以固化的荒谬。

  3. 3.26.20ὧν ἠμέλησας

    先行词的省略。δίκας τίνω(“为……受罚”)与动词 ἀμελέω 均要求属格补足语;在此属格指示代词先行词 τούτων 被省略,关系代词依 ἠμέλησας 的要求用属格 ὧν,相当于 τούτων ὧν ἠμέλησας。

  4. 3.26.21μὴ οὐ σχῇς

    在表惧怕的动词(δέδοικας)之后使用的双重否定结构。μὴ οὐ 搭配虚拟式(σχῇς),表示“担心/害怕……不会发生”(即“生怕没有……”),统辖随后并列的一系列宾格分词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.26.13-3.26.25