← 爱比克泰德

谈话录

§3.26.1-3.26.12

对匮乏与饥饿的恐惧以及对死亡的正确认识

针对恐惧生活必需品匮乏和挨饿之人,指责这种困窘最终不过导向死亡,指出依赖他人以及为自身不可控之事感到羞耻才是违背哲学的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26.1

οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δʼ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθʼ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες;

你比逃奴更加懦弱、更加卑劣,难道不感到羞耻吗?他们逃跑时是怎样撇下主人的,所依凭的是怎样的田产,怎样的仆役?他们难道不是只偷窃了勉强应付头几天的口粮,随后便在陆地或海上穿行,千方百计地谋求一种又一种糊口的生计吗?

§3.26.2

καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς.

又有哪一个逃奴曾被饿死?然而你却战战兢兢,生怕必需品短缺,以致夜不能寐。

§3.26.3

ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτο οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δʼ ἀνέγνως τοιαῦτα, πολλὰ δʼ ἔγραφες; ποσάκις δʼ ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις;

可怜的人啊,你竟如此盲目,看不见生活必需品的匮乏所引向的道路究竟通往何处吗?它通向哪里?通向发烧所通向的地方,通向落石砸中所通向的地方:通向死亡。你自己难道不是多次向同伴说过这话,读过许多此类言论,写过许多这类文字吗?你曾有多少次夸口说,自己对于死亡至少保持着平静从容的心态?

§3.26.4

— ναί· ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. — τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος;

“是的;但我的家人也会挨饿。” “那又怎样?难道他们的饥饿会通向别处吗?难道归宿不也同样是下到同一个幽冥吗?

§3.26.5

τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης;

幽冥的境况难道不是相同的吗?那么,面对一切困厄与匮乏,难道你不愿鼓起勇气注视那个地方吗?即使最富有的人、担任过最高官职的人,以及君王和僭主自身都必须下到那里去——如果你碰巧如此,便因饥饿而下,而他们则是因消化不良与酗酒破裂而下。

§3.26.6

τίνα πώποτʼ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δʼ οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδʼ ἀποθανεῖν δύνασθαι,1 σὺ δʼ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι,2 οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν; — ἀλλʼ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. — μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδʼ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.3

你何曾轻易见过哪一个乞丐不是老人?哪一个不是垂暮老朽?然而,他们日日夜夜受冻,流落街头,仅以绝对必需的微薄之物果腹,却几乎到了连死都死不了的地步;而你作为一个肢体健全、有手有脚的人,竟对饥饿怕成这个样子?难道你连掏船底积水都做不到,连写字、照管幼童、给别人看门都做不到吗?” “但落到这等困窘的境地是可耻的。” “那么,首先去弄清楚什么是可耻的事,然后再向我们自称是哲学家吧。就目前而言,哪怕别人这样称呼你,你也万不可接受。

§3.26.8

αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον, οὗ σὺ αἴτιος οὐκ εἶ, ὃ ἄλλως ἀπήντησέν σοι, ὡς κεφαλαλγία, ὡς πυρετός; εἴ σου οἱ γονεῖς πένητες ἦσαν ἢ πλούσιοι μὲν ἦσαν, ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρκοῦσιν οὐδέν, σοὶ ταῦτα αἰσχρά ἐστιν;

凡不是你自身的作为、非由你所导致、只是如头痛或发烧一般偶然降临于你的事情,对你而言是可耻的吗?如果你的父母是穷人,或者他们虽富有却把财产留给了别的继承人,且在世时丝毫不资助你,这些对你而言是可耻的吗?

§3.26.9

ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ,4 ὃ αὐτὸς οὐκ ἐποίησεν;

你在哲学家那里学到的就是这些吗?你从未听说过可耻之物是应受谴责的,而应受谴责之物是理当被责难的吗?对于并非某人自身作为、非由他自己造成之事,人们能谴责谁呢?

§3.26.10

σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν αἰσχύνεσθαι;

那么,是你让父亲变成那个样子的吗?或者你有能力纠正他吗?这赋予你了吗?那么又怎样呢?你难道应当欲望那些未曾赋予之物,或者因未能获得它们而感到羞耻吗?

§3.26.11

οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ;

你在研修哲学时,就是这样习惯于仰视他人,而自己却不对自己抱有任何指望的吗?

§3.26.12

τοιγαροῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον· περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ.

那么你就去哀鸣吧,去呻吟吧,心惊胆战地吃着饭,生怕明天没有粮食;为那些小奴隶担惊受怕吧,生怕他们偷东西,生怕他们逃跑,生怕他们死去。”

语法注4 条
  1. 3.26.6ἐγγὺς ἥκουσιν τῷ μηδʼ ἀποθανεῖν δύνασθαι

    带冠词不定式的与格 τῷ μηδʼ ἀποθανεῖν δύνασθαι 修饰 ἐγγὺς ἥκουσιν,表示所达状态的标准或结果,意为“几乎到了连死都做不到的境地”。

  2. 3.26.7οὐκ ἀντλεῖν δύνασθαι

    用于反问中的独立不定式结构。语法上可理解为感叹/反问不定式,或省略了表能力、可能的动词(如 ἔνεστιν 或 οἷός τʼ εἶ),带有强烈的质问语气:“难道你连掏积水都做不到……?”

  3. 3.26.7τὸ νῦν δὲ μηδʼ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου

    条件从句 ἂν ἄλλος τις εἴπῃ σε 中承前省略了补足语 φιλόσοφον。命令式 ἀνέχου 与否定词 μηδέ 连用,表示“容忍、甘受”,全句意为“哪怕别人这样称呼你〔为哲学家〕,你也切勿接受”。

  4. 3.26.9τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ

    承接前句“应受谴责之物是理当被责难的”而产生的省略句。省略了动词如 ψέγομεν(“我们谴责”),疑问代词对格 τίνα 作为其宾语,全句意为“对于非因自身作为之事,〔我们〕去谴责谁呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.26.1-3.26.12