- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.25.1-3.25.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者敦促听者省察自己的进退得失,在遭受挫折后立刻重返随时可以重新开始的美德竞赛,并告诫切勿为屡犯过错找借口而滋长不良习性。
σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας,1 τίνων δʼ οὔ, καὶ πῶς ἐφʼ οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος, ἐφʼ οἷς δʼ ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες.
审查一下:在你开始时向自己提出的目标中,你战胜了哪些,哪些没有战胜;当你回想起来时,你如何对一些事感到高兴,对另一些事感到痛苦;若有可能,把那些你滑落失掉的也重新收回。
οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς ληπτέον· οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν2 μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξεστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ εἶναι, ἀλλʼ ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας.
因为参加最伟大竞赛的人绝不可畏缩退缩,而是连打击也必须承受;因为摆在眼前的这场竞赛,不是为了摔跤或综合搏击——在那些比赛中,无论得胜还是落败,一个人都可以是极有价值的,也可以是微不足道的,而且凭宙斯起誓,可以是最幸运的,也可以是最悲惨的——而是为了幸运本身与幸福本身。
τί οὖν; οὐδʼ ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵνʼ ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλʼ εὐθὺς ἀναλαβόντι καὶ ἀνακτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυμίαν ἔξεστιν ἀγωνίζεσθαι· κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξεστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπειπόντι.
那么又如何呢?即使我们在这里力竭放弃,也没有人阻止我们再次参赛。也不需要再等待四年以便下一届奥林匹亚节到来,而是只要一个人立刻重整旗鼓、找回自我并投入同样的干劲,他就能参赛;即使你再次认输放弃,也依然可以重新参赛;而只要你胜出一次,你就与从未放弃过的人毫无二致。
μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν· καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώμενος τὴν περίοδον3 ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν.
只是不要在同一种习惯的影响下欣然开始这样做;否则,到了最后你就会像个劣质的运动员,在巡回赛场上屡遭击败,好比那些弃阵而逃的鹌鹑一样四处乱转。
ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ. τί γάρ; πρῴην οὐχ ἡττήθην; προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην γὰρ οὐκ ἔψεξα;
“一个漂亮女仆的表象打败了我。那又怎样?前些天我不是也被打败了吗?” “我生出了想责备某人的冲动。前些天我不是也责备了吗?”
οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξεληλυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι πρῴην γὰρ οὐκ ἐλουσάμην; ἂν οὖν ὁ ἰατρὸς αὐτῷ ἔχῃ λέγειν ἄγε, λουσάμενος οὖν τί ἔπαθες; οὐκ ἐπύρεξας; οὐκ ἐκεφαλάλγησας;
你就这样对我们高谈阔论,仿佛自己安然无恙地脱身出来一样,正如同有人对阻止他洗澡的医生说: “前些天我不是洗了澡吗?” 那么,如果医生能够反问他: “喂,那么洗完之后你遭了什么罪?你没有发烧吗?你没有头痛吗?”
καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας; οὐ φλυάρου; οὐκ ἔθρεψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα; ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος; τί οὖν τὰ πρῴην λέγεις;
而你在前些天责备别人时,难道不是行了恶劣之人的作为吗?不是行了妄议之人的作为吗?难道你没有通过向这种习性投喂其特有的行径来滋养它吗?被那女仆打败时,难道你毫无损失地离开了吗?那么你为什么还要提那些前些天的事呢?
ἔδει δʼ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι4 τῶν αὐτῶν ἁμαρτημάτων.
然而我想,正如奴隶记住挨打那样,人本该铭记于心,远离同样的过错。
ἀλλʼ οὐχ ὅμοιον· ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;
“但情况并不相同;因为在那种情况下,痛苦造成了记忆;但在过错上,有什么痛苦,有什么损失呢?”因为你何时曾习惯于逃避做出恶劣的行径呢?
- 3.25.1ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας
关系代词 ὧν 属于吸收了先行词 τούτων 的属格吸引(或相当于由隐去先行词的部分属格 τούτων ἃ 紧缩而成)。τίνων 是支配属格的动词 ἐκράτησας 的直接宾语,句首的 ὧν 从句界定了整体范围,供后文的 τίνων μὲν... τίνων δέ... 加以区分。
- 3.25.3οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν
属格关系代词 οὗ 指代前文的摔跤与综合搏击(或其胜果),是分词 τυχόντι 的补足语。与格分词 τυχόντι 与 μὴ τυχόντι 作为非人称动词 ἔξεστιν 的与格补足语,同时表语形容词(πλείστου ἀξίῳ、εὐτυχεστάτῳ 等)在格上与之一致,均为与格。
- 3.25.5νικώμενος τὴν περίοδον
τὴν περίοδον 指古希腊四大泛希腊盛会全循环(巡回赛周期),或作为范围/同族宾格表示竞赛的巡回。与被动分词 νικώμενος(“被打败”)连用,表达在整个巡回赛程中屡战屡败。
- 3.25.9ἔδει δʼ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι
单数阳性对格完成时分词 μεμνημένον 作为非人称未完成时 ἔδει 所支配的不定词 ἀπέχεσθαι 的对格主体(表示泛指的人称)。插入的比较结构 ὡς οἱ δοῦλοι τῶν πληγῶν 省略了谓语,意为“如奴隶记住鞭笞那样”;而属格 τῶν αὐτῶν ἁμαρτημάτων 则由表示克制、远离的动词 ἀπέχεσθαι 所支配。
