← 爱比克泰德

谈话录

§3.24.103-3.24.118

常备不懈应对逆境与保持内在自由

论述了应当日夜修习哲学原则,处变不惊,克尽神所指派的一切职责。教导人们应当保持不受外物所惑的内在从容与无畏,而非去炫耀或贪恋世俗的官职与赞誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24.103

ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω· ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν·1 περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι; καὶ πάλιν ἄλλῳ προσελθεῖν καὶ ἄλλῳ.

把这些事在夜里、在白天都准备在手头;书写这些,阅读这些;就这些事进行谈论,自己对自己,对他人说道: “你有什么办法能在这件事上帮助我吗?” 然后再次走向另一个人,又走向另一个人。

§3.24.104

εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον.

随后,如果发生了所谓不称意的事,立刻首先会使你感到释怀的,便是这并非意料之外。

§3.24.105

μέγα γὰρ ἐπὶ πάντων τὸ ᾔδειν θνητὸν γεγεννηκώς.2 οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ᾔδειν θνητὸς ὤν, ᾔδειν ἀποδημητικὸς ὤν, ᾔδειν ἔκβλητος ὤν, ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν. εἶτʼ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν· τί οὖν πρὸς ἐμέ; εἶτα τὸ κυριώτατον τίς δʼ αὐτὸ καὶ ἐπιπέπομφεν;

因为在一切事情上,这句话都是重大的: “我知道自己生下的是必死之人。” 因为你也将这样说: “我知道我是必死的”,“我知道我是注定要远行的”,“我知道我是注定会被流放的”,“我知道我是注定会被投入监狱的”。 接着,如果你反求诸己,探寻这发生之事源自何处,你立刻就会记起: “它源于不受意志支配的事物之域,源于不属于我的事物;那么这与我何干?” 然后,最关键的是: “又是谁派下这件事的呢?”

§3.24.107

ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. δὸς οὖν αὐτό· δεῖ γάρ με ἀεὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί.

“长官或将军,城邦,城邦的法律。” “那就交出它吧;因为我必须在一切事上永远顺从法律。”

§3.24.108

εἶθʼ ὅταν σε ἡ φαντασία δάκνῃ (τοῦτο γὰρ οὐκ ἐπὶ σοί), ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει.

随后,当表象刺痛你时(因为这不在你的掌控之中),用理性回击,压倒它,不要任由它坐大,也不要任由它随心所欲、肆意构想而把你拖向接下来的事。

§3.24.109

ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντʼ ἂν ἐπανελθόντι· ἀλλʼ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα.

如果你在吉亚罗斯岛,不要去构想在罗马的生活,以及生活在那里时有多少消遣,重返那里又会有多少消遣;而要全神贯注于此:在吉亚罗斯岛生活的人,应当如何在吉亚罗斯岛刚毅有力地生活。即使你在罗马,也不要构想在雅典的生活,而只需专注于当地的生活。

§3.24.110

εἶτʼ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλʼ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς.

然后,用那一项来取代所有其他的消遣:即因意识到自己顺从于神、不是用言语而是用行动履行善美之人的职责而产生的那种欣喜。

§3.24.111

οἷον γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ· κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν· καὶ τούτου με ὁ Ζεὺς αὐτὸν παρʼ ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἷον δεῖ, πολίτην οἷον δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα τῶν ἀπροαιρέτων. ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπιθυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν ἑαυτοῖς ζητεῖτε· εἰ δὲ μή, οὐχ εὑρήσετε.

能够对自己说出这样的话,是多么了不起的事: “如今其他人在学园里高谈阔论、看似在讲说悖论的事,正由我在躬行;而他们坐着阐释我的美德,探究我的事,歌颂我;宙斯正是希望我从自己身上获得这方面的证明,并且他也亲自得知是否拥有了一个合格的士兵、一个合格的公民,并将我引荐给其他人,作为不受意志支配之事物的见证人。‘看哪,你们的恐惧是盲目的,你们渴望所渴望之物是徒劳的。不要向外寻找善;要在你们自己之中寻找;否则你们将一无所获。’

§3.24.113

ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δʼ ἐκεῖ πέμπει, πένητα δείκνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα· εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν· μὴ γένοιτο· τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ; οὐδʼ ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος.

为了这些目的,他有时把我引到这里,有时又派往那里;向人们展示我是一个穷人、无权者、生病者;他把我遣送到吉亚罗斯岛,把我押入监狱。并非因为恨我——绝不会如此!谁会恨自己最优秀的仆役呢?也不是因为忽视,他连最微不足道之物都不会忽视;而是为了磨砺我,并把我用作给其他人的见证人。

§3.24.114

εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν; οὐχὶ δʼ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα;

被编入这样的侍奉岗位,我难道还会介意自己在哪里、与谁在一起,或者人们如何谈论我吗?我难道不是完全专注于神,专注于他的诫命与法令吗?”

§3.24.115

ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιρρωννύντος.

始终将这些掌握在手中,在自己身边反复研磨并随时备用,你就绝不需要安慰你的人、使你坚强的人。

§3.24.116

καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν.

因为真正可耻的不是没有吃的,而是缺乏足以达到无惧、无忧的理性。

§3.24.117

ἂν δʼ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα;3

如果你一旦获得了无忧与无惧,对你而言还会存在什么僭主、侍卫或皇帝的家臣吗?官职任命会刺痛你吗?那些因就职而在卡比托利欧山上献祭的人会刺痛从宙斯那里领受了如此伟大统治权的你吗?

§3.24.118

μόνον μὴ πόμπευε αὐτὴν μηδʼ ἀλαζονεύου ἐπʼ αὐτῇ, ἀλλʼ ἔργῳ δείκνυε· κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

只是不要大肆炫耀它,也不要为此夸耀,而要用行动去展现;即便无人察觉,只要你自己身心健康、幸福安乐,也就足够了。

语法注3 条
  1. 3.24.103ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν

    祈使性不定式(用作命令句的不定式),无需主句定式动词而独立表示命令或告诫。它承接了前句第三人称命令式 πρόχειρα ἔστω 的教诫语气,并与随后的 ποιεῖσθαι、προσελθεῖν 并列展开具体的实践要求。

  2. 3.24.105ᾔδειν θνητὸν γεγεννηκώς

    由认知动词 οἶδα(过去完成时 ᾔδειν)支配的补充说明分词结构。因分词指称主语自身,故采用主格分词 γεγεννηκώς,意为“我知道自己生下了一个会死之人(θνητόν)”。后续的 ᾔδειν θνητὸς ὤν 等亦为此类主格补充说明分词的相同结构。

  3. 3.24.117τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα

    修饰并同格于前文动词短语 δήξεταί σε(会刺痛你吗)之宾格代词 σε 的宾格分词短语,意为“(刺痛)从宙斯那里领受了如此伟大统治权的你”。在句法上,它所修饰的是受动者(受话者),而非句中的主语(僭主、卫士或祭祀者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.103-3.24.118