- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.85-3.24.102
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德教导人们要像凯旋式上的奴隶一样,时刻谨记所爱之人的凡俗与暂存本性,将死别视为自然的转变,并顺从地履行神所指定的任何岗位与使命。
οὕτως καὶ ἐνθάδʼ, ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφʼ ὅσον αὐτὴ θέλει, ἀλλʼ ἀντίσπασον, κώλυσον, οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν1 καὶ ὑπομιμνῄσκοντες, ὅτι ἄνθρωποί εἰσιν.
同样,在这里也是如此,如果你在亲吻自己的孩子,亲吻兄弟,亲吻朋友,绝不要任由表象放纵无羁,也不要让你的欣喜之情随心所欲地扩展;而是应当拉住它、克制它,正如那些站在凯旋将领身后并提醒他们是凡人的人一样。
τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς· ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδʼ εἰς ἅπαν, ἀλλʼ ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ ὥρᾳ τοῦ ἔτους· ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ.
你也当这样提醒自己:你所爱的是会死之物,你所爱的绝非属于你自己之物;它只是暂时赐予你的,并非不可剥夺,也并非永恒,而是如同无花果,如同葡萄串一样,只在一年中既定的时节赐予;如果你在冬天渴望它,你就是个愚人。
οὕτως κἂν τὸν υἱὸν ἢ τὸν φίλον τότε ποθῇς, ὅτε οὐ δέδοταί σοι, ἴσθι, ὅτι χειμῶνος σῦκον ἐπιποθεῖς. οἷον γάρ ἐστι χειμὼν πρὸς σῦκον, τοιοῦτόν ἐστι πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατʼ αὐτὴν ἀναιρούμενα.2
同样,即使你在儿子或朋友不再赐予你的时候渴望他们,你当知道,你是在冬天渴望无花果。因为冬天之于无花果是怎样的关系,来自宇宙全体的每一种境遇之于依照这种境遇而被剥夺的事物,也是怎样的关系。
καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, τὰς ἐναντίας φαντασίας σαυτῷ πρόβαλε. τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν αὔριον ἀποθανῇ, τῷ φίλῳ ὡσαύτως αὔριον ἀποδημήσεις ἢ σὺ ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλους;
因此,往后在你为某事感到欣喜的当口,就把相反的表象摆在自己面前。一边亲吻孩子,一边牙牙学语地说道: “明天你就会死去”,对朋友也同样说道: “明天要么是你,要么是我将出远门,我们将不再相见”,这又有什么坏处呢?
— ἀλλὰ δύσφημά ἐστι ταῦτα. — καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλʼ ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά;
——“但这些话是不吉利的。”——确实,有些咒语也是不吉利的;但正因为它们有益,我并不介意;只要它起作用就行。然而,除了表示某种恶的事物之外,你还把什么称作不吉利的话呢?
δύσφημόν ἐστι δειλία, δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία· ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν. καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυλακῆς τῶν πραγμάτων.
怯懦是不吉利的,卑劣是不吉利的,哀痛、悲伤、无耻也是不吉利的;这些名称才是不吉利的。然而,为了防范事物本身,甚至连这些字眼也不应当犹豫去说。
δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν; λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας· ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων· ἀλλʼ οὐχὶ τοῦ κόσμου. λέγε δύσφημον καὶ τὸ φυλλορροεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς.
你难道竟对我说,一个表示某种自然事物的名称是不吉利的吗?那你大可说收割麦穗也是不吉利的;因为它意味着麦穗的毁灭;但这绝不是宇宙的毁灭。你大可说落叶是不吉利的,说从无花果变成无花果干、从葡萄串变成葡萄干也是不吉利的。
πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί· οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτʼ ἔστιν ἀποδημία, μεταβολὴ μικρά· τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν,3 ἀλλʼ εἰς τὸ νῦν μὴ ὄν.
因为所有这些,都是从先前的状态转变为其他的状态;不是毁灭,而是一种既定的规划与掌管。出远门就是如此,是一种微小的转变;死亡也是如此,是从当下存在之物走向并非虚无、而是走向当下不存在之物的更大转变。
— οὐκέτι οὖν ἔσομαι; — οὐκ ἔσει· ἀλλʼ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλʼ ὅτε ὁ κόσμος χρείαν ἔσχεν.
——“那么,我将不再存在了吗?”——你将不再存在;而是成为宇宙如今所需要的别的东西。因为你的产生,也不是在你想要的时候,而是在宇宙有需要的时候。
διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τʼ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ.
正因如此,一个善良而高尚的人,牢记自己是谁、来自何处、由谁所造,便一心只专注于此:如何井然有序且顺从于神地履行自己的职责。
ἔτι μʼ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς.
“你还想让我活着吗?我将作为自由人、作为高尚的人、按照你的意愿活着;因为你在属于我的事物中让我不受阻碍。
ἀλλʼ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, διʼ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι.
你不再需要我了吗?愿你一切安好;直到现在我留下来也是为了你,而不为其他任何人;如今我顺从于你而离去。”
πῶς ἀπέρχῃ; πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων.
“你如何离去?” “再次按照你的意愿离去:作为一个自由人,作为你的仆役,作为一个体会到了你的诫命与禁令的人。
μέχρι δʼ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω.
只要我还在你的造物中生活,你希望我成为什么样的人?长官还是平民?议员还是百姓?士兵还是将领?教师还是家长?无论你委派给我何种职责与岗位,正如苏格拉底所说,我宁死千万次也绝不放弃它。
ποῦ δέ μʼ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο.
你希望我在哪里呢?在罗马,在雅典,在底比斯,还是在吉亚罗斯岛?只要你在那里记着我就行了。
ἄν μʼ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλʼ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν·4 οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλʼ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις.
如果你把我遣送到一个人们无法顺应自然生活的地方,我离去并非是不顺从你,而是视同你在向我吹响撤退的号角;我绝不会背弃你——绝不会如此!——而是我体会到你已不再需要我。
ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθʼ ὧν εἰμί.
但如果顺应自然的生活尚被许可,我绝不寻求别的处所,只留在当下的处所;也不寻求别人,只与当下的人相伴。”
- 3.24.85οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν
οἷον 作副词表示比喻(“正如……”),统领后面的分词 ἐφεστῶτες(完成时主动分词)与 ὑπομιμνῄσκοντες(现在时主动分词)。句中省略了动词(如 ποιοῦσιν)。此处典指罗马凯旋式上站在将领身后的公共奴隶提醒将领“你只是凡人”的风俗。
- 3.24.87πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατʼ αὐτὴν ἀναιρούμενα
整句是由 οἷον... τοιοῦτον...(“正如……也同样……”)构成的对应比喻。ἡ ἀπὸ τῶν ὅλων περίστασις 指“来自宇宙整体的一切境遇”,它与 τὰ κατʼ αὐτὴν ἀναιρούμενα(“依照该境遇而被剥夺之物”)的关系,对应于冬天(χειμών)与无花果(σῦκον)的季节关系。
- 3.24.93ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλʼ εἰς τὸ νῦν μὴ ὄν
介词短语 ἐκ τοῦ νῦν ὄντος(“从当下存在之物”)所朝向的终点形成了对比:οὐκ εἰς τὸ μὴ ὄν(“并非走向虚无/绝对的不存在”)与 ἀλλʼ εἰς τὸ νῦν μὴ ὄν(“而是走向当下尚未存在之物”)。这一句式简洁地体现了斯多亚派关于事物只是形态转化而非彻底消灭的宇宙论观点。
- 3.24.101ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν
由 ὡς 引导的属格独立结构,表示主观认定的理由或态度(“犹如你正在……”、“视同你……”)。τὸ ἀνακλητικόν 是军事术语,意为“撤退的信号/号角”;这里将生命的终结比作服从统帅发出的撤兵指令。
