- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.67-3.24.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德援引安提斯泰尼与第欧根尼的例证,指出真正的自由在于仅将表象的运用而非外在事物视为己有。他严厉斥责了那些仅热衷于逻辑学程式却依然执迷于特定地点与亲友、从而深陷悲伤与奴役的门徒。
οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι ἐξ οὗ μʼ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα.
自由正是由此而产生的。为此他常说: “自从安提斯泰尼使我获得自由以来,我便不再是奴隶了。”
πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει· ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή· συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια.
他是如何使他获得自由的呢?听听他是怎么说的: “他教会了我什么是属于我的,什么是不属于我的。财产不属于我;亲属、家人、朋友、名声、熟悉的地方、日常的交往——所有这一切都是身外之物。
σὸν οὖν τί; χρῆσις φαντασιῶν. ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω,1 ἀνανάγκαστον· οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω.
那么,什么是属于你的呢?是对表象的运用。 他向我指明,我对这一运用拥有毫无阻碍、毫无强迫的支配权;没有任何人能够阻拦我,没有任何人能够强迫我违背自己的意愿去运用它。
τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς;2 τὸν γὰρ ὑπʼ ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι.
那么,如今谁还能对我拥有支配权呢?是腓力、亚历山大、佩尔狄卡斯,还是波斯大王?他们从哪里能得到这种权力?因为凡是注定要被他人打倒的人,早在那之前就已经被外在事物打倒了。
οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν, οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δʼ, ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τίνος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται;
因此,一个不被快乐、痛苦、名誉和财富所战胜的人,并且每当他认为合适时,便能把整个可怜的肉体吐向某人而离去的人,这样的人还能是谁的奴隶,还会臣服于谁呢?”
εἰ δʼ ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς διατριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν.
然而,如果他先前欣然生活在雅典,屈服于这种交往生活,那么他的一切事情都将任凭任何人处置,更强横的人就会成为折磨他的主人。
πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵνʼ αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵνʼ ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν;
你想想看,他该会怎样奉承那些海盗,以便让他们把他卖给某个雅典人,好让他有朝一日能够看到美丽的比雷埃夫斯、长墙以及卫城!
τίς ὢν ἴδῃς, ἀνδράποδον;
身为奴隶的你,又将以何种身份去看它们呢?
δοῦλος καὶ ταπεινός· καὶ τί σοι ὄφελος; — οὔ· ἀλλʼ ἐλεύθερος. — δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει δοῦλος ἐμὸς εἶ· ἐπʼ ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπʼ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν· ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας.
作为一个奴隶和卑屈者去看吗?而这对你又有什么益处呢?——“不,而是作为一个自由人。”——那就证明你如何是一个自由人吧。看哪,某个人抓住了你,正是那把你从熟悉的交往生活中带走的人,并说道: “你是我的奴隶;因为阻碍你随心所欲地生活全在于我,释放你、贬抑你也全在于我;每当我想这样做时,你就会重新欢喜雀跃,得意洋洋地前往雅典。”
τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δίδως;3 ἢ οὐδʼ ὅλως ἀντιβλέπεις, ἀλλʼ ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς;
对于这个将你掳为奴隶的人,你说些什么呢?你向他提供什么样的自由保证人呢?难道你甚至根本不敢正视他,而是放弃了所有长篇大论,乞求获得释放吗?
ἄνθρωπε, εἰς φυλακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας. εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς; ὅταν δʼ ἀποθνῄσκειν δέῃ, καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις;
人啊,你应当满怀欣喜地走向监狱,步履匆匆,甚至抢在押送你的人前面!然而你却害怕留在罗马生活,一心眷恋着希腊吗?当不得不死的时候,难道那时你也要向我们哭诉,说你再也看不到雅典,不能在吕克昂漫步了吗?
ἐπὶ τοῦτο ἀπεδήμησας; τούτου ἕνεκα ἐζήτησάς τινι συμβαλεῖν, ἵνʼ ὠφεληθῇς ὑπʼ αὐτοῦ; ποίαν ὠφέλειαν; συλλογισμοὺς ἵνʼ ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθετικούς; καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς;
难道你离乡背井就是为了这个吗?难道你为此寻求与某人交往,以便从他那里得到益处吗?什么样的益处?是为了能更加熟练地分析三段论,或是探讨假言命题吗?难道你正是为了这个缘故而抛弃了兄弟、祖国、朋友和家人,只为了学了这些东西之后再回去吗?
ὥστʼ οὐχ ὑπὲρ εὐσταθείας ἀπεδήμεις, οὐχ ὑπὲρ ἀταραξίας, οὐχ ἵνʼ ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις ἀποσῴζῃς ἀπαραποδίστως;
这么说来,你游历异乡并不是为了内心的稳定,不是为了内心的平静,也不是为了让自己变得不受伤害,从而不再抱怨任何人、不再指责任何人,没有任何人能伤害你,并由此毫无阻碍地维系各项人际关系吗?
καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ μεταπίπτοντας καὶ ὑποθετικούς· κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον ὡς οἱ φαρμακοπῶλαι.
你置办的可真是一桩好买卖啊——三段论、变换论式和假言命题!如果你觉得合适,不妨像那些江湖卖药的一样,坐在广场上招揽生意吧。
οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα; τί σοι κακὸν ἐποίησεν φιλοσοφία; τί σε ἠδίκησε Χρύσιππος, ἵνʼ αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγχῃς; οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ πλείω προσέλαβες;
难道你甚至不肯否认自己懂得所学的东西,以免把哲学理论贬损为毫无用处吗?哲学对你造成了什么伤害?克律西波斯对你犯下了什么过错,以至于你要亲自用行动来证明他的辛劳是徒劳无益的?难道即便你没有离乡,你在那里所拥有的那些足以令人悲痛哀叹的祸害还不够多,你反而还要招惹更多吗?
κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς. τί οὖν ζῇς; ἵνα λύπας ἄλλας ἐπʼ ἄλλαις περιβάλῃ, διʼ ἃς ἀτυχεῖς;
如果你又结识了其他熟人和朋友,如果你又对另一片土地产生依恋,你就会拥有更多哀号的由头。那么你活着究竟是为了什么?难道就是为了将一层又一层的悲伤加诸己身,并因而深陷不幸吗?
εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν; ποίαν, ἄνθρωπε, φιλοστοργίαν; εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται· εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ4 ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα.
然后你居然对我把这称作亲情之爱?人啊,这是哪门子的亲情之爱?如果它是善的,就不会导致任何恶;如果它是恶的,就与我毫无干系。我生来是为了属于我自己的善,而不是为了恶。
τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις; πρῶτον μὲν ἡ ἀνωτάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἷόν ἐστι χύτρα, οἷον ὑάλινον ποτήριον, ἵνʼ ὅταν καταγῇ, μεμνημένος μὴ ταραχθῇς.
那么对此应当如何操练呢?首先是最高、最关键且犹如守在门阶上的首要操练:每当你对某物产生依恋时,不要〔像〕依恋于任何不可剥夺之物〔那样〕,而要〔像〕依恋于诸如陶罐、玻璃杯一类的东西〔那样〕,以便在它破碎时,你因牢记其本性而不致惊惶失措。
- 3.24.69ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω
先取句式(prolepsis)。指示代词阴性宾格 ταύτην(指代前文的 χρῆσις φαντασιῶν)原本应作 ὅτι 从句中动词 ἔχω 的直接宾语,此处被提前至主句动词 ἔδειξεν 之前。
- 3.24.70πόθεν αὐτοῖς;
省略句。承接前句(τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν;)的语意,省略了谓语动词(ἔστιν 或 γένοιτʼ ἄν)及主语(ἐξουσία)。与格 αὐτοῖς 表示领属,构成强烈的反问:“他们何处能有(这种权力)?”
- 3.24.76ποῖον αὐτῷ καρπιστὴν δίδως;
法律术语 καρπιστής 的比喻用法。该词指在奴隶释放或身份诉讼中替奴隶主张自由的法定保证人(相当于拉丁语的 vindex)。此句意为:“面对将你掳为奴隶的人,你向他提供什么样的自由保证人呢?”
- 3.24.83οὐδέν μοι καὶ αὐτῇ
以“与格 + καί + 与格”表示二者毫无干系或断绝往来的惯用句式(省略了 οὐδὲν κοινόν ἐστιν)。字面意为“对我与它而言无任何共同之处”,即“它与我毫无关系”。
