← 爱比克泰德

谈话录

§3.24.49-3.24.66

行善只为崇高本身与基于自由的关爱

爱比克泰德指出,善人行事的动机在于行为本身的崇高而非外在声名;他劝诫人们摒弃卑躬屈膝与过度的执恋和乡愁,效法苏格拉底和第欧根尼,在自由与顺从神明的前提下践行真正的关爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24.49

οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον1 τὸ πρᾶγμα· ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως· ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι διʼ ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν· οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

在此处也是同样道理。如果这件事值得亲自登门,那就去吧,我自会前往。如果值得如此交谈,那就谈吧,我自会交谈。然而,难道还必须亲吻他的手,用颂词去奉承他吗?去你的吧,这要花一个塔兰特!无论对我、对城邦还是对朋友们而言,失去一个好公民和一个好朋友都是毫无益处的。

§3.24.50

ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας.2 πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας; οὐκ οἶσθʼ, ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς;

“但如果你没有办成,别人就会认为你没有尽力。”你难道又忘了你来这里的目的了吗?难道你不知道,一个高尚善良的人做任何事情都不是为了外在的名声,而仅仅是为了把事情办得正当良好吗?

§3.24.51

— τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς; — τί δʼ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν; αὐτὸ τὸ γράψαι. — ἔπαθλον οὖν οὐδέν; — σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν;

——“那么把事情办得正当良好对他有什么好处呢?”——按照规矩把狄翁的名字写对,对写字的人有什么好处呢?正是书写本身。——“那么难道没有奖赏吗?”——难道你要为善人寻求比践行崇高与正义更伟大的奖赏吗?

§3.24.52

ἐν Ὀλυμπίᾳ δʼ οὐδεὶς ἄλλο οὐδέν,3 ἀλλʼ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια. οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα;

在奥林匹亚,没有人在意任何别的东西,但在你看来,仅仅在奥林匹亚赛会上获得冠冕就足够了。难道成为高尚、善良和幸福的人,在你眼中竟是如此微不足道、一文不值吗?

§3.24.53

πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσηγμένος καὶ ἤδη τῶν ἀνδρὸς ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀποθηλύνει κλαίοντα γύναια μωρά; οὕτως οὐδέποτε παύσει παιδίον ὢν νήπιον; οὐκ οἶσθʼ, ὅτι ὁ τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος;

诸神为了这些目的将你引入这个城邦,如今你已应当承担起成熟男子的职责,可你却还在依恋乳母和祖母,哭泣的愚蠢妇人们就能让你屈服并使你变得软弱吗?难道你就这样永远止步于做一个孩子、一个幼童吗?难道你不知道,做着孩童之事的人,年纪越大就越显得荒谬可笑吗?

§3.24.54

ἐν Ἀθήναις δʼ οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοιτῶν; — ὃν ἐβουλόμην. — καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει· μόνον μὴ ταπεινῶς, μὴ μετʼ ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς.

难道你在雅典时,从没有去过别人的家中拜访过任何人吗?——“我想见谁就去见谁。”——在这里你也这样去愿意见他,你就会见到你想见的人;只要不卑躬屈膝,不带有执迷的渴求或抗拒,你的事情就会处理得很妥善。

§3.24.55

τοῦτο δʼ οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδʼ ἐν τῷ ἐπὶ θύραις στῆναι, ἀλλʼ ἔνδον ἐν τοῖς δόγμασιν.

这并不在于登门前去,也不在于伫立门前,而在于内心中的观念。

§3.24.56

ὅταν τὰ ἐκτὸς καὶ ἀπροαίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δʼ ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολακείας τόπος, ποῦ ταπεινοφροσύνης; τί ἔτι ποθεῖς τὴν ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους;

当你鄙弃那些外在的、非意志所能决定的事物,认为它们没有一样属于你,而只有那些东西属于你——即正确地判断、理解、施发冲动、欲求和规避——那时哪里还有逢迎谄媚的容身之地,哪里还有卑躬屈膝的容身之地?你为何还要恋恋不舍那里的平静安宁,为何还要怀念那些熟悉的地方?

§3.24.57

ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις. εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε.

稍等片刻,这些地方也会重新成为你所熟悉的。然后,如果你依旧是这般卑劣的心性,等到从这里离开时,你又该去哭泣和叹息了!

§3.24.58

πῶς οὖν γένωμαι φιλόστοργος;— ὡς γενναῖος, ὡς εὐτυχής· οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδʼ ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμψασθαί ποτε θεὸν ἢ ἄνθρωπον.

“那我怎样才能充满亲情之爱呢?”——作为一个高尚的人,作为一个幸福的人去爱;因为理性绝不会判定人应当卑屈、应当被击垮、应当依附于他人,或是去怨恨神明与凡人。

§3.24.59

οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων·4 εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, ἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι.

请你如此保有亲情之爱,即作为谨守这些原则的人;但如果因为这种亲情,无论你究竟把什么称作亲情,你将沦为奴隶和悲惨者,那么充满亲情是毫无益处可言的。

§3.24.60

καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλʼ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον.

再者,把一个人当作终有一死者、当作终将离别的过客来爱,又有什么阻碍呢?难道苏格拉底不爱他自己的孩子们吗?但他作为一个自由人去爱,作为时刻谨记自己首先必须成为诸神之友的人去爱。

§3.24.61

διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτʼ ἀπολογούμενος οὐθʼ ὑποτιμώμενος οὔτʼ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος.

正因如此,他在任何合乎善人身份的事情上都毫无违背,无论是在受审申辩时、在自提刑罚时,还是在此前担任议事员或出征服役时。

§3.24.62

ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀγεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ διʼ ἀδελφούς.

然而我们却总不乏各种借口去变得卑劣:有人借口孩子,有人借口母亲,有人借口兄弟。

§3.24.63

διʼ οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα.

但因任何人而陷入不幸都是不相宜的,相反,应当因所有人而幸福,尤其是因那位为了这一目的而造就我们的神而幸福。

§3.24.64

ἄγε, Διογένης δʼ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι;

来吧,难道第欧根尼就不爱任何人吗?他如此温和善良,乃至为了人类的共同福祉而欣然承受了身体上的诸多劳苦与艰辛!

§3.24.65

ἀλλʼ ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δʼ ὡς τῷ θεῷ ὑποτεταγμένος.

但他又是如何爱的呢?是以合乎宙斯的侍从的身份去爱:一方面关怀备至,另一方面又臣服于神。

§3.24.66

διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δʼ οὐδεμία· καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλʼ αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δʼ ἂν ἀπελθὼν ὡσαύτως εἶχεν.

正因如此,唯独对他而言,普天之下皆是故土,没有哪一处是独特的偏爱;即使沦为俘虏,他也不思念雅典,不思念那里的熟人和朋友,反而与海盗们打成一片并试图感化纠正他们。后来被卖掉后,他在科林斯的生活一如先前在雅典一样;即使他去往佩拉埃比亚人那里,他也会保持一模一样的状态。

语法注4 条
  1. 3.24.49τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον

    形容词 ἄξιος 支配带冠词的不定式属格 τοῦ ἐπὶ θύρας ἐλθεῖν 作为补足语(“值得登门前往”)。与主语 τὸ πρᾶγμα 连用,带有条件语气(“如果这件事情值得登门”)。

  2. 3.24.50ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας.

    分词短语 μὴ ἀνύσας 带有否定词 μή,作条件从句用(“如果你没有办成”)。整句 ἀλλὰ δόξεις... 是预想中对话对手的辩驳插话,表达顾虑:“但如果你没办成,别人就会认为你没有尽力。”

  3. 3.24.52ἐν Ὀλυμπίᾳ δʼ οὐδεὶς ἄλλο οὐδέν

    此句省略了动词,可根据上文的 ζητεῖς(或 ζητεῖ)来补足(“在奥林匹亚,没有人在意/寻求任何别的东西”)。它与后半句 ἀλλʼ ἀρκεῖν σοι δοκεῖ(“但在你看来……就足够了”)形成对比,讨论世俗竞技之冠冕与德性追求的分量。

  4. 3.24.59ὡς ταῦτα τηρήσων

    连词 ὡς 与将来时分词 τηρήσων 结合,作为主格补足语,表示意图、条件或前提立场:“作为谨守这些原则的人/打算守住这些的人”,修饰命令句 γίνου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.49-3.24.66