← 爱比克泰德

谈话录

§3.24.33-3.24.48

恪守神的指令与面对富人的正确态度

将人生比作航海与从军征战,指出人应当顺从神的安排、坚守自己的岗位与职责;斥责那些贪图安逸享乐的假哲学家,并阐明在与富人交往中如何不卑不亢地履行公民的义务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24.33

πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει· ἂν δʼ ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε· καὶ τίς ἀνέξεταί σου κυβερνήτης; οὐχὶ δʼ ὡς σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν;

再者,如果你作为水手在船上航行,那就守住一个岗位并死守不放;如果需要爬上桅杆,偏不去;如果需要奔向船头,偏不去。那么有哪个船长能容忍你呢?难道他不会把你当作一件无用的器具扔下船去,因为你无非是其他水手的绊脚石和恶劣榜样?

§3.24.34

οὕτως δὲ καὶ ἐνθάδε· στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα· εἰ οἷόν τε, μαντευόμενον ἃ θέλει. οὐδὲ γὰρ ὅμοιος ἐκεῖνος ὁ στρατηγὸς καὶ οὗτος οὔτε κατὰ τὴν ἰσχὺν οὔτε κατὰ τὴν τοῦ ἤθους ὑπεροχήν.

在人世间也是如此:每个人的生活都是一种行军征战,而且这是一场漫长而多样的征战。你必须坚守士兵的职责,按照将领的一举一动、眼色示意去行事;如果可能,还要揣摩出他所欲求之事。因为那位统帅与这位统帅完全不同,无论在力量上还是在品德的卓越上都是不可同日而语的。

§3.24.36

τέταξαι ἐν πόλει ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλʼ ἀεὶ βουλευτής.1 οὐκ οἶσθʼ, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δʼ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσερριζῶσθαι;

你被派驻在一座统治性的城邦之中,而不是某个卑微之地,并且始终是一名议事员。难道你不知道,这样的人必须少料理家务,而将大部分时间花在离家远行上——或是统治,或是受统治,或是供职于某个官衙,或是出征,或是断案?那你现在难道想如同一株植物一样,被系缚、扎根在同一个地方吗?

§3.24.37

— ἡδὺ γάρ ἐστιν. — τίς οὔ φησιν; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν;

“因为这很舒服。”——谁说不是呢?但是浓汤也是舒服的,美丽的女子也是令人愉悦的。那些把快乐当作终极目的的人,说的难道不就是这些吗?

§3.24.38

οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας; ὅτι Ἐπικουρείων καὶ κιναίδων; εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους; οὐκ ἀπορρίψεις ὡς μακροτάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν;

你难道没有觉察出,你发出的是何种人的声音吗?那是伊壁鸠鲁派和娈童的声音!那么,你在做着他们的勾当、持有他们的信条的同时,却对我们大讲芝诺和苏格拉底的言论吗?难道你还不把那些根本不属于你的、用来装点门面的外在之物扔得远远的吗?

§3.24.39

ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφʼ ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτʼ ἐπαινούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἵαν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός — τί ἄν τις λέγοι; ἔξεστιν γὰρ τεκμαίρεσθαι.

否则那些人除了不受阻碍、不受强迫地睡觉,起来后悠闲地打个哈欠、洗洗脸,接着随心所欲地写点读点东西,然后说些胡话,无论说什么都受到朋友的吹捧,接着出去散散步,稍走几步就去沐浴,然后吃饭,再然后睡觉——睡在那些人理应睡的那种床上,何须多言?任何人都能推想出来——他们还想要什么呢?

§3.24.40

ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους. τί θέλεις ἐν Ἀθήναις ποιεῖν; ταῦτα αὐτά;

来吧,你也把你自己所渴望的消遣展现给我看看吧,你这个真理、苏格拉底和第欧根尼的热烈追随者!你想在雅典干什么?就是这些事吗?

§3.24.41

μή τι ἕτερα; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς, τοὺς δʼ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ;

难道没有别的了吗?那你为何还自称斯多亚学派?那些冒充罗马公民的人都要受到严厉惩罚,而冒充如此伟大崇高的事业与名号的人,难道就应当逍遥法外吗?

§3.24.42

ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλʼ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων;

或者说,这绝不可能,而是有一条神圣、有力且不可逃避的法则,正在向犯下极重过错的人索取最大的惩罚?

§3.24.43

τί γὰρ λέγει; ὁ προσποιούμενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενόδοξος· ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφάλαιον πάντων, δυστυχείτω, θρηνείτω.

因为法则说了什么? 凡企图攫取与自己无关之物的人,就让他成为狂妄自大之人,虚荣浮夸之人;凡违抗神圣统治的人,就让他卑贱,让他沦为奴隶,让他忧伤、嫉妒、哀怜,而作为一切的总和,让他不幸、哀号吧。

§3.24.44

τί οὖν; θέλεις με τὸν δεῖνα θεραπεύειν; ἐπὶ θύρας αὐτοῦ πορεύεσθαι; — εἰ τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώπων, διὰ τί μὴ ἀπέλθῃς; ἀλλʼ ἐπὶ μὲν τὰς τοῦ σκυτέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδʼ ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ;

“那么怎样?你想让我去侍奉某某人,去登他的门吗?”——如果理性作此决断,为了祖国,为了亲族,为了人类,你为何不去?当你需要鞋子时,你登鞋匠的门并不觉得羞耻,需要莴苣时登园丁的门也不觉得羞耻,可当你需要类似的东西时,去登富人的门就觉得羞耻了吗?

§3.24.45

— ναί· τὸν σκυτέα γὰρ οὐ θαυμάζω. — μηδὲ τὸν πλούσιον. — οὐδὲ τὸν κηπουρὸν κολακεύσω. — μηδὲ τὸν πλούσιον. πῶς οὖν τύχω οὗ δέομαι;

“是的,因为我并不钦佩鞋匠。”——那你也别钦佩富人。“我也不谄媚园丁。”——那你也别谄媚富人。“那我怎样才能得到我需要的东西呢?”

§3.24.46

— ἐγὼ δέ σοι λέγω ὅτι ὡς τευξόμενος ἀπέρχου; οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ σαυτῷ πρέπον;

——难道我对你说过,你是为了必定得到它才去的吗? 难道不纯粹是为了做适合于你自己的事吗?

§3.24.47

— τί οὖν ἔτι πορεύομαι; — ἵνʼ ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου.

“那我究竟为何还要去?”——为了去过那一遭,为了履行完一个公民、一个兄弟、一个朋友的职责。

§3.24.48

καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ· ὀβολοῦ γάρ εἰσιν, ταλάντου δʼ οὐκ εἰσίν.2

此外你要记住,你所拜访的不过是一个鞋匠,一个卖菜的,即使他把东西卖得很贵,他对任何伟大或庄严之物也没有支配权。你就像是为了去买莴苣一样前去;因为它们值一个奥波尔,但不值一个塔兰特。

语法注2 条
  1. 3.24.36ἀλλʼ ἀεὶ βουλευτής

    主格表语补足语,由完成时被动态动词 τέταξαι 支配。它指明了被派驻的身份地位(“始终作为一名议事员”),并与前文的介词短语 οὐκ ἐν ταπεινῇ τινι χώρᾳ 形成对照。

  2. 3.24.48ὀβολοῦ γάρ εἰσιν, ταλάντου δʼ οὐκ εἰσίν

    与系动词 εἰσίν 连用的价值/价格属格(genitive of price/value)。用以表示主语 θίδρακες(莴苣)的实际价值:“它们值一个奥波尔,但不值一个塔兰特”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.33-3.24.48