← 爱比克泰德

谈话录

§3.24.17-3.24.32

弃绝不可得之物的渴望与视人生为军役

爱比克泰德指出,幸福与对不在场之物的渴望不可并存,他批判了奥德修斯的哀泣,并将人生比作行军征战,主张每个人都应当恪尽职守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24.17

οὐδέποτε δʼ ἐστὶν οἷόν τʼ εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐδαιμονοῦν ἀπέχειν δεῖ πάντα ἃ θέλει, πεπληρωμένῳ τινὶ ἐοικέναι· οὐ δίψος δεῖ προσεῖναι αὐτῷ, οὐ λιμόν.

幸福与对不在场之物的渴望绝不可能汇合于一处;因为凡幸福者,必已拥有其所欲求的一切,犹如全然饱足之人:既无干渴随身,亦无饥饿相伴。

§3.24.18

— ἀλλʼ ὁ Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτρας καθεζόμενος. — σὺ δʼ Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ; ἢ εἰ ταῖς ἀληθείαις ἔκλαεν, τί ἄλλο ἢ ἐδυστύχει;1 τίς δὲ καλός τε καὶ ἀγαθὸς δυστυχεῖ;

“可是奥德修斯对妻子满怀思念,坐在岩石上哭泣。”——难道你在一切事上都听信荷马和他的神话吗?或者,如果他确实在哭泣,除了说明他不幸之外,还能说明什么呢?而又有哪一个高尚善良之人会是不幸的呢?

§3.24.19

τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵνʼ ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες. ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδʼ ὅσια ἐνθυμηθῆναι, ἀλλʼ ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν; τίς δʼ οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι οὐ δυνατὸν ἀεί;

要是宙斯不照料自己的公民,使他们同祂一样幸福,那么整个宇宙就委实是被治理得糟糕透顶了。然而,哪怕只是在心中产生这种念头,也是不合天理、大逆不道的。所以奥德修斯若是真的哭泣哀号,他就不是个善人。因为一个不知道自己是谁的人,怎么会是善人呢?而一个遗忘了受造之物必有毁坏、人与人不可能永远相聚的人,又有谁能知道这些事呢?

§3.24.21

τί οὖν; τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀνδραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος,2 ὡς μόνον οἷόν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ.

那么这说明了什么?欲求不可能之事是奴颜卑膝的,是愚蠢的,是以外邦人之姿、仅凭自己的成见按自己唯一可能的方式向神宣战。

§3.24.22

ἀλλʼ ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με.— διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους; καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλʼ ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος.

“可是我母亲因见不到我而在哀叹。”——那她为何没有学过这些道理呢?我并非说不必去照料她好使她不哀叫,而是说决不能无论如何都要去贪求外在之物。

§3.24.23

λύπη δʼ ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δʼ ἐμὴ ἐμόν. ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπʼ ἐμοὶ γάρ ἐστιν· τὸ δʼ ἀλλότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δʼ οὐ πειράσομαι.

别人的悲伤是外在的,而我的悲伤才属于我自身。因此,对于属于我的悲伤,我必将无论如何予以终结,因为这是由我决定的;但对于外在的悲伤,我将尽力而为,却绝不会不惜一切代价去强求。

§3.24.24

εἰ δὲ μή, θεομαχήσω, ἀντιθήσω πρὸς τὸν Δία, ἀντιδιατάξομαι αὐτῷ πρὸς τὰ ὅλα. καὶ τἀπίχειρα τῆς θεομαχίας ταύτης καὶ ἀπειθείας οὐ παῖδες παίδων ἐκτίσουσιν, ἀλλʼ αὐτὸς ἐγὼ μεθʼ ἡμέραν, νυκτὸς διὰ τῶν ἐνυπνίων ἐκπηδῶν, ταρασσόμενος, πρὸς πᾶσαν ἀπαγγελίαν τρέμων, ἐξ ἐπιστολῶν ἀλλοτρίων ἠρτημένην ἔχων τὴν ἐμαυτοῦ ἀπάθειαν.

否则,我便是在与神争战,抗拒宙斯,在有关整个秩序的事情上与祂对立。而这场神圣争战与忤逆的代价,不需要子子孙孙来偿还,而是在白昼由我亲自偿还,夜里因噩梦而惊跳、心烦意乱,听到任何消息都发抖,把自己的不动心悬系于他人的书信之上。

§3.24.25

ἀπὸ Ῥώμης τις ἥκει. μόνον μή τι κακόν. τί δὲ κακὸν ἐκεῖ σοι συμβῆναι δύναται, ὅπου μὴ εἶ; ἀπὸ τῆς Ἑλλάδος. μόνον μή τι κακόν. οὕτως σοι πᾶς τόπος δύναται δυστυχίας εἶναι αἴτιος.

“有人从罗马来了。” “但愿别出什么祸事!” 可是在你不在的地方,又能发生什么针对你的祸事呢?“从希腊来了。” “但愿别出什么祸事!” 这样一来,任何地方都可能成为你遭遇不幸的原因。

§3.24.26

οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων; οὕτως ἀσφαλῶς σοι τὰ πράγματα ἔχει;

难道你在自己身处之地遭遇不幸还不够,还非要跨越大海、通过书信去遭遇不幸吗?你的处境当真就稳固到了这种地步吗?

§3.24.27

— τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι; — τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον; ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν στεργομένων μὴ ἰδεῖν θάνατον;

“那么,如果那里的朋友死了怎么办?”——除了必死之凡人死去之外,还能是什么呢?或者,你怎么会既想自己变老,同时又不想看到任何所爱之人的死亡呢?

§3.24.28

οὐκ οἶσθʼ, ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα,3 τοῦ δὲ λῃστήν, τοῦ δὲ τύραννον;

难道你不知道,在悠长的岁月里必然会发生许多形形色色的事:发烧压倒了一个人,盗匪压倒了另一个人,僭主又压倒了另一个人?

§3.24.29

τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι· τὸν μὲν ἀπώλεσαν, τὸν δʼ ἐξώρισαν, τὸν δʼ εἰς πρεσβείαν, ἄλλον δʼ εἰς στρατείαν ἐνέβαλον.

因为环绕我们的环境正是如此,与我们同处的人也是如此:严寒、酷热、不适的饮食、旅途、航海、风暴和多样的境遇;它们毁灭了这个人,流放了那个人,把这个人派去出使,又把那个人投入战阵。

§3.24.30

κάθησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

那么你就坐着吧,面对这一切战战兢兢,哀悼、失意、不幸,依附于他人,而且不是依附于一两个人,而是千千万万人。

§3.24.31

ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, ταῦτʼ ἐμάνθανες; οὐκ οἶσθʼ, ὅτι στρατεία τὸ χρῆμά ἐστιν; τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα· οὐχ οἷόν τʼ εἶναι πάντας ἐν τῷ αὐτῷ οὐδʼ ἄμεινον.

难道这就是你从哲学家那里听来的东西,这就是你所学到的吗?难道你不知道人生的本质就是一次行军征战吗?有人必须站岗放哨,有人必须外出侦察,有人甚至必须投入战斗;所有人都在同一处地方是不可能的,也是不合宜的。

§3.24.32

σὺ δʼ ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ ἐγκαλεῖς, ὅταν τί σοι προσταχθῇ τραχύτερον, καὶ οὐ παρακολουθεῖς, οἷον ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται, οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυπνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύεσθαι.4

可是你却放着将领的命令不去执行,一旦被派给稍微艰难一点的任务就心怀怨言,全然不明白就你自身而言,你把这支军队弄成了一副什么模样:如果所有人都效法你,将无人挖掘壕沟,无人修筑栅栏,无人彻夜守望,无人敢冒危险,反而〔人人〕在从军打仗上都将显得毫无用处。

语法注4 条
  1. 3.24.18τί ἄλλο ἢ ἐδυστύχει;

    短语 τί ἄλλο ἤ 是一固定惯用表达,意为“除了……还能是什么”或“无非是……”。虽然亦可补入省略的动词(如 ἐποίει)理解为“他除了遭遇不幸之外还做了什么”,但此处它作为凝固句式直接接续直陈式未完成过去时 ἐδυστύχει,表示断定性的强调。

  2. 3.24.21ξένου θεομαχοῦντος

    紧接着前置谓语形容词 ἀνδραποδῶδες, ἠλίθιον(中性单数主格)的表语属格(特征/归属属格)。以不定式短语 τῶν μὴ δυνατῶν ἐφίεσθαι 作为主语,整体构成为“欲求不可能之事是奴性的、愚蠢的、是向神宣战的外邦人之特征”。

  3. 3.24.28τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα

    τοῦ μέν 是由比较级形容词 κρείττονα 所支配的比较属格(或表示胜过、支配对象的属格)。不定式 γενέσθαι 的逻辑主语为对格 πυρετόν,整句意为“发烧压倒了某人”。此短语具体展开说明了句首受 ἀνάγκη 支配的诸多必然事件(πολλὰ καὶ ποικίλα)。

  4. 3.24.32ἄχρηστος δόξει στρατεύεσθαι

    动词 δόξει 在此作人称结构使用,其语境中的主语(服役者/士兵)由主格形容词 ἄχρηστος 作表语。不定式 στρατεύεσθαι 表明限制或方面(“在从军服役方面”),或作为整体结构的补充,意为“(人)在服兵役中将显得毫无用处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.17-3.24.32