- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.24.1-3.24.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述人不应为他人的痛苦所牵累,而应认识到人依天性并不扎根于一处,宇宙处于更迭循环之中,当效仿赫拉克勒斯与奥德修斯,毫无执念与悲伤地生活。
τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω· οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν.
别人的反常境况切不可成为你的祸患;因为你的天性不是为了分担自卑,也不是为了分担不幸,而是为了分担幸福。
ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρʼ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν.
如果有人不幸,请记住,他是因他自己而不幸。因为神造出所有人,是为了让他们幸福,让他们安宁。
πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δʼ ἀλλότρια· τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δʼ ἀκώλυτα ἴδια· τὴν δʼ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον,1 ἐν τοῖς ἰδίοις.
为此神赐予了手段,将某些事物划给每个人作为其自身的,而将另一些划为外在的:那些可被阻碍、被剥夺、被强迫的事物不是自身的,而那些不可被阻碍的则是自身的;正如关心我们并以父爱庇护我们者所当做的那样,祂将善与恶的本质安置在属于我们自身的事物之中。
ἀλλʼ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται. διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας.
“可是我已经离开了某某人,他在痛苦。” 那么他为何把外在的事物当成自身的呢?为何当他看着你而心生欢喜时,不曾深思你是终有一死的,是注定要远行的?因此他正为自己的愚蠢付出代价。
σὺ δʼ ἀντὶ τίνος; ἐπὶ τί κλάεις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλʼ ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀεὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις.
而你又是为了什么呢?你为何要为自己哭泣呢?难道你也没有就这些事修习过,而是像那些无用的妇道人家一样,对待所有给你带来快乐的事物——那些地方、那些人、那些消遣——就像你会永远与它们在一起那样同处?如今你坐着哭泣,只因你见不到同样的人,无法在同样的地方度日。
τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς,2 οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα.
你确实配得上这样的结局:变得比渡鸦和乌鸦还要可怜,它们尚且可以随心所欲地飞翔,筑巢迁徙,飞越大海,既不哀叹,也不留恋过去的事物。
— ναί· ἀλλʼ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. — ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵνʼ ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν;
“是的;但它们经历这些是因为没有理性。”——难道诸神赐给我们理性,是为了招致不幸与灾厄,为了让我们一直活在凄惨与哀悼之中吗?
ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδʼ ἡμεῖς ποῦ ἀποδημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι· ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίωμεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία;
或者难道所有人都应当长生不死,谁也不准出游,我们自己也不去任何地方,而是像植物一样扎下根来留守原地;要是熟人中有谁出游了,我们就坐着哭泣,要是他回来了,我们就又像小孩子一样跳舞鼓掌?
οὐκ ἀπογαλακτίσομεν ἤδη ποθʼ ἑαυτοὺς καὶ μεμνησόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων;
我们难道不该最终给自己断奶,并记起我们从哲学家那里听来的教导吗?
εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δʼ ἐπιγίνεσθαι, τὰ μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι.
只要我们当初不是把他们当成念咒的术士来听:这个宇宙是一座单一的城邦,构成它的本质是单一的,必然存在着某种循环以及一些事物对另一些事物的让位,有些事物解体而另一些事物生成,有些事物保持不变而另一些事物运动。
πάντα δὲ φίλων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων· καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δʼ ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι χαίροντας, τοῖς δʼ ἀπαλλαττομένοις μὴ ἀχθομένους.
万物都充满了朋友,首先是诸神,其次是依本性彼此相通的人类;有些人必然要相伴在一起,有些人则要离去,对于相伴的人当感到欢欣,对于离去的人则不当感到悲痛。
ὁ δʼ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ ἄλλοτʼ ἐπʼ ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.
而人除了依本性心胸崇高、蔑视一切不由意志决定的事物之外,还拥有这样一种禀赋:既不扎根也不依附于大地,而是时而前往这里,时而前往那里,有时因某些迫切的需要,有时甚至仅仅为了游目观赏。
καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν· "πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω·" καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην3 "ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα" καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δʼ ἀντεισάγοντα.
奥德修斯身上所发生的事也正是如此: “他见过了许多人的城邑,获知了他们的心思;”甚至在此之前,赫拉克勒斯巡游整个有人的世界,也是如此: “察看人类的狂悖与良好秩序,”逐出并清除前者,代之引入后者。
καίτοι πόσους οἴει φίλους ἔσχεν ἐν Θήβαις, πόσους ἐν Ἄργει, πόσους ἐν Ἀθήναις, πόσους δὲ περιερχόμενος ἐκτήσατο, ὅς γε καὶ ἐγάμει, ὅπου καιρὸς ἐφάνη αὐτῷ, καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπέλειπεν οὐ στένων οὐδὲ ποθῶν οὐδʼ ὡς ὀρφανοὺς ἀφιείς;
然而你想想,他在忒拜有多少朋友,在阿尔戈斯有多少,在雅典有多少,在巡游途中又结识了多少——他甚至只要觉得时机合适就娶妻生子,却在离开自己的孩子时既不哀叹也不留恋,更不是把他们当成孤儿抛弃?
ᾔδει γάρ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός, ἀλλὰ πάντων ἀεὶ καὶ διηνεκῶς ὁ πατήρ ἐστιν ὁ κηδόμενος.
因为他知道,没有任何人是孤儿,而是有一位照料一切的父亲永远且持续地看顾着所有人。
οὐ γὰρ μέχρι λόγου ἠκηκόει, ὅτι πατήρ ἐστιν ὁ Ζεὺς τῶν ἀνθρώπων, ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἃ ἔπραττεν. τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαιμόνως.
因为他绝非仅仅在口头上听说宙斯是人类之父;他真正认为宙斯是自己的父亲,如此呼唤祂,并仰望着祂去行自己所行之事。正因如此,他无论身在何处都能过得幸福。
- 3.24.3ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον
带宾格分词短语 τὸν κηδόμενον... 是承前省略的不定式(如 θεῖναι)的逻辑主语,与非人称结构 ἄξιον ἦν(正如……所配得的那样)连用。
- 3.24.6τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς
此处未采用古典希腊语常见的“ἄξιος + 不定式”(ἄξιος εἶ εἶναι)结构,而是采用了后起希腊语中常见的“ἄξιος + ἵνα 从句”,表示所应得的结果或内容(“你活该变得……”)。
- 3.24.13καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην
不定式 περιελθεῖν 承接前一句的句式结构(καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν),与与格 τῷ Ἡρακλεῖ 搭配,指发生在赫拉克勒斯身上的经历(即巡游整个世界)。
