- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.23.26-3.23.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出哲学家的课堂是一家医治病痛的诊所而非博取赞誉的场所,借穆索尼乌斯·鲁福斯的言行严厉斥责了追求掌声与华美辞藻的展示性修辞。
ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν ὑμετέραν σωτηρίαν.
这确实是一种巧妙的雕虫小技:选出些浮华字眼,加以编排,然后走上台,凭着天赋之才朗读或演说,并在朗读间歇插话道: “以诸位的安康起誓,能跟得上这些内容的人可不多!”
φιλόσοφος δʼ ἐπʼ ἀκρόασιν παρακαλεῖ;— οὐχὶ δʼ ὡς ὁ ἥλιος ἄγει αὐτὸς ἐφʼ ἑαυτὸν τὴν τροφήν, οὕτως δὲ καὶ οὗτος ἄγει τοὺς ὠφεληθησομένους; ποῖος ἰατρὸς παρακαλεῖ, ἵνα τις ὑπʼ αὐτοῦ θεραπευθῇ; καίτοι νῦν ἀκούω ὅτι καὶ οἱ ἰατροὶ παρακαλοῦσιν ἐν Ῥώμῃ· πλὴν ἐπʼ ἐμοῦ παρεκαλοῦντο.
哲学家难道还会招请人来听讲吗?难道他不该像太阳自会汲取养分那样,自己去吸引那些将要获益的人吗?哪个医生会为了让人接受自己的医治而四处招揽病人呢?不过我听说如今在罗马连医生们也开始招揽了;可是在我那个年代,他们是被招请的人。
παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι, ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής. κομψὴ παράκλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων.
“我招请你来听一听:你现在的处境很糟糕,你关心一切胜过关心你应当关心的事,你对善与恶一无所知,你是个悲惨不幸的人。” 真是绝妙的招请!确实,如果哲学家的言辞不能产生这些效果,那么这言辞与说话的人就都是毫无生气的。
εἴωθε λέγειν ὁ Ῥοῦφος εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δʼ οὐδὲν λέγω.1 τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθʼ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν· οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.
鲁福斯常常说道: “如果你们有闲工夫称赞我,那我便什么都没说。” 因此他讲起话来,竟使得我们每一个坐在那里的人都以为有人在他面前中伤了自己;他是如此切中现实行径,如此把每个人的恶行摆在他们的眼前。
ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ τοῦ φιλοσόφου σχολεῖον· οὐ δεῖ ἡσθέντας ἐξελθεῖν, ἀλλʼ ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλʼ ὁ μὲν ὦμον ἐκβεβληκώς, ὁ δʼ ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ δὲ κεφαλαλγῶν.
“诸位,哲学家的学堂是一家诊所;你们离开时不该感到欣喜,而该感到痛苦。因为你们来的时候不是健康的,而是一个脱了肩膀,一个长了脓包,一个生了瘘管,另一个头痛欲裂。
εἶτʼ ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια καὶ ἐπιφωνημάτια, ἵνʼ ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε, ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κεφαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ ἀπόστημα;
难道我要坐下来,给你们讲些精巧的观念和妙语,好让你们称赞我一番后离去,脱臼的带着原来的脱臼回去,头痛的带着原样的头痛,生瘘管的留着瘘管,长脓包的留着脓包?
εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν2 καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι οὐᾶ φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;
青年人离乡背井,抛弃父母、朋友、亲族和小小家产,难道就是为了在你口吐妙语时对你说一声‘哇’吗?苏格拉底做过这种事吗?芝诺做过吗?克莱安梯斯做过吗?”
τί οὖν; οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; — τίς γὰρ οὐ λέγει; ὡς ὁ ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν;
“那么怎么说呢?难道劝导性的风格就不存在吗?”——谁说没有呢?正如驳诘风格、教导风格存在一样。但谁曾在这三者之外把展示性(夸耀性)风格列为第四种呢?
τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται· καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ δʼ αὐτὰ ζητοῦσι.
因为何谓劝导性?就是能够向单个人或众人指出他们打滚其中的内在冲突,指出他们关心一切胜过关心他们真正想要的东西。因为他们固然想要通往幸福的东西,却在别处寻找它们。
τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφʼ ἑαυτοῖς.
“为了实现这一点,就必须摆上一千个座位,招请听众,而你穿着漂亮的斗篷或长袍登上高台,铺叙阿喀琉斯是如何死去的吗?看在诸神的份上,住手吧,不要在你们力所能及的范围内羞辱美好的名词和事物了!”
οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει.3
没有什么比说话人向听众显露出自己需要他们更具劝导性的了。
ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι καλῶς μου ἥψατο ὁ φιλόσοφος· οὐκέτι δεῖ ταῦτα ποιεῖν;
或者请告诉我,有谁在听了你的朗读或辩论之后为自己感到焦虑,或者回转向自身,或者在离开时说道: “哲学家切中了我内心的痛处;我绝不可再做这些事了”?
οὐχὶ δʼ, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην, ἄλλος οὔ· ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην; τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;
难道不是只要你极其受人称赞,某人就会对另一个人说: “他把关于薛西斯的事情描绘得真巧妙,”而另一个人说: “不,更绝的是温泉关之战”吗? 这难道是哲学家的听讲会吗?
- 3.23.29ἐγὼ δʼ οὐδὲν λέγω
此处的δέ为承接连词(apodotic δέ),位于条件从句(εἰ εὐσχολεῖτε...)之后引出主句,表达强调和鲜明的对比:“[如果你们有暇称赞我,]那么我便是说了等于没说”。
- 3.23.32ἀποδημήσωσιν ... ἀπολίπωσιν
此处的不定过去时虚拟式(aorist subjunctive)在εἶτα引导的疑问句中作表示义愤或反诘的审议虚拟式(indignant/deliberative subjunctive),表达对荒谬现实的愤慨:“青年人难道要为了这种事离家出走、抛弃父母吗?”
- 3.23.36οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει
此句通过比较级προτρεπτικώτερον表达强烈的反讽(irony)。字面意思是“没有什么比说话人向听众显出自己需要他们更具劝导性了”,但语境中的真实含义恰恰相反,即“再没有比这更背离劝导目的的了”。
