- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.23.16-3.23.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德批判了那些汲汲于博取掌声和辞藻修饰的自诩哲学家者,借苏格拉底的榜样阐明真正的哲学旨在改良心灵而非卖弄修辞。
ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται;1 ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφʼ αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;
或者请告诉我,他展现出了大度之人的什么作为?看哪,他同你相处了这么久,听过你论辩,听过你朗读。他收敛放肆了吗?回转向自身了吗?察觉到自己身处怎样的祸患之中了吗?抛弃自负了吗?他在寻找教导他的人吗?
— ζητεῖ, φησί. — τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ· ἀλλὰ πῶς δεῖ φράζειν· τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον. ὅλον ἄλλο ἐστίν.
——“在找,”他说。——寻找教导他如何生活的人吗?不,蠢人;而是教他如何措辞的;因为正因如此他也崇拜你。听听他怎么说的吧: “这个人写得极有技巧,比狄翁好得多。” 这完全是另一回事。
μή τι λέγει ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν; καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι πρῶτον μάθε, τί λέγεις, εἶθʼ οὕτως λέγε.
他难道说了什么类似这样的话吗: “这个人端庄持重,这个人忠诚守信,这个人宁静不乱”? 即使他真这样说了,我也会对他说: “既然这个人是忠诚守信的,那么这个忠诚守信的人是什么?” 而如果他无言以对,我会补充道: “先弄清楚你在说什么,然后再这样说。”
οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις ἄλλους ὠφελεῖν; σήμερόν μου πολλῷ πλείονες ἤκουσαν. ναί, πολλοί. δοκοῦμεν ὅτι πεντακόσιοι. οὐδὲν λέγεις· θὲς αὐτοὺς χιλίους. Δίωνος οὐδέποτʼ ἤκουσαν τοσοῦτοι. πόθεν αὐτῷ; καὶ κομψῶς αἰσθάνονται λόγων.
那么,处在这样恶劣的状态中,对着将要赞美你的人张大嘴巴、数着听众的人数的你,竟还想去使他人获益吗? “今天听我讲演的人多得多。” ——“是的,很多人。” ——“我们估计有五百人。” ——“你算少说了;就算一千人吧。” ——“狄翁都从未有过这么多听众。” ——“他哪里能有呢?” ——“而且他们极懂言辞之妙。”
τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται. ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους· ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δʼ ὡς Λυσίου καὶ Ἰσοκράτους. πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ· ἀλλὰ τίνι ποτὲ λόγῳ· τοῦτʼ ἐκείνου λειότερον.
——“先生,美好的东西甚至能打动石头。” 瞧瞧这位哲学家的言辞,瞧瞧这位将要使人获益之人的心态!瞧瞧这个听过言辞、把苏格拉底的著作当作苏格拉底的著作来读,而不是当作吕西亚斯和伊索克拉底的著作来读的人! “我常常感到惊异,究竟凭着什么论证……”不,是“凭着什么言辞”;这个比那个更平滑顺畅。
μὴ γὰρ ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε,2 ἀλλʼ ἐκεῖνο μᾶλλον ἐβλέπετε ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ καὶ ὅτι ὡς ἐγὼ ἀεὶ τοιοῦτος οἷος μηδενὶ προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ,3 ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται.
难道你们读这些书不就像读小曲儿一样吗?因为如果你们按照当读的方式去读,你们就不会纠缠于这些微末之事,而是会更多地注视那句名言: “阿尼图斯和美勒托斯能够杀死我,却不能伤害我”;以及那句: “因为我向来是这样的人,除了经我审察后显得最为合理的理性之外,我不依从我的任何其他东西。”
διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι οἶδά τι καὶ διδάσκω; ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπʼ αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν καὶ συνίστανεν.
正因如此,谁曾听过苏格拉底说过: “我知道某些事情,并且正在施教”? 相反,他打发不同的人去往不同之处。因此人们来到他面前,求他引荐给哲学家们,而他便带他们去并加以引荐。
οὔ· ἀλλὰ προσπέμπων ἔλεγεν4 ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου. τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε· καὶ τί σοι ἀγαθόν ἐστιν;
难道他会差人送信说: “今天来夸德拉图斯的宅邸听我论辩吧”? 我听你什么?你是想向我展示你拼凑词句十分巧妙吗?你确实拼凑得好,人啊;但这对你有什么好处?
ἀλλʼ ἐπαίνεσόν με. τί λέγεις τὸ ἐπαίνεσον; εἰπέ μοι οὐᾶ καὶ θαυμαστῶς. ἰδοὺ λέγω. εἰ δʼ ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν ἐν τῇ τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαινέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με καὶ ἐπαινέσω.
“那你称赞我吧。” ——“你说的‘称赞我’是什么意思?” ——“对我说: ‘哇!’ 和 ‘妙极了!’” 瞧,我说了。但如果称赞是哲学家们所谈论的那种属于善的范畴的东西,我又有什么可称赞你的呢?如果正确措辞是一件善事,教导我,我便会称赞。
τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν; μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω· μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον, τί λέγει Σωκράτης· οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. ὥσπερ μειρακίῳ φησίν.
“那又怎样?难道应当带着厌恶去听这类东西吗?”——“绝非如此。就我而言,我听琴师弹唱也并不觉得厌烦;难道我就必须因此站起身来弹琴吗?听听苏格拉底怎么说的吧: ‘因为,诸位大人,对我这个年纪的人来说,像个年轻人那样编造言辞来到你们面前,也是不相称的。’ ‘像个年轻人那样,’ 他说道。”
- 3.23.16τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται
μεγαλοφυοῦς 是修饰名词 ἔργον 的特征/所属属格(“大度之人所特有的何种作为”)。动词 ἐπιδέδεικται 为第三人称单数完成时中间/被动态直陈式,结合上下文主语为上一段提到的青年,此处取中间态(“他展现出了”)比纯被动态更为自然贴切。
- 3.23.21ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε
由表示原因的 ὡς 引出的与现在事实相反的虚拟条件句:条件从句为未完成过去时直陈式 εἴ γε ἀνεγιγνώσκετε,主句为 ἄν 搭配未完成过去时直陈式 οὐκ ἂν ... ἐγίνεσθε。表达“若你们按应读之法去读,便不会纠缠于这些微末之事(而实际上你们正在纠缠)”。
- 3.23.21οἷος μηδενὶ προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ
引自柏拉图《克里托篇》46b。关系代词 οἷος 与先行词 τοιοῦτος 呼应,后接不定式 προσέχειν,构成表示特征或结果的习惯句式(“……这样一种人”)。否定词采用 μηδενὶ 而非 οὐδενί,是因为该不定式从句表示一般性/本质性的特质。
- 3.23.23οὐ· ἀλλὰ προσπέμπων ἔλεγεν
与前文苏格拉底谦逊为人(不以传道者自居而将求学者引荐给他人)形成强烈讽刺对比的修辞表达:“难道他做过这种事?不,反而差人传话‘来听我辩论’不成?”借此反讽当代自诩哲学者招摇揽客的行径绝非苏格拉底之道。
