← 爱比克泰德

谈话录

§3.23.1-3.23.15

确立自身本分与对迎合称赞者的批判

爱比克泰德指出,正如运动员与工匠依其目标而训练,人亦须参照共通的人性与特定的本分而行事。他尖锐斥责了那些贪求掌声、因听众反应而患得患失、并在权贵面前阿谀奉承以博取虚荣的假哲学家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23.1

τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ· εἶθʼ οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων οὕτως ὁρῶμεν γινόμενα.

首先对自己说明你想成为什么样的人;然后依此去行你所行之事。因为在几乎所有其他事情上,我们也看到情形正是如此。

§3.23.2

οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθʼ οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία· εἰ σταδιοδρόμος, πάντα ταῦτα ἀλλοῖα· εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν.

运动员首先决断自己想成为什么样的人,然后依此去做接下来的事情。若是长跑选手,便有相应的饮食、相应的漫步、相应的擦摩、相应的训练;若是短跑选手,这一切便有所不同;若是五项全能选手,则更加不同。在各门技艺中你也会发现同样如此。

§3.23.3

εἰ τέκτων, τοιαῦτα ἕξεις· εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφʼ ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν· ἐὰν δʼ ἐφʼ ὃ μὴ δεῖ, διεσφαλμένως.

若是木匠,你就会拥有相应的东西;若是铁匠,也会拥有相应的东西。因为凡由我们所做的事,若不以任何事物为参照,我们就会轻率妄为;若以不该参照的事物为参照,就会错谬百出。

§3.23.4

λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ ἀναφορά, ἡ δʼ ἰδία. πρῶτον ἵνʼ ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, εἰ βλαπτικῶς καὶ ἐπιεικῶς, ὡς θηρίον.1

再者,一种参照是共通的,另一种则是特殊的。首先,是要合乎人的本分。这之中包含了什么?不要像羊那样行事,也不要凶残粗暴地像野兽那样行事。

§3.23.5

ἡ δʼ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ.

而特殊的参照则针对每个人的行业与意志选择:琴师作为琴师,木匠作为木匠,哲学家作为哲学家,演说家作为演说家。

§3.23.6

ὅταν οὖν λέγῃς δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν, σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτʼ ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφʼ ὃ δεῖ. ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι;

因此,每当你宣称: “来听我为你们朗读吧,”首先要审视你是否轻率妄为地做这事。随后,如果你发现自己有所参照,便审视是否参照了该参照之物。你是想使人获益,还是想博得称赞?

§3.23.7

εὐθὺς ἀκούεις λέγοντος ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος; καὶ καλῶς λέγει. οὐδὲ γὰρ τῷ μουσικῷ, καθὸ μουσικός ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ.

随即你听见他说: “可大众的赞美对我算得了什么?” 他说得很好;因为对于音乐家而言,只要他是音乐家,这并不重要,对于几何学家而言也是如此。

§3.23.8

οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ τέκτων οὐδʼ εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.

“那么你是想使人获益吗?在哪方面?也请告诉我们,好让我们自己也跑去你的讲堂。如今一个自己尚未获益的人,能使他人获益吗?”——“不能;因为非木匠在木工上不能,非鞋匠在制鞋上也不能。”

§3.23.9

θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν. τίς ἐκκλίσεως;

“那么你想知道自己是否获益了吗?拿出你的信条来吧,哲学家。欲望的宣告是什么?”——“不失其目标。”——“排拒的宣告是什么?”

§3.23.10

μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ· ἂν δὲ ψεύσῃ, ἐρῶ σοι· πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες· πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες τί σοι ἔδοξα; θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν.2 πῶς δʼ εἶπον ἐκεῖνο; τὸ ποῖον; ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας.

—— “不罹其祸。”——“来吧,我们履行了它们的宣告吗?告诉我实话;但如果你撒谎,我就揭穿你:前些天,听众聚来却反应冷淡、没有向你喝彩时,你是垂头丧气地走出去的; 前些天被称赞之后,你四处走动,对每个人说: ‘你觉得我表现如何?’ ‘好极了,先生,凭我的性命起誓!’ ‘那我讲得如何,那一段?’ ‘哪一段?’ ‘就是我描绘潘神和众宁芙仙女的那一段。’

§3.23.12

ὑπερφυῶς. εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον πεῖθε.

‘超绝非凡。’ 然后你竟对我说,你在欲望与排拒上是顺应自然而行?走开吧,去哄骗别人去!

§3.23.13

τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον;3 τὸν δεῖνα δʼ οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; — μὴ γένοιτο.

前些天你难道没有违心地称赞某某人吗?你难道没有奉承某某元老院议员吗?你希望自己的孩子变成那样的人吗?”——“绝不希望。”

§3.23.14

— τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; — εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. — πόθεν τοῦτο; — ἐμὲ θαυμάζει. — εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν λεληθότως;

—— “那么你究竟为了什么称赞他、奉承他?”——“他是个有天赋的青年,而且乐意听讲演。”——“这从何见得?”——“他崇拜我。”——“你说出了证据。那么你以为如何?难道这些人不是在暗地里鄙视你吗?”

§3.23.15

ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτʼ ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος, τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ οὗτός τινά ποτέ μου χρείαν ἔχει;

——因此,当一个自知既没做过什么好事、心中也没想过什么善事的凡人,发现竟有一位哲学家对他说: “心胸开阔、纯朴而无可挑剔,”你以为他心里除了说以下这句之外,还会说什么呢: “这家伙是有什么事用得着我吧”?

语法注3 条
  1. 3.23.4μὴ ὡς πρόβατον, εἰ βλαπτικῶς καὶ ἐπιεικῶς, ὡς θηρίον

    此处遵循手抄本原文(εἰ βλαπτικῶς καὶ ἐπιεικῶς)。其句法功能是作为解释“作为人”(ὡς ἄνθρωπος)这一共同标准(κοινὴ ἀναφορά)所包含的内容:既不似羊群般愚钝懦弱(μὴ ὡς πρόβατον),亦不似野兽般残暴有害(ὡς θηρίον)。

  2. 3.23.11τὴν ἐμήν σοι σωτηρίαν

    表发誓的宾格结构,省略了支配动词(如 ὀμνύω,“我指着……起誓”)。这是口语中常见的发誓惯用语:“指着我的性命起誓!”其中的与格 σοι 为伦理与格(表示对谈话对象说话)。

  3. 3.23.13παρὰ τὸ σοὶ φαινόμενον

    前置词 παρά 支配中性冠词分词(τὸ ... φαινόμενον)的宾格,表示“与……相反”,即“违背你自己内心的真实看法(印象)”,用以揭露其逢迎奉承的虚伪面目。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.23.1-3.23.15