← 爱比克泰德

谈话录

§3.22.91-3.22.109

犬儒的统治理智与良知权威

爱比克泰德指出犬儒必须具备机敏的风致、比太阳更洁净的统治理智以及源于良知的权威,并强调在意志选择上的严密专注,告诫人们在彻底审视自身准备之前切不可轻率步入这一崇高呼召。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.91

ὡς Διογένης πρὸς τὸν εἰπόντα σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς; καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων;1

正如狄奥根尼对那个说“你就是那个认为没有诸神的狄奥根尼吗”的人所回答的那样:“当我认定你为诸神的仇敌时,我怎会不信神呢?”

§3.22.92

πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι "οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα" ἔνυπνος ἔτι ὢν ἀπήντησεν "ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν."

又如亚历山大站在沉睡的狄奥根尼面前说道: “身负决议的大任者,不可彻夜安眠,”而他尚在半梦半醒之间便应答道: “百姓托付于他,重重忧虑系于其心。”

§3.22.93

πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου· εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις.2

然而首要的是,他的统治理智必须比太阳更为洁净;否则,一个自己陷入某种邪恶之中却去斥责他人的人,必然是个赌徒与骗子。

§3.22.94

ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν.

你看这是何等光景:卫士与武器赋予了那些君王和僭主斥责某些人并惩戒犯过者的能力,尽管他们自己也是恶人;但对犬儒而言,赐予他这种权威的不是武器和卫士,而是他的良知。

§3.22.95

ὅταν ἴδῃ, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δʼ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δʼ, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δʼ αὐτῷ πρόχειρον τὸ "ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ Πεπρωμένη," καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω· διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς;

当他看到自己为了全人类而彻夜未眠、历经辛劳,看到自己怀着纯洁入睡,而睡醒之后更是加倍洁净,看到自己所谋划的一切都是作为诸神的朋友、作为仆从、作为分享宙斯治权之人而谋划,并且他随时准备好说出: “引我前行吧,宙斯,还有你,命运,”以及“如果神明喜悦如此,便让它如此成就”;既然如此,他为何不敢向自己的弟兄、向自己的儿女、简言之向自己的同胞坦诚直言呢?

§3.22.97

διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ.

正因如此,这样心怀的人既非好探闲事,亦非多管闲事;因为当他审察人类诸事时,他并非在干预外人之事,而是在处理自己的本分。否则,当将军视察、检阅、监视士兵并惩处扰乱秩序者时,你也说他是多管闲事吧。

§3.22.98

ἐὰν δʼ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις;

但如果你腋下藏着蜜饼却去斥责他人,我对你说:“你难道不想走到角落里,把你偷来的东西狼吞虎咽地吃掉吗?外人之事与你何干?”

§3.22.99

τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;

因为你算是什么人?你是公牛,还是蜂后?向我展示你的统治标记吧,正如蜂后凭天性所拥有的那样。但如果你只是觊觎蜜蜂王权的一只雄蜂,难道你以为同邦之人不会像工蜂除掉雄蜂那样把你打翻在地吗?

§3.22.100

τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστʼ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον· οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει· τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.3

因为犬儒必须具备极大的容忍力,以至于在大众看来他仿佛麻木不仁、宛如顽石;没有人能辱骂他,没有人能殴打他,没有人能侮辱他;对于他那微不足道的肉体,他自己早已交给任何愿意的人随心所欲地处置。

§3.22.101

μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων.

因为他牢记,在劣势的领域中,劣者必然败于优者,而他的微躯劣于众人,弱者劣于强者。

§3.22.102

οὐδέποτʼ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.

因此,他绝不踏入可能招致失败的战场,而是立即抽身离开外在之物,不对奴役性的东西有所争求。

§3.22.103

ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵνʼ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν.

然而,凡涉及意志选择与表象运用之处,你就会看到他拥有多少只眼睛,甚至让你觉得阿耳戈斯与他相比都算得上是个盲人。

§3.22.104

μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία,4 μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος;

何处有草率的赞同,何处有妄动的心绪,何处有落空的欲望,何处有罹难的排拒,何处有未竟的企图,何处有抱怨,何处有卑琐或嫉妒?

§3.22.105

ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δʼ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται.

在这里倾注着他极大的专注与紧绷,至于其他一切,他仰卧打鼾:全然平静。没有人能做他意志选择的盗贼,也没有人能做它的暴君。

§3.22.106

σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.

肉体呢?可以。微薄的财产呢?可以;公职与荣衔亦然。那么,他何曾在意这些东西?因此,每当有人用这些来恐吓他时,他便对那人说: “去吧,找小孩子去;面具对他们而言是可怕的,但我知道它们是用陶土做的,里面空无一物。”

§3.22.107

περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.

你所谋划的乃是这般重大的事业。所以,如果你愿意,凭神起誓,暂且延后吧,先审视一下你自己的准备。

§3.22.108

ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ὕπαγε, φησίν, μᾶλλον εἰς οἶκον καὶ ὕφαινε· "πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί."

因为看哪,赫克托耳也是怎样对安德洛玛刻说的: “你还是回到屋里去,”他说, “去纺织吧: 战争将是男人的关切,是所有男人、尤其是我的关切。”

§3.22.109

οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.

他便是如此既意识到了自己的备战,也意识到了她的无能。

语法注4 条
  1. 3.22.91καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων;

    紧随 καὶ πῶς 之后的反诘句中省略了主动词(如 οὐ νομίζω θεοὺς εἶναι)。分词 νομίζων 表原因:“既然我认定你是诸神的仇敌,我又怎会[不信有神]呢?”(将对方视作诸神所憎恶之人本身就以诸神的存在为前提)。

  2. 3.22.93εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις.

    非人称结构中省略了不定词:ἀνάγκη [ἐστὶν αὐτὸν εἶναι] κυβευτὴν καὶ ῥᾳδιουργόν。关系代词 ὅστις 引导的关系从句承接先行词(宾格表语),解释了该判定的依据:一个自身身陷邪恶却去斥责他人的人,必然属于欺世盗名之徒。

  3. 3.22.100τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.

    不定词 χρῆσθαι 依附于 δέδωκεν,表示目的:“任凭愿意的人随心所欲地使用”。属格代词 αὐτοῦ(修饰 τὸ σωμάτιον)与主格强调代词 αὐτός 形成呼应与对照,在句法上突出了主体主动放弃肉体执念的自觉。

  4. 3.22.104μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία

    由 μή που 引导的省略式排比句,省略了谓语动词(如 ἔστιν 或表示监察的动词)。意在表达自省与警惕:“莫非有草率的赞同,莫非有盲目的冲动……”。这集中体现了斯多亚学派关于赞同(συγκατάθεσις)、冲动(ὁρμή)、欲望(ὄρεξις)与排拒(ἔκκλισις)的严密自我审视。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.91-3.22.109