← 爱比克泰德

谈话录

§3.22.73-3.22.90

作为人类医者的犬儒及其身心条件

爱比克泰德论述了犬儒为何必须摆脱婚姻与世俗政事的牵绊,以承担全人类之父与医师的重任,并强调了担当此职所需健本体魄与机敏才智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.73

σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς,1 σὺ ποδαγρᾷς· σὺ ἀνάτεινον, σὺ φάγε, σὺ ἀλούτησον· σὲ δεῖ τμηθῆναι, σὲ δεῖ καυθῆναι.

“你在发烧,你头痛,你痛风;你禁食,你吃点东西,你不要洗澡;你必须接受切开,你必须接受烙烫。”

§3.22.74

ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παιδίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοιμάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι· εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι ἢ οὕτως ἀποκτεῖναι.

被束缚于私己义务之人,哪里还有这般闲暇呢?难道他不必为孩子们筹备小衣裳吗?来吧,难道他不必让他们带上小写字板、铁笔、练习簿送到蒙师那里,并为他们准备小睡榻吗?因为孩子不可能一从娘胎里出来就是犬儒;若非如此,莫如在他们出生时就扔掉,而不是这样将他们害死。

§3.22.75

σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν, πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα.

看看我们把犬儒贬低到了何等境地,我们又是怎样剥夺了他的王权!

§3.22.76

— ναί· ἀλλὰ Κράτης ἔγημεν. — περίστασίν μοι λέγεις ἐξ ἔρωτος γενομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα. ἡμεῖς δὲ περὶ τῶν κοινῶν γάμων καὶ ἀπεριστάτων ζητοῦμεν καὶ οὕτως ζητοῦντες οὐχ εὑρίσκομεν ἐν ταύτῃ τῇ καταστάσει προηγούμενον τῷ Κυνικῷ τὸ πρᾶγμα.

“是的,”〔有人说〕,“可是克拉特斯结婚了。” “你向我提起的是因爱情而产生的特殊境况,并且你设定那位妻子是另一个克拉特斯。但我们所探究的是普遍的、毫无特殊情形的婚姻;这样探究下来,我们并不发现在如今的局势下这件事对犬儒而言是首要之务。

§3.22.77

πῶς οὖν ἔτι, φησίν, διασώσει τὴν κοινωνίαν;— τὸν θεόν σοι·2 μείζονα δʼ εὐεργετοῦσιν ἀνθρώπους οἱ ἢ δύο ἢ τρία κακόρυγχα παιδία ἀνθʼ αὑτῶν εἰσάγοντες ἢ οἱ ἐπισκοποῦντες πάντας κατὰ δύναμιν ἀνθρώπους, τί ποιοῦσιν, πῶς διάγουσιν, τίνος ἐπιμελοῦνται, τίνος ἀμελοῦσι παρὰ τὸ προσῆκον;

‘那么,’他说,‘他又如何继续维系人类社会呢?’凭神起誓,我问你:那些生下两三个丑陋的小毛头以代自己留存世上的人,与那些尽其所能视察全人类、看人们在做什么、如何生活、关切什么、违反本分而疏忽什么的人相比,究竟谁给人类带来的福祉更大?

§3.22.78

καὶ Θηβαίους μείζονα ὠφέλησαν ὅσοι τεκνία αὐτοῖς κατέλιπον Ἐπαμινώνδου τοῦ ἀτέκνου ἀποθανόντος; καὶ Ὁμήρου πλείονα τῇ κοινωνίᾳ συνεβάλετο Πρίαμος ὁ πεντήκοντα γεννήσας περικαθάρματα ἢ Δαναὸς ἢ Αἴολος;

难道那些给底比斯人留下幼子的人,比起无嗣而终的伊巴密浓达对底比斯人的助益更大吗?难道生育了五十个无用废物的普里阿摩斯,或是达那俄斯,或是埃俄罗斯,比起荷马对社会的贡献更大吗?

§3.22.79

εἶτα στρατηγία μὲν ἢ σύνταγμά τινα ἀπείρξει γάμου ἢ παιδοποιίας καὶ οὐ δόξει οὗτος ἀντʼ οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν,3 ἡ δὲ τοῦ Κυνικοῦ βασιλεία οὐκ ἔσται ἀνταξία;

既然统军领兵或撰写著述能使人远离婚姻或生儿育女,而这人却不会被认为毫无所得地换取了绝嗣,难道犬儒的王权倒算不上相称的补偿吗?

§3.22.80

μήποτε οὐκ αἰσθανόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατʼ ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλʼ εἰς τοὺς νῦν ἀποβλέπομεν, τοὺς τραπεζῆας πυλαωρούς, οἳ οὐδὲν μιμοῦνται ἐκείνους ἢ εἴ τι ἄρα πόρδωνες γίνονται, ἄλλο δʼ οὐδέν;

想必是我们未曾领会他的伟大,也未能恰如其分地设想狄奥根尼的伟岸品格,反而只着眼于当今的这等人——那些守门看桌的食客,除了变成一味放屁之徒以外,对先贤毫无半点仿效!

§3.22.81

ἐπεὶ οὐκ ἂν ἡμᾶς ἐκίνει ταῦτα οὐδʼ ἂν ἐπεθαυμάζομεν, εἰ μὴ γαμήσει ἢ παιδοποιήσεται. ἄνθρωπε, πάντας ἀνθρώπους πεπαιδοποίηται, τοὺς ἄνδρας υἱοὺς ἔχει, τὰς γυναῖκας θυγατέρας· πᾶσιν οὕτως προσέρχεται, οὕτως πάντων κήδεται.

否则,这些事情就不会困扰我们,我们也不会诧异他何以不结婚、不生子了。朋友啊,他已将全人类收作子女,他以男子为子,以女子为女;他以这种态度走向众人,以这种态度关爱众人。

§3.22.82

ἢ σὺ δοκεῖς ὑπὸ περιεργίας λοιδορεῖσθαι τοῖς ἀπαντῶσιν; ὡς πατὴρ αὐτὸ ποιεῖ, ὡς ἀδελφὸς καὶ τοῦ κοινοῦ πατρὸς ὑπηρέτης τοῦ Διός.

抑或你以为,他是出于多管闲事才去斥责迎面遇到的人吗?他是作为父亲、作为兄弟,并作为共同之父宙斯的事奉者而行此事的。

§3.22.83

ἄν σοι δόξῃ, πυθοῦ μου καὶ εἰ πολιτεύσεται. σαννίων, μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύεται;4

若是你高兴,不妨再问我他是否会参与城邦政治。蠢才,难道你还要寻找比他所治理的更重大的政事吗?

§3.22.84

ἢ ἐν Ἀθηναίοις παρελθὼν ἐρεῖ τις περὶ προσόδων ἢ πόρων, ὃν δεῖ πᾶσιν ἀνθρώποις διαλέγεσθαι, ἐπίσης μὲν Ἀθηναίοις, ἐπίσης δὲ Κορινθίοις, ἐπίσης δὲ Ῥωμαίοις οὐ περὶ πόρων οὐδὲ περὶ προσόδων οὐδὲ περὶ εἰρήνης ἢ πολέμου, ἀλλὰ περὶ εὐδαιμονίας καὶ κακοδαιμονίας, περὶ εὐτυχίας καὶ δυστυχίας, περὶ δουλείας καὶ ἐλευθερίας;

难道一个应当与全人类对话的人,应当同等对待雅典人、同等对待科林斯人、同等对待罗马人的人,竟要走到雅典人面前谈论岁入或财源吗?他所谈论的本不该是财源,不该是岁入,也不该是战争与和平,而是幸福与不幸、顺境与逆境、奴役与自由!

§3.22.85

τηλικαύτην πολιτείαν πολιτευομένου ἀνθρώπου σύ μου πυνθάνῃ εἰ πολιτεύσεται; πυθοῦ μου καί, εἰ ἄρξει· πάλιν ἐρῶ σοι· μωρέ, ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει;

面对一个治理着如此宏大政治的人,你竟问我他是否会参与政治?你再问我他是否会出任公职吧!我将再次对你说:‘傻瓜,何等公职能大得过他所执掌的职权呢?’

§3.22.86

χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ. ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι ὁμοίαν ἔμφασιν ἡ μαρτυρία αὐτοῦ ἔχει.

然而,这样的人确实也需要某种特定的体魄。因为如果他带着痨病、消瘦且面色苍白地走上前去,他的见证就不再具有同等的说服力。

§3.22.87

δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπʼ αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἐνδείκνυσθαι, ὅτι ἡ ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαιτα οὐδὲ τὸ σῶμα λυμαίνεται·

因为他不仅必须展现心灵的状态,向常人证明:脱离了他们所欣羡的那些事物,人依然能够成为高尚善良之人;而且他还必须通过肉体表明:朴素、简朴且露宿荒野的生活,连肉体也绝不致败坏。

§3.22.88

ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν. ὡς Διογένης ἐποίει· στίλβων γὰρ περιήρχετο καὶ κατʼ αὐτὸ τὸ σῶμα ἐπέστρεφε τοὺς πολλούς.

‘看哪,就连这事,我和我的肉体也是见证。’ 正如狄奥根尼所做的那样;因为他四处巡行时容光焕发,仅凭肉体本身就吸引了大批民众。

§3.22.89

ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ· πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλʼ αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν.

然而,一个惹人怜悯的犬儒看起来就像个乞丐;众人都避之唯恐不及,众人都感到冒犯。因为他绝不可显得邋遢肮脏,以至于在这一点上吓跑众人;相反,他自身的粗粝必须是洁净而引人入胜的。

§3.22.90

δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα (εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δʼ οὐδέν), ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν.

此外,犬儒还必须具备许多天赋的风致与敏锐(否则他就沦为流鼻涕的蠢物,别无他物),以便能对突发情况作出从容不迫且恰到好处的回应。”

语法注4 条
  1. 3.22.73σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς

    承接前一语段末尾将犬儒比作“如医师般巡行并按抚脉搏的君王”之比喻,此处以直接引语的形式列举了医师对各个病患所作的诊断与医嘱。第二人称单数 σύ 的反复使用,生动再现了巡诊时的具体场景。

  2. 3.22.77τὸν θεόν σοι

    惯用呼告与起誓表达,由表示起誓对象的宾格 τὸν θεόν(省略了 ὄμνυμι 等动词)与针对对话者的伦理与格 σοι 结合而成,意为“凭神对你起誓”或“指着神问你”。

  3. 3.22.79ἀντʼ οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν

    中间态动词 ἀλλάττομαι 与表示交换所得之物的宾格 τὴν ἀτεκνίαν,以及表示代价的介词短语 ἀντʼ οὐδενὸς(“换取无物/毫无所得”)连用。在否定句(οὐ δόξει...)中,意为“不会被认为一无所获地换取了绝嗣”(即被视为换取了极有价值的成就)。

  4. 3.22.83μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύεται;

    关系代词 ἧς 用作受比较级 μείζονα 支配的比较属格。其内在同源宾格形式(ἣν πολιτεύεται)在没有显式先行词的比较结构中,受比较格支配而吸引为属格(即 μείζονα [πολιτείαν] ἧς [πολιτείας] πολιτεύεται)。随后的 ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει 亦为同类结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.73-3.22.90