← 爱比克泰德

谈话录

§3.22.56-3.22.72

对神的奉仕与免于世俗羁绊

爱比克泰德阐明真正的犬儒以神明的磨砺为荣而不为世俗权贵或安逸所动,且在当今世局下必须免于家庭与私人事务的牵绊,以全心全意投身于对神明与全人类的奉仕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.56

Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἢ ἀνθύπατος ἢ ἄλλος ἢ ὁ καταπεπομφὼς αὐτὸν καὶ ᾧ λατρεύει, ὁ Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἢ ἐκεῖνον; οὐ πέπεισται δʼ, ὅ τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν γυμνάζει;

但对犬儒而言,恺撒算什么,行省总督算什么,或者除了派遣他并受他事奉的主宰宙斯之外,他人又算什么呢?难道他会向宙斯之外的任何人求助吗?无论遭受这些事中的哪一种,他难道不深信这是宙斯在锻炼他吗?

§3.22.57

ἀλλʼ ὁ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμναζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλʼ ἀόκνως ἐπετέλει πάντα τὰ προσταττόμενα· οὗτος δʼ ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους; ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας·

赫拉克勒斯受欧律斯透斯磨砺时,并不认为自己悲惨,而是毫不迟疑地完成一切所吩咐的事;而眼前这人受宙斯考核与锻炼,却要大喊大叫、满腹怨愤——这样的人配执掌狄奥根尼的权杖吗?听听那位狄奥根尼在发烧时对过路人说了些什么: “混账东西们,”

§3.22.58

κακαί, ἔφη, κεφαλαί, οὐ μενεῖτε; ἀλλʼ ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν· πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε;

他说,“你们不愿停下脚步吗?你们为了观看运动员的伤亡或搏斗,不辞劳苦赶这么远的路去奥林匹亚;难道却不想看看发烧与人之间的搏斗吗?”

§3.22.59

ταχύ γʼ ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν1 τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρʼ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; τί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ;

这样的人绝不可能去埋怨派遣他的神,指责神以不公对待他——他可是以身处逆境为自豪,并自认配作过路人景仰的奇观啊!因为他能埋怨什么呢?埋怨自己举止合宜吗?他又控告什么呢?控告自己更辉煌地展现了自身的德性吗?

§3.22.60

ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως;

来吧,关于贫困他又说了什么,关于死亡,关于辛劳呢?他又如何将自己的幸福与大波斯王的幸福相比较呢?

§3.22.61

μᾶλλον δʼ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δʼ ἂν ᾖ σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

或者说,他甚至认为这根本不可相提并论。因为在充满骚乱、悲痛、恐惧、不得满足的欲求、堕入所惧之境的规避、嫉恨与猜忌之处,哪里有幸福容身的通路呢?而在腐朽判断所在之处,必然存在这一切。

§3.22.62

πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ;

少年问及,如果自己生病时,有朋友要求他去其家中接受照看,他是否应当听从,他便说: “你上哪儿去给我找一个犬儒的朋友呢?

§3.22.63

ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵνʼ ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους.

因为那个人自身也必须是这样的人,才配被列为他的朋友。若要配得上这份友谊,他必须是这权杖与王权的分担者,是称职的事奉者,正如狄奥根尼之于安提斯泰尼,克拉特斯之于狄奥根尼那样。

§3.22.64

ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν;

抑或你以为,某人只要走上前来向他道一声安,就是他的朋友,而他也就会认为那人配得上让自己登门造访吗?

§3.22.65

ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς.

因此,如果你真这样认为并作如是想,倒不如四周物色一处体面的粪堆,在上面发你的烧,只要它能挡住北风,免得你彻底受冻便好。

§3.22.66

σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

但我看你,不过是想去到某人家里,隔了许久之后好大吃一饱罢了。既然如此,你又何必插手这般重大的事业呢?”

§3.22.67

γάμος δʼ, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; — ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδʼ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν;

“那么,”少年说,“婚姻与子女,会被犬儒当作首要之务来承担吗?” “如果你给我一座贤者之城,”他说,“恐怕根本不会有人轻易去践行犬儒之行。因为人是为了什么才要承担这种生存方式呢?

§3.22.68

ὅμως δʼ ἂν ὑποθώμεθα, οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται.

不过即便我们作此假设,也丝毫不妨碍他既结婚又生养子女。因为他的妻子也会是另一位这样的人,他的岳父也会是另一位这样的人,而孩子们也将被如此抚养长大。

§3.22.69

τοιαύτης δʼ οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτʼ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν,2 ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδʼ ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δʼ ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν;

但在如今这般局势下,如同身处战阵之中,难道犬儒不该免于一切纷扰,全身心投入对神的服侍,能够巡行探访众人,而不被私己的义务束缚,不被世俗关系缠身吗?若是违背这些关系,他便不再能保全高尚善良之人的位分;若是恪守这些关系,他就会葬送神之使者、斥候与宣谕官的职分。

§3.22.70

ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι δεῖ τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί· εἰς νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν.

试看:他必须向岳父有所表现,必须向妻子的其他亲属尽责,向妻子本人尽责;自此以后,他便被禁锢在照看病人和谋生求利之中了。

§3.22.71

ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον,3 ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵνʼ αὐτὸ λούσῃ εἰς σκάφην· ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριον (γίνεται ἤδη πλείω σκευάρια) · τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος ὁ βασιλεὺς ὁ τοῖς κοινοῖς προσευκαιρῶν, "ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν·" ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ, ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον;

姑且不谈其他,他需要一个小水壶,好为婴儿烧点热水,以便在木盆里给孩子洗澡;需要给产后的妻子备些细羊毛、油、小睡榻、杯子(零碎用具转眼间就增多了);想想其余的忙碌,那般分心牵绊吧!此时,我那专心致力于公共事务的君王究竟在何处呢—— ‘万民所托付、重任系一身’的那位君王, 那位本该视察众人、视察那些娶妻生子之人,看谁善待自己的妻子,谁虐待妻子,谁在争吵,哪个家庭稳定,哪个家庭不安宁,如同医师巡视各处并按抚脉搏一般的君王,究竟在何处呢?”

语法注3 条
  1. 3.22.59ταχύ γʼ ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν

    ταχύ γʼ ἄν 与直陈式不定过去时 ἐνεκάλεσεν 连用,构成强烈的反事实反讽语气,意为“这样的人绝不可能去埋怨……(若他会去埋怨那才怪了)”。

  2. 3.22.69μή ποτʼ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν

    μή ποτε 搭配直陈式现在时动词 δεῖ,引导一个修辞疑问句,表达委婉而坚定的肯定主张:“难道犬儒不应当免于纷扰……吗?”

  3. 3.22.71δεῖ αὐτὸν κουκκούμιον

    古典雅典方言中 δεῖ 所需要的物通常用属格,但在希腊化及罗马时期的希腊语中,所需之物有时直接用宾格(如 κουκκούμιον, ἐρίδια 等),形成双宾格结构(αὐτὸν κουκκούμιον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.56-3.22.72