← 爱比克泰德

谈话录

§3.22.37-3.22.55

意志自由中的善与犬儒的严苛考验

埃庇克泰德指出善不在于肉体或外在事物,而在于意志自由之中;犬儒正是以自身行动展现这种自足性的使者,因此不可轻率从事,它要求承受严苛的考验与博爱之怀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.37

οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων; τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;

那么,摆脱一个与人私通的卑劣妻子,难道不是一件大赚特赚的事吗? “难道我们要被特洛伊人鄙视吗?” 他们算什么人?是明智之人还是愚蠢之人?如果是明智之人,你们为何要与他们开战?如果是愚蠢之人,你们又何必在意?

§3.22.38

ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε. ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν1 οὐδʼ ἂν ἔξω ἐπλάζεσθε οὐδʼ ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια.

“那么,既然善不在这些事物之中,它究竟在何处呢?使者兼斥候阁下,请告诉我们吧。” 它就在你们根本不去想也不愿去寻找的地方。因为如果你们愿意,你们本会在自己内部发现它的存在,既不会在外游荡,也不会把属于他人的事物当成属于自己的去追求。

§3.22.39

ἐπιστρέψατε αὐτοὶ ἐφʼ ἑαυτούς, καταμάθετε τὰς προλήψεις ἃς ἔχετε. ποῖόν τι φαντάζεσθε τὸ ἀγαθόν; τὸ εὔρουν, τὸ εὐδαιμονικόν, τὸ ἀπαραπόδιστον. ἄγε, μέγα δʼ αὐτὸ φυσικῶς οὐ φαντάζεσθε; ἀξιόλογον οὐ φαντάζεσθε; ἀβλαβὲς οὐ φαντάζεσθε;

转向你们自身,仔细考察你们所持有的原初观念吧。你们将善想象为何种模样?是顺畅流淌的,是带来幸福的,是不受阻碍的。来吧,你们难道不是天生就把它想象为伟大的吗?难道不把它想象为值得重视的吗?难道不把它想象为无害的吗?

§3.22.40

ἐν ποίᾳ οὖν ὕλῃ δεῖ ζητεῖν τὸ εὔρουν καὶ ἀπαραπόδιστον; ἐν τῇ δούλῃ ἢ ἐν τῇ ἐλευθέρᾳ; ἐν τῇ ἐλευθέρᾳ. τὸ σωμάτιον οὖν ἐλεύθερον ἔχετε ἢ δοῦλον; οὐκ ἴσμεν. οὐκ ἴστε ὅτι πυρετοῦ δοῦλόν ἐστιν, ποδάγρας, ὀφθαλμίας, δυσεντερίας, τυράννου, πυρός, σιδήρου, παντὸς τοῦ ἰσχυροτέρου;

那么,应当在何种质料中去寻找顺畅与不受阻碍呢?是在受奴役的质料中,还是在自由的质料中? “在自由的质料中。” 那么,你们那微不足道的肉体是自由的,还是受奴役的呢? “我们不知道。” 你们难道不知道它是热病的奴隶,是痛风的、眼疾的、痢疾的、僭主的、火的、铁的,以及一切比它更强壮之物的奴隶吗?

§3.22.41

ναὶ δοῦλον. πῶς οὖν ἔτι ἀνεμπόδιστον εἶναί τι δύναται τῶν τοῦ σώματος; πῶς δὲ μέγα ἢ ἀξιόλογον τὸ φύσει νεκρόν, ἡ γῆ, ὁ πηλός; τί οὖν; οὐδὲν ἔχετε ἐλεύθερον; μήποτε οὐδέν.2

“是的,是受奴役的。” 那么,属于肉体的事物怎么可能还是不受阻碍的呢?而那本性为尸体、泥土、黏土之物,又怎能称得上伟大或值得重视呢?那么怎样呢?你们难道没有任何自由之物吗? “或许真的一无所有。”

§3.22.42

καὶ τίς ὑμᾶς ἀναγκάσαι δύναται συγκαταθέσθαι τῷ ψευδεῖ φαινομένῳ; οὐδείς. τίς δὲ μὴ συγκαταθέσθαι τῷ φαινομένῳ ἀληθεῖ; οὐδείς.

又有谁能强迫你们赞同显现为虚假之事呢? “没有人能。” 又有谁能强迫你们不赞同显现为真实之事呢? “没有人能。”

§3.22.43

ἐνθάδʼ οὖν ὁρᾶτε, ὅτι ἔστι τι ἐν ὑμῖν ἐλεύθερον φύσει. ὀρέγεσθαι δʼ ἢ ἐκκλίνειν ἢ ὁρμᾶν ἢ ἀφορμᾶν ἢ παρασκευάζεσθαι ἢ προτίθεσθαι τίς ὑμῶν δύναται μὴ λαβὼν φαντασίαν λυσιτελοῦς ἢ μὴ καθήκοντος; οὐδείς.

那么在此处你们当看到,在你们内部存在着某种天生自由的东西。若非接受了有益或不合宜的表象,你们之中又有谁能够去欲求,去规避,去激发冲动,去制止冲动,去准备,去意图呢? “没有人能。”

§3.22.44

ἔχετε οὖν καὶ ἐν τούτοις ἀκώλυτον καὶ ἐλεύθερον. ταλαίπωροι, τοῦτο ἐξεργάζεσθε, τούτου ἐπιμέλεσθε, ἐνταῦθα ζητεῖτε τὸ ἀγαθόν.

因此,在这些事上,你们也拥有不受阻碍且自由之物。可怜的人们啊,去锤炼这个吧,去照料这个吧,去在这里寻找善吧。

§3.22.45

καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, ἄδουλον, ἄπολιν διεξάγειν εὐρόως;

“可是一个一无所有、赤身裸体、无家可归、没有炉灶、蓬头垢面、没有奴隶、没有城邦的人,怎么可能顺遂地度过一生呢?”

§3.22.46

ἰδοὺ ἀπέσταλκεν ὑμῖν ὁ θεὸς τὸν δείξοντα ἔργῳ, ὅτι ἐνδέχεται.

看哪,神明已经给你们派遣来了一位用行动表明这是可行之人。

§3.22.47

ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτήμων, ἄδουλος· χαμαὶ κοιμῶμαι· οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν τριβωνάριον.

看看我:我无家,无城邦,无财产,无奴隶;我睡在地上;没有妻子,没有孩子,没有小官邸,唯有大地、天空和一件破旧的粗短斗篷。

§3.22.48

καὶ τί μοι λείπει; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει ἀποτυγχάνοντα, πότʼ ἐν ἐκκλίσει περιπίπτοντα; πότʼ ἐμεμψάμην ἢ θεὸν ἢ ἄνθρωπον, πότʼ ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν;

我又缺少什么呢?我难道不是无痛苦,无恐惧,自由自在的吗?你们之中有谁曾在何时见过我欲求落空,或在何时见过我堕入所要规避之境?我何时埋怨过神明或世人?何时指责过任何人?你们之中有谁见过我面带愁容吗?

§3.22.49

πῶς δʼ ἐντυγχάνω τούτοις, οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυμάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βασιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;

我又如何对待那些令你们畏惧和景仰的人呢?难道不是把他们当成奴隶吗?有谁看见我,会不认为自己见到了他自己的君王与主人呢?

§3.22.50

ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδʼ ἐπιβολή. οὔ· ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι· καταφαγεῖν πᾶν ὃ ἂν δῷς ἢ ἀποθησαυρίσαι ἢ τοῖς ἀπαντῶσι λοιδορεῖσθαι ἀκαίρως ἢ καλὸν τὸν ὦμον δεικνύειν.

看哪,这才是犬儒的话语,这才是其品格,这才是其企图!并非如此,反而只是一只行囊、一根手杖和一张大嘴——贪婪吞食你给的一切,或是储存起来,或是不合时宜地辱骂碰见的人,或是炫耀自己健美的肩膀。

§3.22.51

τηλικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι,3 ἄνθρωπε, οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον.

你看到自己将要怎样从事如此重大的事业吗?先拿一面镜子照照,看看你的双肩,仔细打量你的腰部与大腿。人啊,你要报名的可是奥林匹亚竞技,而不是什么冷清微贱的赛事。

§3.22.52

οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχημονῆσαι, οὐχὶ Ἀθηναίων μόνον ἢ Λακεδαιμονίων ἢ Νικοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.

在奥林匹亚,可不是只要战败了走开就行,而是首先必须在整个有人居住的世界注视下出丑——看着你的不仅是雅典人、拉刻代蒙人或尼科波利斯人;紧接着,妄自登场的人还必须挨鞭子,而在挨鞭子之前,还得忍受干渴、烈日暴晒、吞下漫天扬尘。

§3.22.53

βούλευσαι ἐπιμελέστερον, γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμβουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι ἢ πολλὰς πληγὰς λαβεῖν.

更仔细地考虑吧,认识你自己,求问你的神灵之兆,切莫无神相伴便贸然动手。因为如果神明为你出谋划策,你要知道他是想让你成为伟大之人,抑或承受众多鞭笞。

§3.22.54

καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται· δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν.

因为这桩极其雅致的特质已编织进犬儒之中:他必须像驴子一样挨打,而在挨打之时,必须作为所有人之父、作为兄弟,去爱那些打他的人本身。

§3.22.55

οὔ· ἀλλʼ ἄν τίς σε δέρῃ, κραύγαζε4 στὰς ἐν τῷ μέσῳ ὦ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγωμεν ἐπὶ τὸν ἀνθύπατον.

并非如此,反而若是有人打你,你便站在正当中大喊大叫:“恺撒啊,在您的太平盛世里我竟遭逢这等折磨!让我们去行省总督面前评理吧!”

语法注4 条
  1. 3.22.38εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν

    εὕρετε ἄν 为与过去事实相反的虚拟条件句的主句(不定过去时直陈式 + ἄν),ὂν 是受 εὑρίσκω 支配的补足性表语分词,意为“你们本会发现它存在于你们内部”。

  2. 3.22.41μήποτε οὐδέν

    由副词 μήποτε 构成的省略句,省去了动词(如 ἔχομεν)。在希腊化希腊语中,μήποτε 常作惯用表达,表示委婉的推测或犹豫的断言(“或许”、“大概”)。

  3. 3.22.51Ὀλύμπια μέλλεις ἀπογράφεσθαι

    Ὀλύμπια 为表示赛事名称的内宾格(同源宾格)。动词 ἀπογράφεσθαι 呈中动相,意为“(将自己)登记报名前往”,整句构成“报名参加奥林匹亚竞技”之意。

  4. 3.22.55ἄν τίς σε δέρῃ, κραύγαζε

    紧接句首的否定词 οὔ,此处与前文真正犬儒“爱那殴打自己之人”的严苛德性形成对照;爱比克泰德运用祈使语气 κραύγαζε 作反讽,描摹出假犬儒向恺撒与资深执政官哭诉求告的浅薄举止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.37-3.22.55