← 爱比克泰德

谈话录

§3.22.23-3.22.36

作为神的使者的犬儒与真正幸福的所在

真正的犬儒是宙斯派遣的使者与斥候,肩负着向世人指明真伪善恶的使命。幸福并不存在于肉体、财富或王权之中,正如阿伽门农因外在之物的丧失而悲痛欲绝的例证所表明的,凡忽视自身主导原则之人皆陷于悲惨境地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.23

εἶθʼ οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν,1 ἀλλʼ εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς, ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δʼ ἔστιν, οὐκ ἐνθυμοῦνται, καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι.2 τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν ὁ Κυνικὸς τοῦ τίνα ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια.

即便作了这样的准备,真正的犬儒也不能以此自满;他必须知道,自己是作为宙斯的使者被派遣到人类中,向他们指出关于善与恶的事,表明他们陷入了迷途,在善与恶并不存在的别处寻找其本质,而在其真正存在之处却全然不去思想;并且他必须知道,正如客罗尼亚战役后被押送到腓力面前的第欧根尼一样,自己要作一名侦察者。因为犬儒实际上就是探察何为对人亲善、何为对人敌对的侦察者。

§3.22.25

καὶ δεῖ αὐτὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντʼ ἀπαγγεῖλαι τἀληθῆ μήθʼ ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολεμίους δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαντασιῶν παραταραχθέντα ἢ συγχυθέντα.

他必须在精确勘察之后前来报告真相,既不因恐惧而惊慌失措以致把非敌之人指认成敌人,也不在任何其他方面受到表象的扰乱或迷惑。

§3.22.26

δεῖ οὖν αὐτὸν δύνασθαι ἀνατεινάμενον, ἂν οὕτως τύχῃ, καὶ ἐπὶ σκηνὴν τραγικὴν ἀνερχόμενον λέγειν τὸ τοῦ Σωκράτους· ἰὼ ἄνθρωποι, ποῖ φέρεσθε; τί ποιεῖτε, ὦ ταλαίπωροι; ὡς τυφλοὶ ἄνω καὶ κάτω κυλίεσθε· ἄλλην ὁδὸν ἀπέρχεσθε τὴν οὖσαν ἀπολελοιπότες, ἀλλαχοῦ ζητεῖτε τὸ εὔρουν καὶ τὸ εὐδαιμονικόν, ὅπου οὐκ ἔστιν, οὐδʼ ἄλλου δεικνύοντος πιστεύετε.

因此,他必须能够在机缘巧合时提高嗓门,登上悲剧的舞台说出苏格拉底的那番话:“哎,人们啊,你们要漂向何方?可怜的人们,你们在做什么?你们像盲人一样上窜下跳、跌跌撞撞;你们抛弃了眼前的正道,走上了另一条歧路;你们在并不存在顺遂与幸福的别处寻找它们,即便有人指出,你们也不肯相信。

§3.22.27

τί αὐτὸ ἔξω ζητεῖτε; ἐν σώματι οὐκ ἔστιν. εἰ ἀπιστεῖτε, ἴδετε Μύρωνα, ἴδετε Ὀφέλλιον. ἐν κτήσει οὐκ ἔστιν. εἰ δʼ ἀπιστεῖτε, ἴδετε Κροῖσον, ἴδετε τοὺς νῦν πλουσίους, ὅσης οἰμωγῆς ὁ βίος αὐτῶν μεστός ἐστιν. ἐν ἀρχῇ οὐκ ἔστιν. εἰ δὲ μή γε, ἔδει τοὺς δὶς καὶ τρὶς ὑπάτους εὐδαίμονας εἶναι· οὐκ εἰσὶ δέ.

你们为何要在外在事物中寻找它?它不在肉体中:如果你们不信,看看米隆,看看奥斐利乌斯。它不在财富中:如果你们不信,看看克罗伊斯,看看如今的富人们,他们的生活充满了何等沉重的悲叹。它不在官职中:否则,那些两度、三度担任执政官的人就应当是幸福的,然而他们并不是。”

§3.22.28

τίσιν περὶ τούτου πιστεύσομεν; ὑμῖν τοῖς ἔξωθεν τὰ ἐκείνων βλέπουσιν καὶ ὑπὸ τῆς φαντασίας περιλαμπομένοις ἢ αὐτοῖς ἐκείνοις;

“关于这一点,我们应当相信谁呢?是相信从外部审视他们的处境并被虚浮表象晃花了眼的你们,还是相信他们自己呢?

§3.22.29

τί λέγουσιν; ἀκούσατε αὐτῶν, ὅταν οἰμώζωσιν, ὅταν στένωσιν, ὅταν διʼ αὐτὰς τὰς ὑπατείας καὶ τὴν δόξαν καὶ τὴν ἐπιφάνειαν ἀθλιώτερον οἴωνται καὶ ἐπικινδυνότερον ἔχειν.

他们说了什么?当他们哀嚎时,当他们呻吟时,当他们由于那些执政官职位、荣耀与显赫而认为自己的处境更加悲惨、更加危险时,去听听他们吧。”

§3.22.30

ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλʼ οὐδʼ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ; "πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας." καὶ αὐτὸς τί λέγει; "πλάζομαι ὧδε," φησίν, καὶ "ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει." τάλας, τί τῶν σῶν ἔχει κακῶς;

“它不在王位中:否则,尼禄就会是幸福的,萨达那帕鲁斯也会是幸福的。但连阿伽门农也不是幸福的,尽管他比萨达那帕鲁斯和尼禄要文雅得多;然而当其他人都打着鼾时,他在做什么呢? ‘他连根拔起头上的许多发丝。’ 而他自己又说了什么? ‘我如此彷徨,’ 他说,并且 ‘我心乱如麻,心脏几乎要从胸膛中跳将出来。’ 可怜的人啊,你的所有物中有什么受损了吗?

§3.22.31

ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος· τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ ὁρμῶμεν καὶ ἀφορμῶμεν.

财产吗?没有。身体吗?没有。你有许多黄金,许多青铜。那么于你而言恶究竟是什么呢?恶就是你自身中那个无论叫作什么的、被忽视并被毁坏了的部分——我们正是凭着它去欲求,凭着它去规避,凭着它去施行冲动和制止冲动。”

§3.22.32

πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγει οὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι.

“它是如何被忽视的呢?它不知道自己生来所顺应的善的本质,不知道恶的本质,也不知道什么是属于自己的,什么是属于他人的。每当他人的事物处于坏的状态时,他就说: ‘我真倒霉,因为希腊人危在旦夕了!’”

§3.22.33

ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες. ἂν δʼ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν;3 ναί, ἀλλʼ οὐχʼ ὑφʼ ἓν πάντες. τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθʼ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή;

可怜的主导原则啊,唯有它是未经照料、未得医治的! “他们行将被特洛伊人消灭而死。” “即使特洛伊人不杀他们,难道他们就绝不会死吗?” “会死,但不是一下子全死。” “那么这有什么分别呢?因为如果死是一件恶事,无论是一同死还是一个个死,同样都是恶事。除了微不足道的肉体与灵魂分离之外,难道还会发生什么别的事情吗?”

§3.22.34

οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ἔξεστιν. τί οὖν πενθεῖς; οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων. ἀτυχὴς βασιλεὺς οὐ γίνεται· οὐ μᾶλλον ἢ ἀτυχὴς θεός.

“不会有别的事。” “希腊人灭亡之时,于你而言门户难道关闭了吗?难道不允许你去死吗?” “是允许的。” “那你为何还要悲哀呢?” “哼,一个国王,还执掌着宙斯的权杖!” 不幸的国王是不存在的,正如不存在不幸的神明一样。

§3.22.35

τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις· οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν· καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι.

“那么你究竟是什么?实际上是一个牧羊人罢了;因为你的哭泣正如牧羊人在狼叼走其中一只羊时那样;受你统治的这些人也正是羊群。

§3.22.36

τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; οὔ, φησίν, ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη.

而且你当初为何要来?难道你们的欲求面临了危险,抑或规避、冲动、反冲动面临了危险吗?” “没有,”他说,“只是我兄弟的微贱妻子被人掳走了。”

语法注3 条
  1. 3.22.23οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν

    非人称表达 οὐκ ἔστι(不可能/不允许)支配不定式 ἀρκεῖσθαι,其逻辑主语为宾格短语 τὸν ταῖς ἀληθείαις Κυνικόν。与格 τούτοις 是动词 ἀρκέομαι(满足于……)所要求的补足语。

  2. 3.22.24καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι

    在句法上接续前文的 δεῖ εἰδέναι。连词 ὡς 之后出现的不定式 εἶναι 构成间接引语的延续,表示“(他应当知晓,)正如在喀罗尼亚战役后被押至腓力面前的第欧根尼那样,自己也应当是一名斥候”。

  3. 3.22.33οὐ μὴ ἀποθάνωσιν

    双重否定词 οὐ μή 加上不定过去时虚拟式,表示强烈的否定。此处用于疑问句中,形成强烈的反问修辞:“难道他们就绝不会死吗?(=他们终归是必死的)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.23-3.22.36