← 爱比克泰德

谈话录

§3.22.1-3.22.22

犬儒者的使命与内在准备的必要

针对一位意欲效仿犬儒派生活的弟子,爱比克泰德告诫道:若无神的使命与内在准备,仅凭外在表象染指此道必招致耻辱;真正的犬儒者必须首先净化主导原则,并以内在的羞耻心为庇护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22.1

πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν.

当他的一个相识——此人似乎倾向于犬儒派的生活方式——向他询问一个犬儒派应当是怎样的人、以及这一事业的基本观念是什么时,爱比克泰德说:“我们从容时再详加考量。

§3.22.2

τοσοῦτον δʼ ἔχω σοι εἰπεῖν, ὅτι ὁ δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο ἢ δημοσίᾳ θέλει ἀσχημονεῖν.

但我可以告诉你这么多:凡是不借助于神便着手于如此伟大事业的人,都是为神所弃绝的,他所想要的无非是公开丢丑。

§3.22.3

οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγει ἐμὲ δεῖ οἰκονόμον εἶναι· εἰ δὲ μή, ἐπιστραφεὶς ὁ κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον, ἑλκύσας ἔτεμεν.1

因为即便在一间治理良好的房屋里,也没有人会走上前来对自己说: ‘我应当做总管。’ 否则,主人转过身来看见他傲慢地发号施令,就会将他拖出去鞭打。

§3.22.4

οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδʼ οἰκοδεσπότης ἕκαστα ὁ διατάσσων.

在这座伟大的城邦中亦是如此;因为在此处也有一位安排每一件事的家主。

§3.22.5

σὺ ἥλιος εἶ· δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως· ὕπαγε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα.

‘你是太阳:你能够通过巡行造就岁月与季节,滋养并增加果实,激起并平息风浪,适度地温暖人们的躯体;去吧,去巡行,如此这般地自最大之事运转至极微之事。’

§3.22.6

σὺ μοσχάριον εἶ· ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε· εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσελθὼν μάχου· σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ δύνασαι αὐτὸ ποιεῖν.

‘你是牛犊:当狮子出现时,做你分内的事;否则你必将哀嚎。’‘你是公牛:挺身而出来战斗;因为这是你的职责,合乎你的身份,并且你能够做到。’

§3.22.7

σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύματος ἐπὶ Ἴλιον· ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι μονομαχῆσαι· ἴσθι Ἀχιλλεύς.

‘你能够率领大军进攻伊利昂:去作阿伽门农吧。’‘你能够与赫克托耳单独决斗:去作阿喀琉斯吧。’

§3.22.8

εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν ἠσχημόνησεν2 ἐν πλείοσι μάρτυσι.

但如果忒耳西忒斯走上前来争夺统率权,他要么得不到,要么即便得到了,也会在更多的见证人面前丢丑。

§3.22.9

καὶ σὺ βούλευσαι περὶ πράγματος ἐπιμελῶς· οὐκ ἔστιν οἷον δοκεῖ σοι.

你也要对这件事情仔细斟酌:它绝非你所想的那样。

§3.22.10

τριβώνιον καὶ νῦν φορῶ καὶ τόθʼ ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρίδιον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν· κἂν ἴδω τινὰ δρωπακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα ἢ ἐν κοκκίνοις περιπατοῦντα.

‘我现在就披着粗斗篷,那时我也会有一件;我现在就睡硬床,那时我也会这样睡;我会带上小皮囊和木杖,四处游走,开始向遇见的人乞讨并辱骂他们;如果我看到有人用沥青除毛,我就训斥他,或者看到有人梳理头发、身着猩红衣裳游荡,我也去训诫他。’

§3.22.11

εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπʼ αὐτοῦ· μὴ προσέλθῃς, οὐδέν ἐστι πρὸς σέ.

如果你把这件事情想象成这般模样,那就离它远点;不要靠近,它与你毫无干系。

§3.22.12

εἰ δʼ οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς.

但如果你按照它的本来面目去想象它,且不认为自己不相称,那么请审视你所着手的是多么重大的事业。

§3.22.13

πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ· ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά· σοὶ μὴ ὀργὴν εἶναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον· μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλακουντάριον.

首先,在关乎你自身的事情上,你绝不能再在任何方面表现得与你现在的所作所为相似;你不可抱怨神,也不可抱怨人;你必须彻底除去欲求,把规避仅转移到意志所能决定的事情上;你不可有愤怒,不可有怨恨,不可有嫉妒,不可有怜悯;不可有任何少女在你眼中显得美丽,不可有微不足道的虚名、童仆或点心显得诱人。

§3.22.14

ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύψοντα πολλὰ ἔχουσιν. κέκλεικε τὴν θύραν, ἕστακέν τινα πρὸ τοῦ κοιτῶνος· ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν, οὐ σχολάζει.

因为你必须知道这一点:其他人在做任何此类事情时,都以墙壁、房屋和黑暗作为屏障,并且拥有许多可以遮蔽自身的东西。一个人关上了门,在寝室前立了人: ‘如果有人来,就说他外出了,不得闲。’

§3.22.15

ὁ Κυνικὸς δʼ ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι· εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος.

但犬儒派必须以羞耻之心作为这一切的屏障;若不然,他赤身裸体在青天白日之下必将蒙受羞辱。这羞耻心就是他的房屋,就是他的门户,就是他寝室前的侍卫,就是他的黑暗。

§3.22.16

οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦ (εἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ ἀποκρύψοντος) οὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν ἀποκρύψῃ ἢ πῶς;

因为他既不应当想要隐瞒关于他自身的任何事情(否则他就堕落了,他就失去了犬儒的品格、坦荡的胸怀与自由人的身份,他开始对外界的某些事物感到恐惧,开始需要遮蔽之物),而且即便他想隐瞒时他也做不到。因为他究竟能在何处、又如何隐瞒自己呢?

§3.22.17

ἂν δʼ ἀπὸ τύχης ἐμπέσῃ ὁ παιδευτὴς ὁ κοινός, ὁ παιδαγωγός, οἷα πάσχειν ἀνάγκη;

若是这众人的教导师、引路人偶然陷入了过错,他必然要遭受怎样的痛苦!

§3.22.18

ταῦτʼ οὖν δεδοικότα ἐπιθαρρεῖν οἷόν τʼ ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστατεῖν τοῖς ἄλλοις ἀνθρώποις;3

那么,一个害怕这些事情的人,难道还能鼓起勇气全心全意地去监导其他人吗?

§3.22.19

ἀμήχανον, ἀδύνατον. πρῶτον οὖν τὸ ἡγεμονικόν σε δεῖ τὸ σαυτοῦ καθαρὸν ποιῆσαι καὶ τὴν ἔνστασιν ταύτην·

这是办不到的,是不可能的。

§3.22.20

νῦν ἐμοὶ ὕλη ἐστὶν ἡ ἐμὴ διάνοια, ὡς τῷ τέκτονι τὰ ξύλα, ὡς τῷ σκυτεῖ τὰ δέρματα· ἔργον δʼ ὀρθὴ χρῆσις τῶν φαντασιῶν.

因此首先,你必须净化你自身的主导原则,并确立这样的定势: ‘如今我的质料就是我的思想,正如木材之于木匠,皮革之于皮匠;而我的职责就是正确运用表象。

§3.22.21

τὸ σωμάτιον δὲ οὐδὲν πρὸς ἐμέ· τὰ τούτου μέρη οὐδὲν πρὸς ἐμέ. θάνατος; ἐρχέσθω, ὅταν θέλῃ, εἴτε ὅλου εἴτε μέρους τινός.

我这微不足道的身体与我无关;它的肢体与我无关。死亡吗?无论是一部分的死还是整体的死,让它在愿意来的时候来吧。

§3.22.22

φυγή; καὶ ποῦ δύναταί τις ἐκβαλεῖν; ἔξω τοῦ κόσμου οὐ δύναται. ὅπου δʼ ἂν ἀπέλθω, ἐκεῖ ἥλιος, ἐκεῖ σελήνη, ἐκεῖ ἄστρα, ἐνύπνια, οἰωνοί, ἡ πρὸς θεοὺς ὁμιλία.

流放吗?又有谁能把我驱逐到哪里去呢?他绝不能把我驱逐到宇宙之外。因为无论我走到哪里,那里都有太阳,那里有月亮,那里有群星,有梦境,有鸟卜,有与神明的交感。’”

语法注3 条
  1. 3.22.3ἑλκύσας ἔτεμεν

    不定过去时直陈式 ἔτεμεν(源自 τέμνω,“切割、鞭笞”)在此充当格言式不定过去时(gnomic aorist),表示规律性或必然发生的结果。此处理解为对家规中擅自发号施令的奴仆所施加的严厉体罚(鞭刑)。

  2. 3.22.8εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν ἠσχημόνησεν

    与过去事实相反的非真实条件句。条件从句采用未完成过去时直陈式 ἀντεποιεῖτο(表示企图争夺统帅权),结论从句则由 ἄν 搭配不定过去时直陈式(ἔτυχεν 与 ἠσχημόνησεν)构成,意为“倘若他当初出面争夺,要么得不到,要么即使得到了也会蒙羞”。

  3. 3.22.18ταῦτʼ οὖν δεδοικότα ἐπιθαρρεῖν οἷόν τʼ ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστατεῖν τοῖς ἄλλοις ἀνθρώποις;

    在非人称结构 οἷόν τʼ [ἐστίν](“可能……”)中,完成时分词宾格 δεδοικότα(“一个畏惧这些事的人”)充当下置不定式 ἐπιθαρρεῖν(“鼓起勇气”)的逻辑主语,整个句子构成一个修辞性反问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.1-3.22.22