← 爱比克泰德

谈话录

§3.21.1-3.21.24

消化哲学教理与为师者的资质

本节斥责了那些尚未将哲学教理消化实践便急于向人倾倒宣讲的伪哲学家,指出从事哲学教育需要切实的品德践行与神明的选召资质,而非浮浅的言辞训诂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21.1

ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν.1

〔他说,人们〕接受了单纯的教条,就立刻想要将它们呕吐出来,正如胃病患者对待食物那样。

§3.21.2

πρῶτον αὐτὸ πέψον, εἶθʼ οὕτω μὴ ἐξεμέσῃς· εἰ δὲ μή, ἔμετος τῷ ὄντι γίνεται, πρᾶγμʼ ἀκάθαρτον καὶ ἄβρωτον.

首先将它消化,然后在那样的状态下不要吐出来;否则,它确实会变成呕吐物,一种不洁且不可食之物。

§3.21.3

ἀλλʼ ἀπʼ αὐτῶν ἀναδοθέντων2 δεῖξόν τινα ἡμῖν μεταβολὴν τοῦ ἡγεμονικοῦ τοῦ σεαυτοῦ, ὡς οἱ ἀθληταὶ τοὺς ὤμους, ἀφʼ ὧν ἐγυμνάσθησαν καὶ ἔφαγον, ὡς οἱ τὰς τέχνας ἀναλαβόντες, ἀφʼ ὧν ἔμαθον.

相反,在这些教条被吸收之后,向我们展示你自身主导部分所发生的某种转变吧,就像运动员通过锻炼和饮食展现他们的肩膀,像习得技艺的人展现他们所学到的成果那样。

§3.21.4

οὐκ ἔρχεται ὁ τέκτων καὶ λέγει ἀκούσατέ μου διαλεγομένου περὶ τῶν τεκτονικῶν, ἀλλʼ ἐκμισθωσάμενος οἰκίαν ταύτην κατασκευάσας δείκνυσιν, ὅτι ἔχει τὴν τέχνην.

木匠不会跑来说:“听我谈论木工技艺吧”,而是承包下一所房屋并建造完成,借此表明他掌握了这门技艺。

§3.21.5

τοιοῦτόν τι καὶ σὺ ποίησον· φάγε ὡς ἄνθρωπος, πίε ὡς ἄνθρωπος, κοσμήθητι, γάμησον, παιδοποίησον, πολίτευσαι· ἀνάσχου λοιδορίας, ἔνεγκε ἀδελφὸν ἀγνώμονα, ἔνεγκε πατέρα, ἔνεγκε υἱόν, γείτονα, σύνοδον.

你也当做出类似的事情:像人一样吃,像人一样喝,修整仪容,结婚,生子,参与城邦生活;忍受辱骂,容忍不明事理的兄弟,容忍父亲,容忍儿子、邻人和旅伴。

§3.21.6

ταῦτα ἡμῖν δεῖξον, ἵνʼ ἴδωμεν, ὅτι μεμάθηκας ταῖς ἀληθείαις τι τῶν φιλοσόφων. οὔ· ἀλλʼ ἐλθόντες ἀκούσατέ μου σχόλια λέγοντος. ὕπαγε, ζήτει τίνων κατεξεράσεις.

把这些展示给我们看,好让我们看出你确实从哲学家那里学到了东西。然而你却说:“来听我讲授注解吧。”走开吧,去找你可以在其头上倾倒胃中之物的人去吧!

§3.21.7

καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια ὡς οὐδείς, τὴν λέξιν διαλύσω καθαρώτατα, προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν.

“然而,我向你们阐释克律西波斯的著作,无人能及;我会极清晰地剖析他的措辞,若有需要,我还会补上安提帕特罗和阿尔刻得摩斯的气势。”

§3.21.8

εἶτα τούτου ἕνεκα ἀπολίπωσιν οἱ νέοι τὰς πατρίδας καὶ τοὺς γονεῖς τοὺς αὑτῶν, ἵνʼ ἐλθόντες λεξείδιά σου ἐξηγουμένου ἀκούσωσιν;

青年人离开祖国和自己的父母,难道就是为了这个目的——为了来到这里听你解释微不足道的字句吗?

§3.21.9

οὐ δεῖ αὐτοὺς ὑποστρέψαι ἀνεκτικούς, συνεργητικούς, ἀπαθεῖς, ἀταράχους, ἔχοντάς τι ἐφόδιον τοιοῦτον εἰς τὸν βίον, ἀφʼ οὗ ὁρμώμενοι φέρειν δυνήσονται τὰ συμπίπτοντα καλῶς καὶ κοσμεῖσθαι ὑπʼ αὐτῶν;

他们难道不应当在返回时变得懂得忍耐、善于合作、不动情欲、沉着镇定,并为人生带回这样一种资粮,使他们能够以此为出发点,得体地承受所遭遇的一切,并因这些事而增添光彩吗?

§3.21.10

καὶ πόθεν σοι μεταδιδόναι τούτων ὧν οὐκ ἔχεις; αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς ἢ περὶ ταῦτα κατετρίβης,3 πῶς οἱ συλλογισμοὶ ἀναλυθήσονται, πῶς οἱ μεταπίπτοντες, πῶς οἱ τῷ ἠρωτῆσθαι περαίνοντες;

而你自己并不拥有的东西,又从何处分享给他们呢?因为你自己从一开始除了把时间空耗在这些事情上——推论式该如何分解、变相推论如何运作、通过提问得出结论的推论式如何进行——难道还做过别的什么吗?

§3.21.11

ἀλλʼ ὁ δεῖνα σχολὴν ἔχει· διὰ τί μὴ κἀγὼ σχῶ; οὐκ εἰκῇ ταῦτα γίνεται, ἀνδράποδον, οὐδʼ ὡς ἔτυχεν, ἀλλὰ καὶ ἡλικίαν εἶναι δεῖ καὶ βίον καὶ θεὸν ἡγεμόνα.

“可是某某人开办了学园,为什么我不能也开办呢?” 奴才啊,这些事情不是随随便便发生的,也不是碰巧成就的;必须有适当的年龄、相称的生活,并且有神作为引路人。

§3.21.12

οὔ· ἀλλʼ ἀπὸ λιμένος μὲν οὐδεὶς ἀνάγεται μὴ θύσας τοῖς θεοῖς καὶ παρακαλέσας αὐτοὺς βοηθοὺς οὐδὲ σπείρουσιν ἄλλως οἱ ἄνθρωποι εἰ μὴ τὴν Δήμητρα ἐπικαλεσάμενοι· τηλικούτου δʼ ἔργου ἁψάμενός τις ἄνευ θεῶν ἀσφαλῶς ἅψεται καὶ οἱ τούτῳ προσιόντες εὐτυχῶς προσελεύσονται;

“不!”然而,没有人不在向神明献祭并祈求他们相助的情况下就从港口启航,人们若不祈求德墨忒尔也不会播种;那么当有人着手于如此重大的事业时,若没有神明,他能安全地着手吗?那些前来求教于他的人能获得吉祥吗?

§3.21.13

τί ἄλλο ποιεῖς, ἄνθρωπε, ἢ τὰ μυστήρια ἐξορχῇ καὶ λέγεις οἴκημά ἐστι καὶ ἐν Ἐλευσῖνι, ἰδοὺ καὶ ἐνθάδε. ἐκεῖ ἱεροφάντης· καὶ ἐγὼ ποιήσω ἱεροφάντην. ἐκεῖ κήρυξ· κἀγὼ κήρυκα καταστήσω. ἐκεῖ δᾳδοῦχος· κἀγὼ δᾳδοῦχον. ἐκεῖ δᾷδες· καὶ ἐνθάδε. αἱ φωναὶ αἱ αὐταί· τὰ γινόμενα τί διαφέρει ταῦτα ἐκείνων;

朋友,你所做的,除了把密仪当作舞蹈随意搬弄之外,还能是什么呢?你说道:“厄琉息斯有一间殿堂,看哪,这里也有一间。那里有启圣祭司,我也要立一个启圣祭司。那里有传令官,我也要设立传令官。那里有持炬者,我也要有持炬者。那里有火炬,这里也有。念诵的言辞是相同的;这里所做的事与那里所做的相比,有何区别呢?”

§3.21.14

ἀσεβέστατε ἄνθρωπε, οὐδὲν διαφέρει; καὶ παρὰ τόπον ταῦτα ὠφελεῖ καὶ παρὰ καιρόν·4 καὶ μετὰ θυσίας δὲ καὶ μετʼ εὐχῶν καὶ προηγνευκότα καὶ προδιακείμενον τῇ γνώμῃ, ὅτι ἱεροῖς προσελεύσεται καὶ ἱεροῖς παλαιοῖς. οὕτως ὠφέλιμα γίνεται τὰ μυστήρια, οὕτως εἰς φαντασίαν ἐρχόμεθα, ὅτι ἐπὶ παιδείᾳ καὶ ἐπανορθώσει τοῦ βίου κατεστάθη πάντα ταῦτα ὑπὸ τῶν παλαιῶν.

极不虔敬的人啊,难道没有区别吗?这些事情既凭借地点也凭借时节带来益处。而且还要伴随着祭祀与祈祷,对事先洁净自身、并且在心灵中预先确立好自己要去接近神圣仪式——古老的神圣仪式——这一心境的人〔带来益处〕;唯有如此,密仪才会变得有益;只有这样,我们才会产生这种认识:这一切都是古人为了教化和改善人生而设立的。

§3.21.16

σὺ δʼ ἐξαγγέλλεις αὐτὰ καὶ ἐξορχῇ παρὰ καιρόν, παρὰ τόπον, ἄνευ θυμάτων, ἄνευ ἁγνείας· οὐκ ἐσθῆτα ἔχεις ἣν δεῖ τὸν ἱεροφάντην, οὐ κόμην, οὐ στρόφιον οἷον δεῖ, οὐ φωνήν, οὐχ ἡλικίαν, οὐχ ἥγνευκας ὡς ἐκεῖνος, ἀλλʼ αὐτὰς μόνας τὰς φωνὰς ἀνειληφὼς λέγεις. ἱεραί εἰσιν αἱ φωναὶ αὐταὶ καθʼ αὑτάς;

然而你却在不合时宜的季节、不适宜的地点,没有祭品,没有洁净,就去宣扬它们、随意搬弄它们;你没有启圣祭司应有的服饰,没有那样的头发,没有相称的发带,没有那样的声音,没有相应的年纪,也不曾像他那样洁净自身;你只是道听途说地拾取了言辞本身便诵读出来。难道言辞本身单凭自身就是神圣的吗?

§3.21.17

ἄλλον τρόπον δεῖ ἐπὶ ταῦτα ἐλθεῖν· μέγα ἐστὶ τὸ πρᾶγμα, μυστικόν ἐστιν, οὐχ ὡς ἔτυχεν οὐδὲ τῷ τυχόντι δεδομένον.

必须以另一种方式来对待这些事:这是重大的事情,是奥秘的事情,并非随意赋予的,也不是赐予任何平庸之辈的。

§3.21.18

ἀλλʼ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων· δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν, ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν.

然而,单单成为智者或许也不足以承担照管青年的责任;对此必须具备某种敏捷与资质,指宙斯起誓,还必须有相称的体魄,而最重要的是神明告诫其去承担这一岗位——正如神明曾告诫苏格拉底去承担反诘审讯的岗位,告诫第欧根尼去承担王权与训诫的岗位,告诫芝诺去承担讲授与教理的岗位一样。

§3.21.20

σὺ δʼ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας.

然而你除了药物之外一无所有,甚至既不知道也不曾探究这些药物应在何处、如何使用,却开起了一家医馆。

§3.21.21

ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια· κἀγὼ ἔχω. μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα;

“看,那个人有这些东西——眼药膏,我也有。” 那么,你难道也拥有使用它们的能力吗?你究竟是否知道何时、如何以及对谁使用才会带来益处?

§3.21.22

τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον.

那你为何要在最重大的事情上孤注一掷?为何如此轻率行事?为何企图染指绝不属于你的事业?把它留给有能力的人、留给能够为其增光的人吧。你自己也不要因自身而给哲学抹黑,也不要成为诽谤这一事业的人之一。

§3.21.23

ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτʼ εἴπῃς σεαυτὸν μηδʼ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε πεπλάνηται· ἐγὼ γὰρ οὔτʼ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδʼ ὁρμῶ ἐπʼ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʼ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.

相反,如果这些教理使你愉悦,你就独自坐着反刍它们吧;但绝不要自称为哲学家,也不要容忍别人这样称呼你,而要说:“他弄错了;因为我的欲求并没有不同于以往,我的意图也没有指向别处,我对事物的赞同也没有改变,总之在表象的运用上,我与先前的状态相比根本没有任何不同。”

§3.21.24

ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατʼ ἀξίαν φρονεῖν· εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.

如果你想怀有符合自身价值的念头,就应当对你自己抱有这样的想法,并说出这样的话;若不然,你就去碰运气,继续做你正在做的事吧。因为那正适合你。

语法注4 条
  1. 3.21.1ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν.

    作为章节标题的名词性从句。连词 ὅτι 在没有主句动词统领的情况下引出整个从句,是后古典时期希腊语中表示论题的惯用表达,意为“关于……”。

  2. 3.21.3ἀπʼ αὐτῶν ἀναδοθέντων

    介词 ἀπό 统领的中性复数属格分词结构(αὐτῶν ἀναδοθέντων)。动词 ἀναδίδωμι 在此取生理学比喻义,指食物被消化、养分“输送/吸收至全身”,整句意为“在这些教条被消化吸收之后”。

  3. 3.21.10αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς ἢ περὶ ταῦτα κατετρίβης

    ἄλλο τι... ἤ(“除了……之外还做了别的什么吗?”)句型。以修辞反问的方式强烈断言对方除了在那些琐碎的逻辑推论上虚掷光阴之外,根本一事无成。

  4. 3.21.14καὶ παρὰ τόπον ταῦτα ὠφελεῖ καὶ παρὰ καιρόν;

    肯定陈述句(底本此处标高点“·”而非问号)。此处介词 παρά 接宾格(τόπον, καιρόν)表示原因或条件(“凭借、取决于”),全句意为“这些事情既凭借地点也凭借时节带来益处”(与 §3.21.16 中表示“不合时宜、不合地点”的 παρὰ καιρόν, παρὰ τόπον 构成一词多义的修辞呼应)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.21.1-3.21.24