- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.20.1-3.20.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,正如在理论上一样,在生活中善恶也在于我们自身而非外物;他主张人能像运用赫尔墨斯权杖一般将死亡、疾病乃至仇敌转化为益处,但感叹人们未能将此道理付诸日常实践。
ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δʼ ἐν τοῖς ἐκτός.
在理论表象的问题上,几乎所有人都把善与恶留在我们自身之内,而不是放在外物之中。
οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι. ἀλλὰ τί;
没有人说白昼是善,黑夜是恶,或者三等于四是最大的恶。然而人们怎么说呢?
τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δʼ ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό.
知识是善,受欺是恶,以至于即便关于虚假本身也能产生善,即关于它是虚假这一点的知识。
ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. — ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; — τὸν θεόν σοι,1 ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ πηρώσεως γὰρ οὐκ ἔστιν, μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτʼ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη οἷα ἐκεῖνος ὠφελήθη.2 — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα;
因此在人生中也应当如此。健康是善而疾病是恶吗?绝非如此,朋友。那么究竟是什么呢?正确地健康是善,错误地健康是恶。“那么从疾病中也能获益吗?”对神起誓,难道从死亡中就不能获益吗?从残疾中就不能获益吗?你以为墨诺寇斯死去时,所获之益微不足道吗?“愿说出这种话的人受到如他所受的那种益处!”得了吧,朋友,难道他没有守住那爱国者、那志向远大者、那忠诚者、那高贵者的品格吗?如果他活下去,岂不是要丧失这一切吗?
οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών;
岂不是要招致相反的一切吗?难道他不会成为怯懦者、卑鄙者、憎恨祖国者、贪生怕死者吗?来吧,你以为他因死去而获得的益处微不足道吗?
οὔ· ἀλλʼ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως;
不,难道阿德墨托斯的父亲如此卑鄙可悲地活着,就获得了极大的益处吗?
ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθʼ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα διʼ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.
他后来难道不还是死了吗?对神起誓,停止崇拜那些质料吧;停止使你们自己先成为事物的奴隶,然后因这些事物而又成为那些能够给予或夺走它们的人的奴隶吧。
ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι;— ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δʼ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται· τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον.
“那么从这些事情中也能获益吗?”从一切事情中都能。“甚至从辱骂者那里?”那么陪练者能给运动员带来什么益处呢?最大的益处。而这个人也成了我的先行训练者:他操练我的忍耐、我的不起愤怒、我的温和。
οὔ· ἀλλʼ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει ἆρον ὕπερον ἀμφοτέραις καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ· εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με;
难道不是这样吗?相反,那抓住我脖颈、矫正我腰肩的人使我获益,教练也合情合理地吩咐说:“双手举起杵来”,而且它越沉重,我获益就越多;但若有人在不起愤怒上训练我,难道就不能使我获益吗?
τοῦτʼ ἔστι τὸ μὴ εἰδέναι ἀπʼ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός· γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές.
这就是所谓不懂得如何从人身上获益。邻人很坏?对他自己而言坏,对我而言却是善:他操练了我的通情达理和宽宏大量。
κακὸς πατήρ; αὑτῷ· ἀλλʼ ἐμοὶ ἀγαθός. τοῦτʼ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον· οὗ θέλεις, φησίν, ἅψαι καὶ χρυσοῦν ἔσται. οὔ· ἀλλʼ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων· πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται.
父亲很坏?对他自己而言坏,对我而言却是善。这就是赫尔墨斯的权杖。俗话说:“任你触摸何物,它都会变成金子。”不,应该说:带来任你想要的东西吧,我会把它变成善。带来疾病,带来死亡,带来贫困,带来辱骂,带来关乎生死的审判:由于赫尔墨斯的权杖,这一切都将成为有益之事。
τὸν θάνατον τί ποιήσεις; τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ3 ἢ ἵνα δείξῃς ἔργῳ διʼ αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν;
“你会怎样处置死亡?” 除了让它成为你的光彩,或者通过它用行动展示顺从自然意愿的人究竟是怎样的,还能怎样处置呢?
τὴν νόσον τί ποιήσεις; δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν.
“你会怎样处置疾病?” 我将显明它的本性,在其中脱颖而出,心境沉稳,生命顺遂,绝不谄媚医生,也绝不祈求死去。
τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.
“你还追求别的什么呢?”无论你给出什么,我都将使它成为蒙福的、令人幸福的、庄严的、令人向往的。
οὔ· ἀλλὰ βλέπε μὴ νοσήσῃς· κακόν ἐστιν. οἷον εἴ τις ἔλεγεν βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι· κακόν ἐστιν. ἄνθρωπε, πῶς κακόν; ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει;
然而人们却说:“当心不要生病,这是恶。”这正如有人说:“当心永远不要产生三等于四的表象,这是恶。” 朋友,这怎么会是恶呢?如果我对它抱有应当抱有的理解,它又怎能再伤害我?难道不是反而更会使我获益吗?
ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν;
因此,如果我对贫困抱有应当抱有的理解,对疾病、对无官职也是如此,这对我来说难道还不够吗?它们难道不会是有益的吗?那我为何还需要在外物中寻找恶与善呢?
ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δʼ οὐδεὶς ἀποφέρει· ἀλλʼ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας.
但实际情况又是怎样呢?这些话仅仅说到这里为止,没有人把它们带回家中;反而立刻与小奴仆争吵,与邻人争吵,与嘲弄者、嗤笑者大动干戈。
καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθʼ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.
祝莱斯比乌斯安好,因为他每天都在驳斥我,证明我一无所知。
- 3.20.4τὸν θεόν σοι
由表示起誓或请愿的宾格(τὸν θεόν)与表示对话对方的关切与格(σοι)结合而成的习惯表达,意为“指着神对你起誓”或“看在神的份上”。后文的 τοὺς θεοὺς ὑμῖν 亦属同类构词。
- 3.20.5τοιαῦτά τις εἰπὼν ὠφεληθείη οἷα ἐκεῖνος ὠφελήθη
ὠφεληθείη 为表示意愿的祈愿语气(optative of wish),直译为“愿说此种话的人承受如他所承受的那种(益处)”。对话者认为将墨诺寇斯的死视为益处十分荒谬,因而以咒骂式的反讽反驳道:“如果你认为那是益处,那你也去遭逢同样的下场吧”。
- 3.20.13τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ
此句省略了前句中的动词,完整结构为 τί γὰρ ἄλλο [ποιήσεις] ἢ ἵνα...。它承接上文的提问 τὸν θάνατον τί ποιήσεις;(“你会怎样处置死亡?”),形成反问式的回答:“除了使它荣耀你之外,还能怎样处置呢?”ἵνα 引导的从句既表目的,也在实质上起到了内容从句的作用。
