- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.1.29-3.1.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德斥责了试图通过拔毛使自己女性化的青年,指出真正的美在于意志抉择(prohairesis),而非外在的肉体装扮。
ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν·1 νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν,2 ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει;
啊,多么骇人的景象!没有一个人不会对这告示感到惊奇。指着宙斯起誓,我认为那些拔毛的人自己是在没有意识到他们所做的正是这件事的情况下做着的。人啊,你对你的本性有什么可抱怨的?
ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες;
抱怨它把你生成了一个男人吗?那么怎样?难道应当把所有人都生成女人吗?如果是那样,你打扮自己又有什么益处呢?如果大家都是女人,你又会为谁打扮呢?
ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον — τί ποτʼ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός.
但这件小事不合你的心意:那就彻底地把它完成吧。除掉——那究竟是什么来着?——长出毛发的根源吧;彻底把你变成一个女人,免得我们弄错,免得半截是男人、半截是女人。
τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος;
你想讨谁的喜欢呢?那些小女子们吗?作为男人去讨她们的欢心吧。 “是的,但她们喜欢光滑无毛的人。” 你怎不去上吊?那么,如果她们喜欢被动受辱的男妓,你也会变成男妓吗?
τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν;
这是你的职分吗?你生来就是为了这个,为了让那些放荡的女人喜欢你吗?
τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην;
难道我们应当把这样的你立为科林斯人的公民,而且如果碰巧的话,立为市吏、青年军长官、将领或竞技监督官吗?
ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;
来吧,难道结婚之后你还打算拔毛吗?为谁拔,又是为了什么?生了孩子之后,你也要把那些拔光了毛的孩子引入我们的城邦体制之中吗?好一个优秀的公民、议员和演说家!难道我们应当祈求为我们生出并养育出这样的青年吗?
μή, τοὺς θεούς σοι, νεανίσκε·3 ἀλλʼ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν· πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτʼ εὐμενὴς διʼ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν.
看在诸神的份上,绝不要这样,年轻人!相反,一旦听了这些话,走开并对自己说: “这些话不是埃庇克泰德对我说的;因为他哪里能说出这样的话呢?而是某个仁慈的神通过他说的。因为埃庇克泰德平时不习惯对任何人说话,决不会想到要说这些话。来吧,让我们听从神,免得我们触怒神明。”
οὔ· ἀλλʼ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλʼ ὁ θεὸς διʼ αὐτοῦ· ἂν δὲ διʼ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵνʼ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δʼ ἐκείνως σημαίνει,4 περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων διὰ καλλίστου ἀγγέλου σημαίνει;
不;但如果一只乌鸦叫着向你预示了什么,预示的并不是乌鸦,而是通过它的神;如果神通过人类的声音预示什么,难道神使那个人对你说出这些话,是为了让你认不出神力的威能,认不出他对某些人以这种方式、对另一些人以那种方式预示,而对于最重大、最关键的事,则是通过最崇高的使者来预示吗?
τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής; "ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν."
诗人所说的,难道还有别的意思吗? “因为我们事先对他说了,派去了敏察的弑阿尔戈斯者赫耳墨斯, 既不要杀害那人,也不要谋娶他的妻子。”
ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλʼ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις· ταύτην ἂν σχῇς καλήν, τότʼ ἔστι καλός.
赫耳墨斯降临,本来就是要对他讲这些话;而如今,诸神也正派遣通报使弑阿尔戈斯者赫耳墨斯,对你讲这些话:不要歪曲那本身完好的事物,也不要妄生事端,而是任由男人为男人,女人为女人,俊美之人为俊美之人,丑陋之人为丑陋之人。因为你不是肉块,也不是毛发,而是意志抉择;如果你拥有一个优美的意志抉择,那时你就是美的。
μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ· δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο.
直到现在,我都不敢对你说你长得丑陋;因为在我看来,你宁可听任何话,也不愿听这一句。
ἀλλʼ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ· πειρῶ οὖν καλὸς εἶναι. τί αὐτῷ λέγει; πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη; μὴ γένοιτο· ἀλλὰ κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.
但请看苏格拉底对众人中最美貌、最芳华绝代的阿尔喀比亚德说了什么: “那么,努力使自己变美吧。” 他对阿尔喀比亚德说了什么呢? 是说“梳理你的头发,拔去你双腿的毛”吗? 绝不是这样;而是: “修饰你的意志抉择,剔除低劣的信条。”
τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν· ἐκείνῳ ἐπίτρεψον.
“那么,身体怎么办呢?”任凭它顺应天性。另有人照管这些事;听凭那一位安排吧。
— τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο· ἀλλʼ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε,5 ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον.
——“那么怎样?难道应当不洁吗?”——绝不是这样;而是你是谁以及你生来是什么样,就去洁净这个人:男人像男人一样洁净,女人像女人一样,孩童像孩童一样。
οὔ· ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον· δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλʼ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.
不;那么我们也拔去狮子的鬃毛,免得它不洁,也拔去公鸡的冠子吧;因为这也必须是洁净的。但它应当作为公鸡而洁净,那一个作为狮子,猎犬则作为猎犬而洁净。
- 3.1.29οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν
双重否定(οὐδεὶς οὐχί)表达强烈的肯定:“没有人不对这告示感到惊奇(即所有人都会惊奇)”。θαυμάσει 是第三人称单数将来时直说语气。
- 3.1.29οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν.
ὅτι从句的主动词是末尾的 ποιοῦσιν,前置的分词短语 οὐ παρακολουθοῦντες(“没有意识到”)修饰主语 αὐτοὶ οἱ τιλλόμενοι。其间嵌套的 ὅτι 从句(ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν)作 παρακολουθοῦντες 的宾语。
- 3.1.36μή, τοὺς θεούς σοι, νεανίσκε·
一种省略了祈求动词(如 ἱκετεύω)的严正恳求句式。τοὺς θεούς 是祈求/起誓的宾格,σοι 是伦理与格。“看在诸神的份上,可别这样,年轻人!”是用于制止对方行为的习惯表达。
- 3.1.37ἵνʼ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δʼ ἐκείνως σημαίνει
处于修辞疑问句中的 ἵνα 从句。句中含有先取句法(prolepsis):从属分句中的主旨被提前作为 ἀγνοῇς 的直接宾语(τὴν δύναμιν τοῦ δαιμονίου),具体的内容则由随后的 ὅτι 从句(ὅτι τοῖς μὲν...)加以展开说明。
- 3.1.44ἀλλʼ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε
关系从句 ὃς εἶ καὶ πέφυκας(“你是谁以及你生来是什么”)界定了位于其后的指示代词 τοῦτον 的具体内涵。这是一种倒置结构(hyperbaton),意为“就去洁净你本性所是的那样一个个体”。
