- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.16.1-3.16.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德告诫道,在未建立起坚定信念之前与俗人过密交往必受沾染并被其同化,因此应当避开旧习与流俗,专注磨炼自身对表象的运用。
ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ.1
一个人若是与某些人过度亲密交往,无论是在闲聊、宴饮,还是干脆在同居生活中,必然要么是他自己同化于他们,要么是他把他们拉转到自己的生活方式上来。
καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, ἢ αὐτὸς ἐκεῖνον ἀποσβέσει ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει.
因为,如果把熄灭的炭放在燃烧的炭旁边,要么前者弄熄后者,要么后者点燃前者。
τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένους, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης·2
既然危险如此重大,就必须谨慎地与俗人们进入此类交往之中,并牢记:与满身锅烟煤灰的人蹭在一起,不可能自己不沾染煤灰。
τί γὰρ ποιήσεις, ἂν περὶ μονομάχων λαλῇ, ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων· ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός· τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς· ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται;
因为若是他谈论角斗士,谈论马匹,谈论竞技选手,或者比这些更糟的,谈论人事,你将如何应对? “某人是坏人,某人是好人”;“这事发生得好,那事发生得坏”;更兼他若讥诮、戏谑、存心刻毒,你又该如何?
ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστʼ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστʼ ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας;
你们当中难道有人具备琴师拿起里拉琴时那样的素养,以至于一触琴弦就能辨认出不调和的弦并调准乐器?抑或具备苏格拉底那样的力量,能在一切聚会中把同行者引向他自己的立场?
πόθεν ὑμῖν; ἀλλʼ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.
你们哪里能有这些?毋宁说,你们必然被俗人们牵着鼻子走。
διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν· διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν.
那么,为什么他们比你们更有力量?因为他们是出于坚固的信念来谈论这些腐朽之事的,而你们却只是嘴皮子上谈论高尚之事;因此它们毫无气力且毫无生气,听你们那些规劝之词以及上上下下口耳相传的那可怜的德性,直令人作呕。正是这样,俗人们战胜了你们。
πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα.
因为信念在任何地方都是强大的,信念是不可战胜的。
μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δύναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν· εἰ δὲ μή, καθʼ ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε.3
因此,在你们心中确立起高尚的认知并获得某种保护自身的坚固力量之前,我奉劝你们与俗人交往务必谨慎;否则,如果你们在学园里还铭刻下些许东西,也会日复一日地像阳光下的蜡一般融化殆尽。
μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε.
所以,只要你们的认知还是蜡质的,就退居到远离阳光的某个地方去吧。
διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας ἴδʼ ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος.
因此哲学家们也建议离开故土,因为旧有的习俗会分散人的心思,不容许建立起任何别种习惯的开端,我们也受不了迎面而来的人指指点点: “瞧,某某人居然也学起哲学来了,就是那样的一个人!”
οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες.
同样,医生们把久病不愈的患者送到另一个地方和另一种空气中去,这正是合理的做法。
καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη· πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς.
你们也当转而建立起别的习俗;使你们的认知坚定起来,并在其中磨砺自身。
οὔ· ἀλλʼ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον· εἶτʼ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί.
不,绝非如此;相反,你们从这里跑去看表演、看角斗、去柱廊练习场、去赛马场;接着又从那里跑回这里,再从这里跑向那里,依然故我。
καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτʼ ἐπιστροφὴ ἐφʼ αὑτὸν καὶ παρατήρησις πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ;
没有任何崇高的习惯,既无专注,亦无反观自省与审察: “我如何运用临头的表象?是顺应自然还是违背自然?我如何对它们作出反应?是如其所当,还是不如其所当?我对非意志决定的事物是否附加上一句:‘这与我无关’?”
εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.
因为如果你们尚未达到这种境界,就逃避以前的习俗吧,逃避俗人吧,如果你们有朝一日想要开始成为一个像样的人的话。
- 3.16.1ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ... ἢ αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ
非人称结构 ἀνάγκη [ἐστί] 支配两个由 ἤ... ἤ 引导的并列不定式分句。前置分词短语的主语是 τὸν συγκαθιέντα(阳性单数宾格)。在析取肢中,αὐτόν 用作被动不定式 ἐξομοιωθῆναι 的主格性宾格;而 ἐκείνους 则是及物不定式 μεταθεῖναι 的直接宾语(动作的逻辑主语仍承前承接 τὸν συγκαθιέντα)。
- 3.16.3ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης
表不可能的述语 ἀμήχανον [ἐστί] 带有以否定词 μὴ 引导的宾格不定式从句。动词 ἀπολαύω 通常表示“享受、获益”,但此处以反讽或引申义表示沾染负面事物(煤灰),后接属格宾语 τῆς ἀσβόλης。
- 3.16.9ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε
此处出现了显著的词序倒装(hyperbaton)。整句充当主句动词 διατακήσεται(融化)的主语。部分属格 ὑμῶν 被前置以示强调,条件从句 εἴ τινα [δόγματα] ἐν τῇ σχολῇ ἐγγράφετε(若你们在学堂里刻下了某些东西,那些东西)在句中实质上充当了主语性的名词从句。
